1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

39

ἀποχρήσει. ἅπαντα γὰρ ἐς τὸ ἀκριβὲς λεπτολογεῖσθαι ἀμήχανον, ἐπεὶ τῷ βασιλεῖ προσηκούσης τῆς πόλεως ἐλασσοῦσθαι αὐτῆς ἅπαντα λόγον ἐπάναγκες. 4.1.28 Ἔτι μέντοι καὶ Βεδερίανα τὸ φρούριον ἀνοικοδομησάμενος ὅλον πολλῷ ὀχυρώτερον κατεστήσατο. ἦν δέ τις ἐν ∆αρδάνοις ἐκ παλαιοῦ πόλις, ἥπερ Οὐλπιᾶνα ὠνό4.1.29 μαστο. ταύτης τὸν περίβολον καθελὼν ἐκ τοῦ ἐπὶ πλεῖστον (ἦν γὰρ σφαλερὸς ἐς τὰ μάλιστα καὶ ὅλως ἀχρεῖος) ἄλλα τε αὐτῇ παμπληθῆ ἐγκαλλωπίσματα ποιησάμενος, ἔς τε τὴν νῦν μεταθέμενος εὐκοσμίαν, Σεκοῦνδαν αὐτὴν 4.1.30 Ἰουστινιανὴν ἐπωνόμασε. σεκοῦνδαν γὰρ τὴν δευτέραν Λατῖνοι λέγουσι. καὶ ἄλλην δὲ αὐτῇ πλησίον ἐδείματο πόλιν οὐ πρότερον οὖσαν, ἥνπερ Ἰουστινούπολιν τῷ θείῳ 4.1.31 ὁμωνύμως ἐκάλεσεν. ἀλλὰ καὶ Σαρδικῆς καὶ Ναϊσουπόλεως, ἔτι μέντοι Γερμαῆς τε καὶ Πανταλείας διερρωγότα τῷ χρόνῳ τὰ τείχη εὑρὼν οἰκοδομησάμενός τε ξὺν 4.1.32 τῷ ἀσφαλεῖ ἄμαχα τοῖς πολεμίοις διεπράξατο εἶναι. καὶ πολίχνια δὲ τούτων δὴ μεταξὺ ἐδείματο τρία, Κρατίσκαρά τε καὶ Κουιμέδαβα καὶ Ῥουμισίανα. οὕτω μὲν οὖν τάσδε 4.1.33 τὰς πόλεις ἐκ θεμελίων ἀνέστησε. πρόβολον δὲ ἰσχυρότατον αὐτῶν τε καὶ πάσης Εὐρώπης Ἴστρον ποταμὸν ποιεῖσθαι ἐθέλων, ἐρύμασι τοῦ ποταμοῦ τὴν ἠϊόνα περιβάλλει συχνοῖς, ὥσπερ μοι γεγράψεται οὐ πολλῷ ὕστερον, φυλακτήριά τε στρατιωτῶν πανταχόθι τέθειται τῆς ἀκτῆς, ἀναχαιτίσοντα τὴν διάβασιν βεβαιότατα τοῖς τῇδε 4.1.34 βαρβάροις. ἀλλὰ καὶ τούτων οἱ ἐξειργασμένων, ὑπόπτως ἐς τῆς ἀνθρωπείας ἐλπίδος τὸ σφαλερὸν ἔχων, λογισάμενός τε ὡς εἰ τοῖς πολεμίοις ὅτῳ δή ποτε τρόπῳ διαπορθμεύσασθαι δυνατὰ εἴη, ἐπιθήσονται ἀφυλάκτοις τὸ παράπαν τοῖς ἀγροῖς οὖσι, καὶ ἀνθρώπους μὲν ἐξανδραποδιοῦσιν ἡβηδὸν ἅπαντας, χρήματα δὲ ληΐσονται πάντα, οὐκ ἐπὶ κοινῆς αὐτοῖς μόνον τὴν ἀσφάλειαν ἐν τοῖς κατὰ τὸν ποταμὸν ὀχυρώμασιν ἀπέλιπεν εἶναι, ἀλλὰ καὶ ἰδίαν 4.1.35 πεποίηται· οὕτω συνεχῆ τὰ ἐρύματα ἐν τοῖς χωρίοις ἀπεργασάμενος ὥστε ἀγρὸς ἕκαστος ἢ φρούριον ἀποτετόρνευται, ἢ τῷ τετειχισμένῳ πρόσοικός ἐστιν, ἐνταῦθά τε κἀν τῇ Ἠπείρῳ τῇ τε νέᾳ καὶ τῇ παλαιᾷ καλουμένῃ. 4.1.36 οὗ δὴ καὶ πόλις αὐτῷ πεποίηται Ἰουστινιανούπολις, ἡ πρότερον Ἀδριανούπολις καλουμένη. 4.1.37 Ἀνενεώσατο δὲ Νικόπολίν τε καὶ Φωτικὴν καὶ τὴν Φοινίκην ὠνομασμένην. αἱ δύο αὗται πολίχναι, ἥ τε Φωτικὴ καὶ ἡ Φοινίκη, ἐν τῷ χθαμαλῷ τῆς γῆς ἔκειντο, 4.1.38 ὕδασι περιρρεόμεναι τῇδε λιμνάζουσι. διὸ δὴ λογισάμενος Ἰουστινιανὸς βασιλεὺς εἶναι ἀμήχανα ἐπὶ στερρᾶς θεμελίων συνθήκης περιβόλους αὐταῖς ἀναστῆναι, αὐτὰς μὲν ἐπὶ σχήματος τοῦ αὐτοῦ εἴασε, φρούρια δὲ αὐτῶν ἀγχοτάτω ἔν τε ἀνάντει καὶ ἰσχυρῶς ὀρθίῳ ἐδείματο. 4.1.39 ἦν δέ τις ἐνταῦθα πόλις ἀρχαία, ὕδασιν ἐπιεικῶς κατακορὴς οὖσα, ὀνόματός τε τῆς τοῦ χωρίου φύσεως ἀξίου 4.1.40 ἐπιτυχοῦσα. Εὔροια γὰρ ἀνέκαθεν ὠνομάζετο. ταύτης δὲ τῆς Εὐροίας οὐ πολλῷ ἄποθεν λίμνη κέχυται καὶ νῆσος κατὰ μέσον ἀνέχει καὶ λόφος αὐτῇ ἐπανέστηκε. 4.1.41 διαλείπει δὲ ἡ λίμνη τοσοῦτον, ὅσον τινὰ ἐν εἰσόδου 4.1.42 μοίρᾳ τῇ νήσῳ λελεῖφθαι. ἔνθα δὴ βασιλεὺς τοὺς τῆς Εὐροίας μεταβιβάσας οἰκήτορας, πόλιν ὀχυρωτάτην οἰκοδομησάμενος ἐτειχίσατο. 4.2.1 Μετὰ δὲ τὴν Ἤπειρον ὅλην Αἰτωλούς τε καὶ Ἀκαρνᾶνας παραδραμόντι ὅ τε Κρισαῖος ἐκδέχεται κόλπος καὶ ὅ τε Ἰσθμὸς ἥ τε Κόρινθος καὶ τὰ ἄλλα τῆς Ἑλλάδος χωρία. ἔνθα δὴ τῆς παρ' αὐτοῦ τὰ μάλιστα προνοίας 4.2.2 ἠξίωνται. μάλιστα δὲ πάντων θαυμάσειεν ἄν τις ὁπόσοις περιβόλοις ἐτειχίσατο τὴν Ῥωμαίων ἀρχήν. τῶν τε γὰρ ἄλλων προὐνόησε πάντων καὶ οὐχ ἥκιστα τῶν ἐν 4.2.3 Θερμοπύλαις ἀνόδων. πρῶτα μὲν οὖν τὰ τείχη ἐς ὕψος αὐτῷ ἀνέστη μέγα. ἦν γάρ, εἴ τις προσίοι, εὐπετῶς ἁλωτὰ καὶ οὐ τετειχισμένα τὰ ὄρη, ἃ ταύτῃ ἀνέχει, ἀλλ' 4.2.4 ἀποτετριγχωμένα ἐδόκει εἶναι. οἷς δὴ καὶ διπλᾶς τὰς 4.2.4 ἐπάλξεις ἐντέθειται πάσας. κατὰ ταὐτὰ δὲ κἀν τῷ φρουρίῳ ἐξείργασται, ὅπερ ἐνταῦθα ἐκ παλαιοῦ ἦν παρέργως 4.2.5 οὕτω πεποιημένον τοῖς πάλαι ἀνθρώποις. διαρκές τε γὰρ αὐτῷ ὕψος ἐντέθεικε καὶ διπλοῦς τοὺς προμαχῶνας 4.2.6 πεποίηται.