1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

4

οὐδαμῆ ἔχοντος ὅ τι ἄν ποτε ἀγα1.1.49 σθείη μᾶλλον τῶν ἄλλων ἁπάντων. ἀλλὰ καὶ ὡς ἀπο1.1.49 σκοποῦντες πανταχόσε τὸν νοῦν, τάς τε ὀφρῦς ἐπὶ πᾶσι συννενευκότες, οὐχ οἷοί τέ εἰσι ξυνεῖναι τῆς τέχνης, ἀλλ' ἀπαλλάσσονται ἀεὶ ἐνθένδε καταπεπληγμένοι τῇ ἐς τὴν ὄψιν ἀμηχανίᾳ. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει. 1.1.50 Μηχαναῖς δὲ πολλαῖς βασιλεύς τε Ἰουστινιανὸς καὶ Ἀνθέμιος ὁ μηχανοποιὸς σὺν τῷ Ἰσιδώρῳ οὕτω δὴ μετεωριζομένην τὴν ἐκκλησίαν ἐν τῷ ἀσφαλεῖ διεπράξαντο εἶναι· ὧνπερ τὰς μὲν ἄλλας ἁπάσας ἐμοὶ εἰδέναι τε ἄπορον καὶ λόγῳ φράσαι ἀμήχανον, μία δέ μοι μόνον ἔν γε τῷ παρόντι γεγράψεται ᾗ δύναιτ' ἄν τις σύμπασαν τοῦ 1.1.51 ἔργου τεκμηριῶσαι τὴν δύναμιν. ἔχει γὰρ ὧδε. οἱ λόφοι, ὧνπερ ἐπεμνήσθην ἀρτίως, οὐ κατὰ ταὐτὰ ταῖς ἄλ1.1.52 λαις οἰκοδομίαις πεποίηνται, ἀλλὰ τρόπῳ τοιῷδε. λίθων ἐπιβολὴ ἐν τετραγώνῳ διαπεπόνηται, σκληρῶν μὲν φύσιν, ἐργασίαν δὲ λείων, ἐντομὴν δέ, εἰ μὲν τὰ προὔχοντα ποιεῖσθαι τῶν τοῦ λόφου πλευρῶν μέλλοιεν, ἐγγωνίων, εἰ δὲ τὴν μεταξὺ κεκλήρωνται χώραν, ἐν τετραπλεύρῳ 1.1.53 γεγενημένων. συνήρμοσε δὲ αὐτοὺς οὐ τίτανος, ἥνπερ ἄσβεστον ὀνομάζουσιν, οὐκ ἄσφαλτος, ἡ Σεμιράμιδος ἐν Βαβυλῶνι φιλοτιμία, οὐκ ἄλλο τοιοῦτον οὐδέν, ἀλλὰ μόλιβδος ἐς τέλμα χυθείς, καὶ μεταξὺ πανταχόσε χωρήσας, τῶν τε λίθων τῇ ἁρμονίᾳ ἐντετηκὼς καὶ συνδέων ἀλλή1.1.54 λοις αὐτούς. τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται. ἐπὶ τὰ λειπόμενα δὲ τοῦ νεὼ ἴωμεν. χρυσῷ μὲν ἀκιβδήλῳ καταλήλειπται ἡ ὀροφὴ πᾶσα, κεραννῦσα τὸν κόμπον τῷ κάλλει, νικᾷ μέντοι ἡ ἐκ τῶν λίθων αὐγὴ ἀνταστράπ1.1.55 τουσα τῷ χρυσῷ. στοαί τέ εἰσιν ἑκατέρωθι δύο, οἰκοδομίᾳ μὲν τοῦ νεὼ οὐδεμιᾷ διειργόμεναι, ἀλλὰ καὶ μεῖζον αὐτοῦ ποιοῦσαι τοῦ εὔρους τὸ μέτρον, καὶ τῷ μήκει μέχρι ἐς τὸ πέρας συνεξικνούμεναι, τὸ δέ γε ὕψος καὶ 1.1.56 καταδεέστεραι. καὶ αὐταῖς δὲ ἥ τε ὀροφὴ θόλος καὶ ὁ χρυσὸς ἐγκαλλώπισμα. ταύταιν δὲ ταῖν στοαῖν ἁτέρα μὲν τοὺς ἄνδρας εὐχομένους διακεκλήρωται, γυναιξὶ δὲ ταὐτὸ 1.1.57 ποιουμέναις ἡ ἄλλη ἀνεῖται. παραλλὰξ δὲ οὐδὲν ἔχουσιν, οὐδὲ διαφέρουσι δήπου ἀλλήλαιν, ἀλλὰ καὶ τὸ ἴσον αὐταῖν 1.1.58 τῷ ἱερῷ ἐς κάλλος διήκει καὶ ὡραΐζει τὸ ἐμφερές. τίς δ' ἂν τῶν ὑπερῴων τῆς γυναικωνίτιδος ἑρμηνεὺς γένοιτο, ἢ τάς τε παμπληθεῖς διηγοῖτο στοὰς καὶ τὰς περιστύλους 1.1.59 αὐλάς, αἷς ὁ νεὼς περιβέβληται; τίς δὲ τῶν τε κιόνων καὶ λίθων διαριθμήσαιτο τὴν εὐπρέπειαν, οἷς τὸ ἱερὸν κεκαλλώπισται; λειμῶνί τις ἂν ἐντετυχηκέναι δόξειεν ὡραίῳ τὸ 1.1.60 ἄνθος. θαυμάσειε γὰρ ἂν εἰκότως τῶν μὲν τὸ ἁλουργόν, τῶν δὲ τὸ χλοάζον, καὶ οἷς τὸ φοινικοῦν ἐπανθεῖ καὶ ὧν τὸ λευκὸν ἀπαστράπτει, ἔτι μέντοι καὶ οὓς ταῖς ἐναντιωτάταις ποικίλλει χροιαῖς ὥσπερ τις ζωγράφος ἡ φύσις. 1.1.61 ὁπηνίκα δέ τις εὐξόμενος ἐς αὐτὸ ἴοι, ξυνίησι μὲν εὐθὺς ὡς οὐκ ἀνθρωπείᾳ δυνάμει ἢ τέχνῃ, ἀλλὰ θεοῦ ῥοπῇ τὸ ἔργον τοῦτο ἀποτετόρνευται· ὁ νοῦς δέ οἱ πρὸς τὸν θεὸν ἐπαιρόμενος ἀεροβατεῖ, οὐ μακράν που ἡγούμενος αὐτὸν 1.1.62 εἶναι, ἀλλ' ἐμφιλοχωρεῖν μάλιστα οἷς αὐτὸς εἵλετο. καὶ τοῦτο οὐ τὴν πρώτην μόνον ἰδόντι ξυμβαίνει, ἀλλὰ διηνεκὲς ἑκάστῳ ταὐτὸ τοῦτο δοκεῖ, ὥσπερ ἐνταῦθα τῆς 1.1.63 ὄψεως ἀεὶ ἀρχομένης. τούτου κόρον οὐδεὶς τοῦ θεάματος ἔλαβε πώποτε, ἀλλὰ παρόντες μὲν τῷ ἱερῷ ἄνθρωποι τοῖς ὁρωμένοις γεγήθασιν, ἀπιόντες δὲ τοῖς ὑπὲρ αὐτοῦ 1.1.64 διαλόγοις ἀποσεμνύνονται. ἔτι μέντοι τῶν κειμηλίων τοῦ νεὼ τοῦδε τά τε χρυσώματα καὶ τὰ ἐν ἀργύρῳ καὶ λίθοις ἐντίμοις ξύμπαντα μὲν φράσαι ἀκριβολογουμένῳ ἀμήχανον, ἅπερ Ἰουστινιανὸς βασιλεὺς τῇδε ἀνέθηκεν· ἑνὶ δὲ μόνῳ τεκμηριοῦσθαι τοῖς τάδε ἀναλεγομένοις ἐφί1.1.65 ημι· ὁ γὰρ τοῦ ἱεροῦ τὰ μάλιστα χῶρος ἀβέβηλος καὶ μόνοις ἱερεῦσι βατός, ὅνπερ καλοῦσι θυσιαστήριον, λιτρῶν ἀργύρου μυριάδας ἐπιφέρεται τέτταρας. 1.1.66 Τὰ μὲν οὖν τῆς Κωνσταντινουπόλεως ἐκκλησίας, ἥνπερ μεγάλην καλεῖν νενομίκασι, συνελόντι τε καὶ ἄκρῳ δακτύλῳ διαριθμησαμένῳ εἰπεῖν, λόγῳ τε βραχυτάτῳ τὰ τῶν πραγμάτων ἀξιολογώτατα φράσαι, τῇδε Ἰουστινιανῷ δε1.1.67 δημιούργηται βασιλεῖ. οὐ χρήμασι δὲ αὐτὴν ὁ βασιλεὺς ἐδείματο μόνον, ἀλλὰ καὶ