1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

7

δουλοπρεπῆ παρεῖχε τροφὴν, ἀλλὰ τῆς βασιλικῆς αὐτοὺς τραπέζης ἀπολαύειν ἐκέλευσε. Μετὰ βραχέα δὲ τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει, οὐ φιλο τιμίᾳ χρώμενος, ἀλλ' ὠφελείας διδασκαλίαν τοῖς ὠφελεῖσθαι προαιρουμένοις προτεθεικώς. Ἔστι δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρηκὼς γὰρ ἄνω, ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίας, κάλλει λάμποντας, καὶ μεγέθει διαπρέποντας, καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνόματα, τῆς Ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσε, καὶ τὴν τῆς βασιλείας συγ γένειαν ἔκρυψε. ζʹ. "Καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα· τῷ ∆ανιὴλ Βαλτάσαρ, καὶ τῷ Ἀνανίᾳ Σιδρὰχ, καὶ τῷ Μισαὴλ Μισὰχ, καὶ τῷ Ἀζαρίᾳ Ἀβδεναγώ." Καὶτοῦτο δὲ παρά τισι δεσποτείας νενόμισται δίκαιον· ὠνούμενοι γὰρ οἰκέτας τὰς προσηγορίας ἀμείβουσιν, ἵνα καὶ τῇ τῆς προσηγορίας ἐναλλαγῇ τὴν δουλείαν γνωρίζωσι. Καὶ τοῦτο καὶ ἐνταῦθα ὁ ἀρχιευνοῦχος ἐποίησε, καὶ τὰς Ἑβραϊκὰς ἀφελὼν προσηγορίας, Χαλδαϊκὰς ἐπιτέθεικεν, ἐπειδὴ καὶ τὴν Χαλδαίων γλῶσσαν μαθεῖν τοὺς νεανίας ὁ βασιλεὺς παρενηγ γύησε. ηʹ. "Καὶ ἔθετο ∆ανιὴλ ἐπὶ τὴν καρδίαν αὑτοῦ, τοῦ μὴ ἀλισγηθῆναι ἐν τῇ τραπέζῃ τοῦ βασιλέως, καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον, ὅπως μὴ ἀλισγηθῇ." Οἱ γὰρ φιλό θεοι οὐκ ἐν τόπῳ ζητοῦσι τὸν ἐπὶ πάντων Θεὸν, ἀλλ' ἔνθα ἂν ἀφίκωνται τὴν αὐτὴν αὐτῷ θεραπείαν προσ φέρουσι, καὶ ἐν κακοπραγίαις ὄντες ὡσαύτως τὸν οἰκεῖον προσκυνοῦσι ∆ημιουργόν. Ἐνταῦθα δὲ πολ λὴν ἔστιν εὑρεῖν θαύματος ὑπερβολήν· παῖδες γὰρ παρὰ Ἰουδαίοις τεθραμμένοι, καὶ τὴν τοπικὴν τοῦ Θεοῦ λατρείαν μεμαθηκότες, εἶτα τὴν ξένην οἰκοῦν τες, καὶ δουλεύειν ἠναγκασμένοι νέαν ἄγοντες κομιδῇ τὴν ἡλικίαν, ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῇν, τὴν πατρῴαν εὐσέβειαν φυλάττειν σπουδάζουσι· καὶ ἐπειδὴ τοὺς Βαβυλωνίους ἑώρων ταῖς μὲν τῶν εἰδώ λων ἐπικλήσεσι τὰ ὄψα μολύναντας, σπονδαῖς δὲ τὸν οἶκον μιαίνοντας, τῆς ὁρωμένης καταφρονήσαντες σωτηρίας, καὶ τῆς βασιλικῆς πανδαισίας τὴν ἡδονὴν πατήσαντες, τὸν ἀρχιευνοῦχον ἱκετεύουσι παραχω ρῆσαι σφίσιν αὐτοῖς τῶν βασιλικῶν σιτίων παραι τουμένοις μεταλαβεῖν. 81.1277 θʹ. "Καὶ ἔδωκεν ὁ Θεὸς τὸν ∆ανιὴλ εἰς ἔλεον καὶ οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου." Ἀκολου θεῖ γὰρ ταῖς γνώμαις ἡ θεία κηδεμονία, καὶ ἅμα τὰ θεῖα προείλοντο, καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυ σαν. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰωσὴφ γεγενημένον ἔστιν εὑρεῖν· "Ἦν γὰρ, φησὶ, Κύριος μετὰ Ἰωσὴφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων, καὶ κατέχεεν αὐτῷ ἔλεον, καὶ χάριν ἐναντίον τοῦ δεσμοφύλακος." ∆ιδασκόμεθα τοίνυν κἀντεῦθεν, ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπι στευκότων ἀτημέλητόν πώς ποτε καταλέλοιπεν ὁ Θεός. ∆ιὸ καὶ ἕτερος προφήτης βοᾷ· "Ἐρωτήσατε γενεὰς τὰς γενομένας προτέρας ὑμῶν, τίς ἐνεπίστευσε Κυρίῳ, καὶ κατῃσχύνθη;" ιʹ. "Καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ ∆ανιήλ· Φοβοῦ μαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα, τὸν ἐκτάξαν τα τὴν βρῶσιν καὶ τὴν πόσιν ὑμῶν, μή ποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδά ρια τὰ συνήλικα ὑμῶν, καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ." Οὐκ ἄλογον τοῦ ἀρχι ευνούχου τὸ δέος· ἄνθρωπος γὰρ ἦν πνευματικῆς χάριτος οὐ γεγευμένος, ἀνθρωπίνως δὲ σκοπῶν τὰ ἀνθρώπεια, καὶ ἡγούμενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας τρέφεσθαί τε καὶ ἀνθεῖν τὰ σώματα, δέδοικε μὴ τῶν μὲν πολυτελῶς τρεφομένων, τούτων δὲ ἀσκητικῶς βιοτευόντων, δια φορά τις ἐν τοῖς προσώποις φανῇ, καὶ τιμωρίαν ἐσχάτην ὑπομείνῃ παρὰ τοῦ τἀναντία προστεταχό τος βασιλέως. Ἀλλ' ἐπειδὴ τοῦτον εἶδε δειμαίνοντα ὁ μακάριος ∆ανιὴλ, μεταφέρει πρὸς τὸν Ἀμελάσαρ τὴν παράκλησιν, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κη δεμόνα αὐτοῦ τε καὶ Ἀνανία, καὶ Ἀζαρία, καὶ Μισαὴλ, καί φησι· ιβʹ, ιγʹ. "Πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ φαγώμεθα, καὶ ὕδωρ πιώμεθα. Καὶ ὀφθήτωσαν ἐν ώπιόν σου αἱ ἰδέαι ἡμῶν, καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως· καὶ καθὼς ἐὰν ἴδῃς, ποίησον μετὰ τῶν παίδων σου." Οὐ