1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

31

λοιπὸν ὁ Ῥωμαίων βασιλεὺς ἄρχοντα τοῖς Ἀρμενίοις ἀεὶ καθίστη ὅντινά ποτε καὶ ὁπηνίκα ἂν αὐτῷ βουλομένῳ 3.1.15 εἴη. κόμητά τε Ἀρμενίας ἐκάλουν καὶ εἰς ἐμὲ τὸν ἄρχοντα τοῦτον. 3.1.16 Ἀλλ' ἐπεὶ οὐχ οἵα τε ἦν ἡ τοιαύτη ἀρχὴ ἀποκρούεσθαι τὰς τῶν πολεμίων ἐφόδους, οὐ παρόντων αὐτῇ στρατιωτικῶν καταλόγων, κατανενοηκὼς Ἰουστινιανὸς βασιλεὺς οὕτως ἀτάκτως τὴν Ἀρμενίαν ἀεὶ φερομένην, ταύτῃ τε τοῖς βαρβάροις εὐάλωτον οὖσαν, ταύτην μὲν τὴν ἀρχὴν ἐνθένδε καθεῖλε, στρατηγὸν δὲ τοῖς Ἀρμενίοις ἐπέστησε, στρατιωτικῶν τε καταλόγων αὐτῷ κατεστήσατο πλῆθος ἀξιόχρεων ταῖς τῶν πολεμίων ἐπιδρομαῖς ἀντιτάξασθαι. 3.1.17 τὰ μὲν οὖν ἀμφὶ τῇ μεγάλῃ καλουμένῃ Ἀρμενίᾳ διῳκήσατο ὧδε, τῇ δὲ ἄλλῃ Ἀρμενίᾳ, ἥπερ ἐντὸς Εὐφράτου ποταμοῦ οὖσα διήκει ἐς Ἄμιδαν πόλιν, σατράπαι ἐφειστήκεισαν Ἀρμένιοι πέντε, καὶ κατὰ γένος μὲν ἐς ἀεὶ ἐς τὰς ἀρχὰς ἐκαλοῦντο ταύτας, ἐχόμενοι αὐτῶν ἄχρι 3.1.18 ἐς θάνατον. σύμβολα μέντοι αὐτῶν πρὸς τοῦ Ῥωμαίων βασιλέως ἐδέχοντο μόνον. ἄξιον δὲ τὰ σύμβολα ταῦτα δηλῶσαι λόγῳ, ἐπεὶ οὐκέτι ἐς ἀνθρώπου ὄψιν ἀφίξεται. 3.1.19 χλαμὺς ἡ ἐξ ἐρίων πεποιημένη, οὐχ οἷα τῶν προβατίων 3.1.20 ἐκπέφυκεν, ἀλλ' ἐκ θαλάσσης συνειλεγμένων. πίννους τὰ ζῷα καλεῖν νενομίκασιν, ἐν οἷς ἡ τῶν ἐρίων ἔκφυσις γίνεται. χρυσῷ δὲ ἡ τῆς πορφύρας κατηλήλειπτο μοῖρα, 3.1.21 ἐφ' ἧς εἴωθεν ἡ τῆς ἁλουργίδος ἐμβολὴ γίνεσθαι. περόνη χρυσῆ τῇ χλαμύδι ἐπέκειτο, λίθον ἐπὶ μέσης περιφράττουσά τινα ἔντιμον, ἀφ' οὗ δὴ ὑάκινθοι τρεῖς χρυ3.1.22 σαῖς τε καὶ χαλαραῖς ταῖς ἁλύσεσιν ἀπεκρέμαντο. χιτὼν ἐκ μετάξης ἐγκαλλωπίσμασι χρυσοῖς πανταχόθεν ὡραϊ3.1.23 σμένος, ἃ δὴ νενομίκασι πλούμια καλεῖν. ὑποδήματα μέχρι ἐς γόνυ φοινικοῦ χρώματος, ἃ δὴ βασιλέα μόνον Ῥωμαίων τε καὶ Περσῶν ὑποδεῖσθαι θέμις. 3.1.24 Στρατιώτης δὲ Ῥωμαῖος οὔτε τῷ Ἀρμενίων βασιλεῖ οὔτε σατράπαις ἤμυνε πώποτε, ἀλλὰ τὰ πολέμια κατὰ μόνας 3.1.25 αὐτοὶ διῳκοῦντο. χρόνῳ δὲ ὕστερον ἐπὶ Ζήνωνος βασιλεύοντος Ἰλλοῦ τε καὶ Λεοντίῳ τετυραννηκόσιν ἐπὶ βασιλέα διαφανῶς συντάσσεσθαί τινες τῶν σατραπῶν ἔγνω3.1.26 σαν. διὸ δὴ Λεόντιόν τε καὶ Ἰλλοῦν Ζήνων βασιλεὺς ὑποχειρίους πεποιημένος, σατράπην μὲν ἕνα φαυλοτάτην ἀρχὴν ἔχοντα καὶ ὡς ἥκιστα λόγου ἀξίαν ἐν χώρᾳ τῇ Βελαβιτίνῃ καλουμένῃ, ἐπὶ τοῦ προτέρου σχήματος εἴασε, τοὺς δὲ λοιποὺς καθελὼν ἅπαντας οὐκέτι ἐς τοὺς κατὰ γένος σφίσι προσήκοντας ξυνεχώρησε τὰς ἀρχὰς φέρεσθαι, ἀλλ' ἑτέρους ἀεὶ τὴν ἀρχὴν διαδέχεσθαι διώρισε ταύτην οὓς ἂν βουλομένῳ βασιλεῖ εἴη, ὥσπερ ἐφ' ἁπάσαις 3.1.27 ταῖς ἄλλαις διώρισται Ῥωμαίων ἀρχαῖς. στρατιῶται μέντοι οὐδ' ὣς Ῥωμαῖοι αὐτοῖς εἵποντο, ἀλλὰ τῶν Ἀρμενίων τινές, ᾗπερ τὰ πρότερα εἴθιστο, καὶ ἀπ' αὐτοῦ πολεμίους 3.1.28 προσβάλλοντας ἀποκρούεσθαι ἀδύνατοι ἦσαν. ἃ δὴ καταμαθὼν Ἰουστινιανὸς βασιλεὺς τὸ μὲν τῶν σατραπῶν ὄνομα ἐξήλασεν ἐνθένδε εὐθύς, δοῦκας δὲ τοὺς καλου3.1.29 μένους δύο τοῖς ἔθνεσιν ἐπέστησε τούτοις· οἷς δὴ ξυνεστήσατο μὲν Ῥωμαίων στρατιωτῶν καταλόγους παμπληθεῖς, ἐφ' ᾧ τὰ Ῥωμαίων ξυμφυλάξουσιν αὐτοῖς ὅρια· ὀχυρώματα δὲ δεδημιούργηκεν αὐτοῖς κατὰ τάδε. 3.2.1 Ἄρξομαι δὲ ἀπὸ τῶν ἐν Μεσοποταμίᾳ χωρίων, ὅπως δὴ ὁ λόγος τοῖς ἔμπροσθέν μοι δεδιηγημένοις προσεχῶς ἄγοιτο. τὸν μὲν οὖν ἕνα, τὸν ἐν τοῖς Ἀρμενίων ἔθνεσιν ἄρχοντα, ὃν δοῦκα καλοῦσιν, ἐν πόλει Μαρτυροπόλει καλουμένῃ ἱδρύσατο, τὸν δὲ δὴ ἕτερον ἐν φρουρίῳ, ὅπερ 3.2.2 Κιθαρίζων καλοῦσιν. ὅπη ποτὲ δὲ τῆς Ῥωμαίων ἀρχῆς τὰ χωρία τάδε ξυμβαίνει εἶναι, ἐγὼ δηλώσω. ἐν Ἀρμενίᾳ τῇ Σοφανηνῇ καλουμένῃ πόλις ἐστί που Μαρτυρόπολις ὄνομα παρ' αὐτὸν ποταμὸν Νυμφίον κειμένη καὶ τοῖς πολεμίοις ὡς ἀγχοτάτω πρόσοικος οὖσα, ἐπεὶ ὁ Νυμφίος ποταμὸς διορίζει ἐνταῦθα τὰ Ῥωμαίων τε καὶ Περσῶν 3.2.3 ἤθη. ἐπὶ θάτερα γὰρ τοῦ ποταμοῦ Ἀρξανηνὴ ἡ χώρα οἰκεῖται Περσῶν κατήκοος ἐκ παλαιοῦ οὖσα. ἀλλὰ καὶ ὣς ἡ πόλις ἀπημελημένη Ῥωμαίοις τούτοις δὴ ἀεὶ τοῖς 3.2.4 βαρβάροις ἀπέκειτο. ὥστε ἀμέλει Καβάδης ὁ Περσῶν βασιλεὺς ἐπὶ Ἀναστασίου βασιλεύοντος ἐσέβαλε Ῥωμαίων τὴν γῆν, διὰ