1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

13

γὰρ τὸν τῶν ἀφρόνων ἐκείνων χορὸν, καὶ γυμνώσας αὐτῶν τὴν ἀσθένειαν, τὸν Θεὸν εἶναι ἔφη τῆς τῶν μυστηρίων ἀποκαλύψεως διδά σκαλον· προστέθεικε δὲ, ἐν οὐρανῷ, τοὺς κάτω γινο μένους καὶ προσκυνουμένους ἐκβαλὼν θεούς. 81.1296 Καὶ τῷ μὲν ἑνικῷ ὀνόματι τὸ πλῆθος ἐκβάλλει τῶν οὐκ ὄντων θεῶν, τῇ δὲ ἐν οὐρανῷ διαγωγῇ τοὺς κάτω φαινομένους δείκνυσιν οὐ θεοὺς, ἀλλ' ἀπάτην ἀφορμὴν ἔχουσαν τῶν ἀνθρώπων τὴν τέχνην. "Οὗτος ἐγνώ ρισεν ὁ Θεὸς τῷ βασιλεῖ Ναβουχοδονόσορ ἃ δεῖ γενέ σθαι ἐπ' ἐσχάτων τῶν ἡμερῶν." Οὕτω προοιμια σάμενος, πάλιν ἐπισπᾶται τῇ εὐλογίᾳ εἰς εὔνοιαν τοῦ βασιλέως τὴν ἀκοήν. "Βασιλεῦ, γὰρ, φησὶν, εἰς τοὺς αἰῶνας ζῆθι." Ἐπειδὴ γὰρ μέλλει καὶ τὸ ἐνύπνιον λέγειν, καὶ τὴν ἑρμηνείαν ἐπάγειν, καὶ προλέγειν αὐτῷ τὴν τῆς βασιλείας κατάλυσιν, προ οιμιαζόμενος· Εὐχὴ, φησὶν, ἐστὶν ἐμοὶ, ζῇν σε διηνεκῶς· μὴ τοίνυν ἐμοὶ ἐπιγράψῃς τὸ ὑπὸ τοῦ ἐν υπνίου δηλούμενον. Εἶτά φησι· "Τὸ ἐνύπνιόν σου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου, ἐπὶ τῆς κοίτης σου, τοῦτό ἐστι, βασιλεῦ." Ἀντὶ τοῦ· Ἃ νύκτωρ ἐθεάσω, ταῦτά ἐστιν· κθʹ. "Οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀν έβησαν, ἃ δεῖ γενέσθαι μετὰ ταῦτα." Ἐλογίζου, φησὶ, κατακείμενος ἐπὶ τῆς κλίνης, εἴτε εἰς ἀεὶ ζήσῃ, εἴτε τῷ νόμῳ τῶν ἀνθρώπων ὑπὸ τὸν θάνατον γενήσῃ· ἐπεθύμεις δὲ μαθεῖν καὶ τὰ μήπω γεγε νημένα. Καὶ ὁ ἀποκαλύπτων μυστήρια ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι. Πανταχοῦ δὲ τὸν ἕνα κηρύττει Θεὸν, τῆς πολυθεΐας ἐκβαλὼν τὴν πλάνην· εἶτα καὶ τοῦ οἰκείου φρονήματος τὴν μετριότητα δείκνυσιν. λʹ. "Ἐμοὶ γὰρ, φησὶν, οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας, τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη, ἀλλ' ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βα σιλεῖ γνωρίσαι, καὶ ἵνα γνῷς τοὺς διαλογισμοὺς τῆς καρδίας σου." Ταύτης γὰρ, φησὶ, τῆς ἀποκαλύψεως ἔτυχον, οὐκ ἐπειδὴ πάντων εἰμὶ τῶν ἀνθρώπων σο φώτερος, ἀλλ' ἵνα σὺ μάθῃς ἃ μαθεῖν ἐπεθύμησας· ἐμοὶ δὲ διακόνῳ ταύτης ἐχρήσατο τῆς γνώσεως, ὡς οἰκείῳ θεράποντι. Ἄρχεται τοίνυν τῆς ἐξηγήσεως, καὶ λέγει πρῶτον αὐτὸ τὸ ἐνύπνιον. λαʹ-λγʹ. "Σὺ, βασιλεῦ, ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία, πολλὴ, ἡ εἰκὼν μεγάλη, καὶ ἡ ὄψις αὐτῆς, ὑπερφερὴς ἑστῶσα πρὸ προσώπου σου, καὶ ἡ ὅρασις αὐτῆς φοβερά. Εἰκὼν, ἧς ἡ κεφαλὴ χρυσίου καθαροῦ, αἱ χεῖρες, καὶ τὸ στῆθος, καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ, καὶ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ. Αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος μέν τι σιδήρου, καὶ μέρος δέ τι ὀστράκινον." Τέτταρας μὲν ὕλας διὰ τῶν προ ειρημένων ἐσήμανε, τὸν χρυσὸν, τὸν ἄργυρον, τὸν χαλκὸν, τὸν σίδηρον· ὄστρακον γὰρ οὐ κατ' αὐτὸ εἶπεν, ἀλλὰ τῷ σιδήρῳ συμμεμιγμένον. ∆ηλοῖ δὲ διὰ τούτων τὰς μεγίστας τε καὶ καθολικωτάτας βασι λείας, αἳ τοῦ πλείστου τῆς οἰκουμένης ἐκράτησαν ἀλλήλας διαδεξάμεναι. Ὅτι μὲν γὰρ καὶ ἄλλαι βασι λεῖαι συνέστησαν, καὶ ἐπὶ τοῦ παρόντος δὲ συνεστᾶσι, δῆλόν ἐστι· οὐ μὴν τῶν πάντων ἢ τῶν πλειόνων 81.1297 ἔστιν αὐτὰς κρατούσας ἰδεῖν, ἀλλ' ἢ ἑνὸς, ἢ δύο μόνον ἐθνῶν. Λέγει τοίνυν πρώτην ἁπάντων γεγενῆ σθαι τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν, ἥτις αὕτη ἐστὶν ἡ τῶν Βαβυλωνίων· Ἀσσύριοι γὰρ οὗτοι κἀκεῖνοι· ἀλλὰ ποτὲ μὲν ἐν τῇ Νίνῳ, τῇ παρ' Ἑβραίοις Νινευῆ καλουμένῃ, τὰ βασίλεια ἐσχήκασι, ποτὲ δὲ ἐν Βαβυλῶνι. Ὅτι δὲ μία ἐστὶν ἡ βασιλεία τούτων κἀκείνων, καὶ αὐτὸς ὁ προφήτης μαρτυρεῖ· ἑρμηνεύων γὰρ τὸ ἐνύπνιον, φησίν· "Ἡ κεφαλὴ ἡ χρυσῆ σὺ εἶ, βασιλεῦ." Καὶ ὁ μακάριος δὲ Ἱερεμίας ὁ προφήτης φησί· "Ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ Κυρίου, μεθύσκον πᾶσαν τὴν γῆν· ἀπὸ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη· διὰ τοῦτο ἐσαλεύθησαν, καὶ ἄφνω ἔπεσε Βαβυλὼν, καὶ συνετρίβη." Εἰ δὲ ἑτέρα ἦν παρὰ ταύτην ἡ τῶν Ἀσσυρίων βασιλεία ταύτης πρεσβυτέρα, ποίαν ἄν τις ὕλην αὐτὴν καλέσειεν; Μαρτυρεῖ δὲ καὶ ὁ θειότατος Μωσῆς ταῦθ' οὕτως ἔχειν· ἐν γὰρ τῇ κοσμογενείᾳ περὶ τοῦ Νεβρώδους εἰρηκὼς, ὅτι γίγας κυνηγὸς ἔναντι Κυρίου, ἐπ ήγαγε· "Καὶ ἐγένετο ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν, Ὀρὲχ καὶ Χαλάνη." Καὶ οἱ ἔξω δὲ συγγραφεῖς τοὺς Βαβυλωνίους Ἀσσυρίους προσαγορεύου σι, καὶ μέχρι δὲ τοῦ παρόντος Ἀσσυρίαν αὐτὴν ὀνομάζουσι