1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

48

κατεστήσατο καὶ ἄπονον 4.8.7 ὅλως. μῆκος μὲν τῇ ὁδῷ τῇδε ἄχρι ἐς Ῥήγιον· εὐρύνεται δὲ τοσοῦτον, ἐς ὅσον ἁμάξας οὐ στενοχωρεῖν δύο ἀπ' 4.8.8 ἐναντίας ἀλλήλαις ἰούσας. τραχεῖς οἱ λίθοι διαφερόντως· εἰκάσαις ἂν αὐτοὺς μυλίτας εἶναι. εὐμεγέθεις τέ εἰσι μάλιστα. ὥστε δὴ ἕκαστος γῆν μὲν ἐπικαλύπτει πολ4.8.9 λήν, ἐς ἄγαν δὲ ὑψοῦ ἀνέχει. ἐς δὲ τό τε ὁμαλὲς καὶ τό γε λεῖον ἐπιεικῶς ἐξειργασμένοι, οὐκ ἐνῆφθαι τῇ συνθέσει, οὐδέ πη ἐς τὸ ἀκριβὲς μεμυκέναι, ἀλλὰ συμπεφυκέναι δοκοῦσιν ἀλλήλοις. ταῦτα μὲν οὖν τοιαῦτά ἐστι. 4.8.10 Λίμνην δέ τινα εἶναι ἄγχιστα τοῦ Ῥηγίου καλουμένου ξυμβαίνει, ἐς ἣν τὰς ἐκβολὰς ἔχουσι ποταμοὶ ἐκ χωρίων 4.8.11 τῶν ὕπερθεν τῇδε φερόμενοι. διακέχυται δὲ ἡ λίμνη αὕτη μέχρι ἐς θάλασσαν· ὥστε μία τις ἀμφοτέραιν ἀκτὴ 4.8.12 ἐν στενῷ μάλιστα τυγχάνει οὖσα. ταύτην δὲ ἄμφω ἐπικλύζουσι τὴν ἀκτὴν ἀντικυματοῦσαι καὶ ἀλλήλοις ἀντιμυκώμεναι. ἀεί τε ἀλλήλαις εὐθὺ ἵενται τὴν ἠϊόνα ἐπικοινούμεναι. ἐπειδὰν δὲ ὡς πλησιαίτατα ἵκωνται, ἀναχαιτίζουσι τὴν ἐπιρροήν, ἐφ' ἑαυτὰς ἐπιστρέφουσαι, ὥσπερ 4.8.13 ἐνταῦθα τὰ ὅρια σφίσι πηξάμεναι. ἔστι δὲ καὶ ἀλλήλαις οὗ ἀναμίγνυνται, πορθμόν τινα μεταξὺ ἔχουσαι, ἄδηλον ὂν ὁποτέρα ποτὲ αὐτῶν τὸ τοῦ πορθμοῦ ὕδωρ διακεκλή4.8.14 ρωται. οὔτε γὰρ ἡ τῆς θαλάσσης ἐπιρροὴ ἐς τὴν λίμνην ἀεὶ φέρεται οὔτε διηνεκὲς ἐς τὴν θάλασσαν ἡ λίμνη ἐκβάλλει, ἀλλ' ὄμβρων μὲν ἐπιγενομένων πολλῶν, ἐπιπνεύσαντός τε ἀνέμου νότου, ἐκ τῆς λίμνης ὁ πορθμὸς 4.8.15 προϊὼν φαίνεται. ἢν δὲ ἀπὸ βορρᾶ τὸ πνεῦμα ἴοι, ἡ θάλασσα τὴν λίμνην ἐπικλύζειν δοκεῖ. ἐν τούτῳ μέντοι ἡ θάλασσα τῷ χώρῳ ἐς βράχος κατατείνει παμμέγεθες, ὀλίγης τινὸς ἀπολελειμμένης μεταξὺ χώρας, ἥπερ διήκει 4.8.16 ἐς ἄβυσσον. ἐς τόσον δὲ στενὴ τυγχάνει οὖσα, ὥστε δὴ καὶ Μύρμηξ ὠνόμασται. οὗτος δὲ ὁ πορθμός, ὅ τε τὴν θάλασσαν καὶ τὴν λίμνην ζευγνύων, ᾗπέρ μοι εἴρηται, πάλαι μὲν γεφύρᾳ ξυλίνῃ διαβατὸς ἦν ἐπὶ κινδύνῳ μάλιστα τοῖς τῇδε ἰοῦσιν, ἐπεὶ τοῖς ξύλοις, ἂν οὕτω τύχοι, 4.8.17 ξυνδιεφθείροντο· νῦν δὲ αὐτὴν Ἰουστινιανὸς βασιλεὺς λίθοις λογάδην ἐμβεβλημένοις ἐς ἀψῖδος μετεωρίσας μέγα τι χρῆμα, τὴν ἐκείνῃ διάβασιν ἀκίνδυνον κατεστήσατο. 4.8.18 Τοῦ δὲ Ῥηγίου ἐπέκεινα πόλις ἐστί που, Ἀθύρας ὄνομα, ἧσπερ τοὺς οἰκήτορας δίψῃ δεινοτάτῃ ἐχομένους εὑρὼν τὴν ἀπορίαν διέλυσε σφίσιν, ἔλυτρον ἐνταῦθα δειμάμενος, θησαυρίζων μὲν ἐπικαιριώτατα τὴν τῶν ὑδάτων οὐκ ἀναγκαίαν περιουσίαν, πρυτανεύων δὲ αὐτὴν ἐν ἐπιτηδείῳ τοῖς τῇδε ἀνθρώποις. ἀνῳκοδομήσατο δὲ καὶ τὰ πεπονθότα τοῦ περιβόλου. 4.8.19 Ἔστι δὲ μετὰ τὴν Ἀθύραν τις χῶρος, ὅνπερ Ἐπισκο4.8.20 πεῖα καλοῦσιν οἱ ἐπιχώριοι. ὃν δὴ κατανενοηκὼς Ἰουστινιανὸς βασιλεὺς ταῖς τῶν πολεμίων ἐπιδρομαῖς ὑποκείμενον, ἐπὶ πλεῖστον δέ, ὡς οὐδαμῆ ὀχυρώματος ὄντος, ἀφύλακτα παντάπασιν ὄντα τὰ ἐκείνῃ χωρία, φρούριον ἐνταῦθα ἐδείματο· οὗ δὴ τοὺς πύργους πεποίηται οὐχ 4.8.21 ᾗπερ εἰώθει, ἀλλὰ τρόπῳ τοιῷδε. προὔχει τις ἐκ τοῦ περιβόλου οἰκοδομία, στενωτάτη μὲν κατ' ἀρχὰς οὖσα, τελευτῶσα δὲ ἐς εὖρος μέγα· ἐφ' οὗ δὴ ἕκαστος ἐξείρ4.8.22 γασται πύργος. ταύτῃ τε τοῖς πολεμίοις ἄγχιστά πη τοῦ τείχους ἰέναι ἀμήχανά ἐστιν, ἐπεὶ τῶν πύργων κατὰ μέσον γινόμενοι ἐν ἀμφιβόλῳ κατὰ κορυφὴν πρὸς τῶν 4.8.23 ἐκείνῃ φρουρῶν ῥᾷστα βαλλόμενοι διαφθείρονται. τάς 4.8.23 τε πύλας ἐνταῦθα οὐ κατὰ τὰ ξυνειθισμένα τῶν πύργων μεταξὺ ἔθεντο, ἀλλ' ἐκ πλαγίας κατὰ τὸ ἐν στενῷ προὖχον τοῦ τείχους, οὐχ ὁρωμένας τοῖς πολεμίοις, ἀλλ' ὄπισθεν 4.8.24 διαλανθανούσας. ἐνταῦθα Θεόδωρος βασιλεῖ τὴν ὑπουργίαν παρέσχετο, σιλεντιάριος τὴν ἀρχήν, συνετὸς μάλιστα. 4.8.25 τοῦτο μὲν οὖν τὸ ἔρυμα τῇδε πεποίηται. ἐπὶ τείχη δὲ τὰ μακρὰ ἐνθένδε ἰόντας ὀλίγα ὑπειπεῖν ἄξιον. 4.9.1 Ἡ θάλασσα ἐξ ὠκεανοῦ καὶ Ἱσπανίας γῆν τὴν Εὐρωπαίαν ἐν ἀριστερᾷ ποιουμένη μέχρι μὲν ἐς Θρᾴκην κατὰ ταὐτὰ χωρεῖ πρὸς ἀνίσχοντά που τὸν ἥλιον, ἔνθεν δὲ σχιζομένη πὴ μὲν ἐπὶ τὴν ἑῴαν στέλλεται μοῖραν, πὴ δὲ κατὰ βραχὺ ἐγκαρσία γεγενημένη τὸν Εὔξεινον καλού4.9.2 μενον ἀποτελεῖ πόντον. ἐς Βυζάντιον δὲ ἀφικομένη ὥσπερ ἐπὶ