1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

66

προσηγορίαι αἵδε εἰσί· Λαριβουζουδούων, Παρατουρών, Κιλανά, Σικκαβενερία, Τίγισις, Λαμφουαομβά, Καλαμάα, 6.7.11 Μέδαρα, Μέδελα. ἔτι μέντοι καὶ φρούρια δύο, ἡ Σκιλή τε καὶ Φώσαλα. ταῦτα μὲν ὧδέ πη ἔσχε. 6.7.12 Πόλις δέ πού ἐστιν ἐν τῇ νήσῳ Σαρδοῖ, ἣ νῦν Σαρδινία καλεῖται, Τραϊανοῦ φρούριον Φόρον αὐτὴν κα6.7.13 λοῦσι Ῥωμαῖοι. ταύτην τειχήρη πεποίηται Ἰουστινιανός, οὐ πρότερον οὖσαν, ἀλλὰ Μαυρουσίοις τοῖς νησιώταις, οἳ Βαρβαρικῖνοι ἐπικαλοῦνται, ὁπηνίκα ἂν ληΐζεσθαι βουλομένοις ᾖ, ἐν προχείρῳ κειμένην. 6.7.14 Ἐν δὲ Γαδείροις, κατὰ θάτερα τῶν Ἡρακλέους στηλῶν, ἣ τοῦ πορθμοῦ ἐν δεξιᾷ ἐστι, κατὰ τὴν Λιβύης ἀκτὴν φρούριον ἦν ποτε Σέπτον ὄνομα, ὅπερ ἐδείμαντο μὲν ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι, Βανδίλων δὲ οὐκ ἐπι6.7.15 μελουμένων καθεῖλεν ὁ χρόνος. ὁ δὲ καθ' ἡμᾶς βασιλεὺς Ἰουστινιανὸς τείχει μὲν ἐρυμνόν, φυλακτηρίῳ δὲ 6.7.16 ἰσχυρὸν κατεστήσατο. οὗ δὴ καὶ νεὼν ἀξιοθέατον τῇ θεοτόκῳ ἀνέθηκεν, ἀναψάμενος μὲν ἐπ' αὐτῆς τὰ τῆς πολιτείας προοίμια, παντὶ δὲ ἀνθρώπων τῷ γένει ταύτῃ ἄμαχον τὸ φρούριον τοῦτο ποιούμενος. 6.7.17 Ἀλλὰ ταῦτα μὲν τοιαῦτά ἐστιν. ἀμφίλεκτον δὲ οὐδὲν γέγονεν, ἀλλ' ἔνδηλον ἀνθρώποις διαφανῶς πᾶσιν, ὡς ἐκ τῶν ἑῴων ὁρίων ἄχρι ἐς δύοντά που τὸν ἥλιον, ἃ δὴ πέρατά ἐστι τῆς Ῥωμαίων ἀρχῆς, οὐκ ἐρύμασι μόνοις, ἀλλὰ καὶ στρατιωτῶν φυλακτηρίοις Ἰουστινιανὸς βασι6.7.18 λεὺς τὴν πολιτείαν ἐκρατύνατο. ὅσα μὲν οὖν τῶν Ἰουστινιανοῦ οἰκοδομημάτων μαθεῖν ἴσχυσα ἢ αὐτόπτης γεγενημένος ἢ τῶν θεασαμένων αὐτήκοος, ὅση δύναμις 6.7.19 τῷ λόγῳ ἐπῆλθον. ἐξεπίσταμαι δὲ ὡς πολλά με καὶ ἄλλα παρῆλθεν εἰπεῖν ἢ ὄχλῳ λαθόντα ἢ παντάπασιν ἄγνωστα 6.7.20 μείναντα. ὥστε εἴ τῳ διὰ σπουδῆς ἔσται διερευνήσασθαί τε ἅπαντα καὶ τῷ λόγῳ ἐνθεῖναι, προσέσται αὐτῷ τά τε δέοντα πεπραχέναι καὶ φιλοκάλου κλέος ἀπενεγκεῖν.