1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

53

νεὼν οἱ ἐπιχώριοι ἐν τοῖς ἄνω χρόνοις Ἰωάννῃ τῷ ἀποστόλῳ ἀνέθηκαν, θεολόγος δὲ τὴν ἐπίκλησιν ὁ ἀπόστολος οὗτος ὠνόμασται, ἐπεὶ τά γε ἀμφὶ τῷ θεῷ ἄμεινον αὐτῷ ἢ κατὰ ἀνθρώπου δεδιήγηται φύ5.1.6 σιν. τοῦτον δὴ τὸν νεὼν Ἰουστινιανὸς βασιλεὺς βραχύν τε ὄντα καὶ καταπεπονηκότα τῷ μήκει τοῦ χρόνου καθελὼν ἐς τὸ ἔδαφος, ἐς τοσόνδε μεθηρμόσατο μεγέθους καὶ κάλλους, ὥστε δή, ξυνελόντα εἰπεῖν, ἐμφερέστατος καὶ παντάπασιν ἐνάμιλλος τῷ ἱερῷ ἐστιν, ὅπερ ἐν πόλει τῇ βασιλίδι τοῖς ἀποστόλοις ἀνέθηκε πᾶσιν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν δεδήλωται λόγοις. 5.1.7 Ταῦτα μὲν ἐν Ἐφέσῳ ἐξείργασται τῷ βασιλεῖ τούτῳ. ἐν Τενέδῳ δὲ ταύτῃ τῇ νήσῳ σωτήριόν τι πόλει τε τῇ βασιλίδι καὶ τοῖς κατὰ θάλασσαν ἐργαζομένοις πεποίηται, ὅπερ ἐγὼ αὐτίκα δηλώσω, τοσοῦτον ὑπειπών· ἡ θάλασσα 5.1.8 ἐφ' Ἑλλησπόντου ἐν στενῷ μάλιστα φέρεται. ἄμφω γὰρ αἱ ἤπειροι ἀλλήλαις ὡς ἀγχοτάτω ἐνταῦθα ἰοῦσαι τὴν τοῦ πορθμοῦ ποιοῦνται ἀρχὴν ἀμφὶ Σηστόν τε καὶ Ἄβυδον, ἐπειδάν τε αἱ νέες ἐνταῦθα ἵκωνται, ὅσαι δὴ Κων5.1.9 σταντινουπόλεως εὐθὺ ἵενται, τῇδε ὁρμίζονται. ἀνάγεσθαι δὲ αὐταῖς ἐνθένδε ἀμήχανά ἐστιν, ὅτι μὴ νότου 5.1.10 ἐπιπνεύσαντος ἀνέμου σφίσιν. ἡνίκα οὖν ὁ σιταγωγὸς στόλος ἐκ πόλεως Ἀλεξανδρείας ἐνταῦθα ἴοι, εἰ μὲν ἐμπέσοι τὸ πνεῦμα ἐπίφορον σφίσι, δι' ὀλίγου μὲν οἱ ταύτην τὴν ἐργασίαν διαχειρίζοντες καταίρουσι ταῖς ναυσὶν ἐς τοὺς Βυζαντίους λιμένας, ἀποφορτιζόμενοι δὲ ἀπαλλάσσονται αὐτίκα δὴ μάλα, ἐφ' ᾧ δὴ πρὸ τῆς τοῦ χειμῶνος ἅπαντες ὥρας δεύτερόν τε καὶ τρίτον διαπεραιώ5.1.11 σονται στόλον. ὅσοις δὲ αὐτῶν βουλομένοις ᾖ, καὶ ἄλλο τι τῶν ἐμπολημάτων ἐνθένδε ἀντιφορτισάμενοι ἀναστρέ5.1.12 φουσιν. εἰ μέντοι ἀπ' ἐναντίας σφίσι τὸ πνεῦμα ἐφ' Ἑλλησπόντου ἴοι, ἐνταῦθα δὴ τῷ τε σίτῳ καὶ ταῖς ναυσὶ 5.1.13 σεσηπέναι συνέβαινεν. ἅπερ ἐν προνοίᾳ πεποιημένος Ἰουστινιανὸς βασιλεὺς διαφανῶς ἐπιδέδεικται ὡς ἀνθρώπῳ ἂν ἀμήχανον οὐδὲν γένοιτο, οὐδ' ἢν τοῖς χαλε5.1.14 πωτάτοις ἀνταγωνίζοιτο. ἐν Τενέδῳ γὰρ τῇ νήσῳ, ἣ τοῦ πορθμοῦ ἄγχιστά ἐστι, σιτῶνα ἐπετεχνήσατο τῷ παντὶ στόλῳ ἀποφορτίσασθαι διαρκῶς ἔχοντα, εὖρος μὲν οὐχ ἧττον ἢ ποδῶν ἐνενήκοντα, μῆκος δὲ ποδῶν ὀγδοήκοντα καὶ διακοσίων, ἐς ὕψος τε ἄφατον ἐπιεικῶς κατατείνοντα. 5.1.15 οὗ δὴ τῷ βασιλεῖ ἐξειργασμένου, ὁπηνίκα ἂν τοῦ δημοσίου σίτου παραπομποὶ ἐνταῦθα ἰόντες ἀνέμων ἐναντιώμασι συμποδίζοιντο, οἵδε τὸν φόρτον ἐν τῷ σιτῶνι καταθέμενοι τούτῳ καὶ χαίρειν φράσαντες τῷ τε βορρᾷ καὶ ζεφύρῳ πολλά, καὶ εἴ τις ἄλλος ἀπ' ἐναντίας αὐτοῖς 5.1.16 ἐνταῦθα ἴοι, ἐς πλοῦν ἕτερον συσκευάζονται. καὶ αὐτοὶ μὲν εὐθὺς εἰς τὰ οἰκεῖα κομίζονται, χρόνῳ δὲ ὕστερον, ὁπηνίκα ἂν τὸν ἐνθένδε ἀπόπλουν ἐς Βυζάντιον ἐν ἐπιτηδείῳ γενέσθαι ξυμβαίη, πλοίοις ἑτέροις τὸν σῖτον ἐκ Τενέδου διακομίζουσιν οἷς ἐπίκειται ἡ τιμὴ αὕτη. 5.2.1 Ἔστι δέ τις ἐν Βιθυνοῖς πόλις, Ἑλένης ἐπώνυμος οὖσα τῆς Κωνσταντίνου βασιλέως μητρός. ἐκ ταύτης γὰρ τὴν Ἑλένην ὡρμῆσθαί φασι, κώμης οὐκ ἀξιολόγου 5.2.2 τὰ πρότερα οὔσης. ᾗπερ τὰ τροφεῖα Κωνσταντῖνος ἐκτίνων ὀνόματι μὲν καὶ ἀξιώματι πόλεως τὸ χωρίον δεδώρηται τοῦτο, οὐ μέντοι οὐδὲν οὐδὲ βασιλικὸν οὐδὲ μεγαλοπρεπὲς τῇδε πεποίηται, ἀλλὰ τῇ μὲν κατασκευῇ ἐπὶ τῆς προτέρας διέμεινε τύχης, κεκόμψευται δὲ μόνῳ τῷ πόλις κεκλῆσθαι καὶ τῇ ἐπωνυμίᾳ τῆς τροφίμου Ἑλένης 5.2.3 ἀποσεμνύνεται. ὁ δὲ καθ' ἡμᾶς βασιλεύς, ὥσπερ τὴν ἀγνωμοσύνην ἀπολογούμενος τοῦ τῆς βασιλείας προπάτορος, πρῶτα μὲν ὕδατος ἀπορίᾳ πιεζομένην τὴν πόλιν ἰδὼν καὶ δίψῃ ἐπιεικῶς δεινῇ ἐχομένην, ὀχετὸν αὐτοσχεδιάζει θαυμάσιον οἷον, ὕδωρ τε αὐτῷ παρέχεται ἀπροσδόκητον ἰδεῖν, τοῖς τῇδε ἀνθρώποις οὐ πιεῖν μόνον, ἀλλὰ καὶ λούεσθαι ἱκανῶς ἔχον, καὶ ὅσα ἄλλα τρυφῶσιν ἄνθρωποι, εὐπορίαν κατακόρως ὕδατος ἔχοντες. 5.2.4 πρὸς δὲ καὶ βαλανεῖον αὐτοῖς ἐν δημοσίῳ πεποίηται οὐ πρότερον ὄν, ἕτερόν τε ἀνῳκοδομήσατο διεφθαρμένον τε καὶ εἰκῆ κείμενον τῷ τε σπανίζειν, ᾗπέρ μοι ἐρρήθη, 5.2.5 τοῦ ὕδατος καὶ τῷ ἀπημελῆσθαι καταπεσὸν ἤδη. ἀλλὰ καὶ ἱερὰ καὶ βασίλεια καὶ στοὰς