1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

75

θυμηδίας ἔχειν ἀφορμὰς τὸν προφήτην. Ἀλλὰ γὰρ εἴ τις ἀκρι βῶς τούτων ἕκαστον ἐξετάσειεν, αὐτὰ ταῦτα εὑρήσει αἴτια τῆς τοῦ ∆ανιὴλ ἀχθηδόνος· τοῦ γὰρ βασιλέως ἐπιτρέψαντος ἅπασι τοῖς ἐθέλουσι τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον, οἱ μὲν πλείους οἰκίας ἐν Βαβυλῶνι δειμάμενοι, καὶ τούτων τῷ δεσμῷ κατεχόμενοι, τῆς ἐπανόδου καταφρονήσαντες, τὴν ξένην τῆς οἰκείας προείλοντο· μόνοι δὲ οἱ τῆς εὐσεβείας ἐρασταὶ, καὶ τῶν πατρῴων νόμων φύλακες, τῶν ἐν Βαβυλῶνι κτη μάτων καταφρονήσαντες, τὴν τῆς πατρίδος ἐρημίαν καὶ αὐτῆς τῆς βασιλείας προὐτίμησαν. Τοῦτο τοίνυν τῷ μακαρίῳ ∆ανιὴλ μέγιστον εἰργάσατο πένθος· τῆς τε γὰρ θείας ἐπαγγελίας τὸ ἀψευδὲς ὁρῶν, καὶ τοῦ βασιλέως τὸ ἥμερον καὶ φιλάνθρωπον, καὶ τοῦ λαοῦ τὸ δυσπειθὲς καὶ δυσήνιον, σφόδρα τὴν ψυχὴν ἐτρύ χετο, καὶ πενθῶν καὶ θρηνῶν διετέλει. Ζητήσειεν δ' ἄν τις εἰκότως, τί δήποτε τῶν ἄλλων ἕνεκεν, ὡς ἐῤ ῥᾳθυμηκότων καὶ τῆς ἐπανόδου καταπεφρονηκότων, θρηνῶν καὶ ὀλοφυρόμενος, αὐτὸς οὐκ ἐπανῆλθεν εἰς τὴν πατρίδα. Εὑρήσει δὲ τὴν λύσιν, αὐτῆς τῆς αἰχμα λωσίας τὴν αἰτίαν σκοπούμενος. Ὥσπερ γὰρ οὐ διὰ τὰς οἰκείας πλημμελείας εἴασεν αὐτὸν ὁ Θεὸς δορυ άλωτον γενέσθαι, ἀλλὰ τῆς τοῦ λαοῦ προμηθούμενος ὠφελείας, καὶ οἷόν τινα κηδεμόνα καὶ διδάσκαλον αὐ τοῖς συμπέμπων· οὕτω καὶ ἐν τῷ τῆς ἐπανόδου καιρῷ, τῶν πλειόνων τὴν οἴκησιν τὴν ἐν Βαβυλῶνι στερξάντων, πάλιν ὁ θεῖος προφήτης συνδιάγειν αὐτοῖς ἀναγκάζεται, ἵνα μὴ ἔρημοι τῆς πνευματικῆς κηδεμονίας γενόμενοι εἰς ἀσέβειαν παντελῶς ἐξωκεί λωσι. Τούτου χάριν, καὶ βασιλέως τὴν εὐσέβειαν τι μῶντος τοῦ τηνικάδε κρατοῦντος, καὶ πᾶσαν αὐτῷ θεραπείαν προσφέροντος, καὶ τῶν ἄλλων προτιμῶν τος ἁπάντων, οὐδεμίαν ὁ μακάριος ∆ανιὴλ λαμ βάνει παραψυχὴν, ἀλλ' ἀνιᾷ καὶ λίαν αὐτὸν ἀλγύνει τοῦ λαοῦ τὸ δυσπειθὲς, καὶ ἡ τῆς ἁγίας πόλεως λήθη. Οὗ χάριν καὶ τρεῖς ἑβδομάδας ἄσιτος διετέ λεσεν· "Ἄρτον γὰρ, φησὶ, ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως τριῶν ἡμερῶν 81.1492 ἑβδομάδων." Οὐδεμίαν γὰρ, φησὶν, ἐπιμέλειαν ἐν πάσαις ταύταις ταῖς ἡμέραις τῷ σώματι προσενή νοχα, οὐκ ἀλοιφὴν ἔξωθεν, οὐ τροφὴν ἔνδοθεν. Καλῶς δὲ καὶ μάλα προσφόρως οὐκ ἐπὶ τῶν κρεῶν, ἀλλ' ἐπὶ τοῦ ἄρτου, τὸ τῶν ἐπιθυμιῶν προστέθεικεν. Ὁ γὰρ ἄρτος ἀναγκαία πάντων τροφή· κρεῶν γὰρ ἀπολαύουσιν οἱ εὐπορώτεροι, ἄρτου δὲ πρὸς τοῖς εὐ πορωτέροις καὶ οἱ πενέστεροι. ∆ιὰ τοῦτο τὸν ἄρτον ἐπιθυμιῶν προσηγόρευσεν, ὡς καὶ κοινὴν ὄντα τρο φὴν, καὶ πάσης τροφῆς ἐρασμιώτατον. δʹ. "Καὶ ἐν ἡμέρᾳ εἰκάδι καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, ἐν τῷ τρίτῳ ἔτει, ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστι Τίγρις." Ἐπισημήνασθαι δεῖ καὶ τὸν μῆνα, καὶ τὰς τῆς νηστείας ἡμέρας, εἰς ἔλεγχον τῆς Ἰουδαίων παρανομίας. Τῇ γὰρ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς πρὸς ἑσπέραν τοῦ θείου νόμου προστάττοντος ἐπιτελεῖν τὸ Πάσχα, ὁ μακάριος ∆ανιὴλ μέχρι τῆς τετάρτης εἰκάδος ἄσιτος διετέλει. Εἰ δὲ εἴποιεν οἱ Ἰουδαῖοι, ὅτι ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, ἅτε δὴ ἄρτους ἀζύμους ἐσθίων· πρῶτον μὲν τὴν οἰκείαν ἄνοιαν καὶ διὰ τούτων ἐλέγχουσιν· ἄρτος γὰρ καλεῖ ται καὶ ὁ ζυμίτης, καὶ ὁ ἄζυμος. Ἔπειτα δὲ τὰ ἐπαγόμενα ἀντικρὺς αὐτῶν ἐμφράττει τὸ ἀναίσχυντον στόμα. "Κρέας γὰρ, φησὶ, καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου." Εἰ δὲ κρεῶν οὐ μετέλαβε, πῶς τὸ Πάσχα ἐπετέλεσεν; Τὸ γὰρ Πάσχα οὐδὲν ἕτερον ἢ ἀμνὸς ἄρσην ἐνιαυσιαῖος, ἄμωμος, πρὸς ἑσπέραν θυόμενος καὶ ὀπτώμενος. Ὁ τοίνυν κρεῶν μὴ μετα λαβὼν, πῶς τὸ Πάσχα ἐπετέλει; Οὐκοῦν οὐκ ἐπετέ λεσε τὸ Πάσχα τῷ νόμῳ πειθόμενος, ὃς διαῤῥήδην παρακελεύεται τὰς τρεῖς ἐπιτελεῖν ἑορτὰς εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός. Ἐναργῶς τοίνυν παρανομοῦσιν οἱ Ἰουδαῖοι ταύτας ἐν τῇ ξένῃ τολμῶντες ἐπιτελεῖν. Ἡμεῖς δὲ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. "Τῇ τετάρτῃ, φησὶ, καὶ εἰκάδι τοῦ πρώτου μηνὸς, ἐν τῷ τρίτῳ ἔτει, ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστι Τίγρις." Πάλιν καὶ ἐντεῦθεν διδασκόμεθα, ὡς οὐκ ἔσφαλται ὁ χρόνος· καὶ γὰρ ἐνταῦθα τῷ τρίτῳ ἔτει, ἀλλ' οὐ τῷ