1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

27

μέντοι καὶ τοῦ καλουμένου Ἡμερίου τὰ τείχη εὑρὼν πὴ μὲν παρέργως τε καὶ ἐπὶ σφαλερᾶς τῆς οἰκοδομίας γεγενημένα, πὴ δὲ καὶ μόνῳ περιβεβλημένα πηλῷ, πιεζόμενα δὲ καὶ ὕδατος ἀπορίᾳ πολλῇ καὶ ἀπ' αὐτοῦ τοῖς πολεμίοις εὐκαταφρόνητα παντάπασιν ὄντα, καθεῖλε μὲν εἰς τὸ ἔδαφος, ἐς δὲ τὸ ἀκριβὲς λίθων ἐπιβολαῖς σκληρῶν μάλιστα δειμάμενος εὐθὺς ἅπαντα, εὔρους τε καὶ ὕψους μέγα τι χρῆμα τῷ ἔργῳ κατὰ λόγον ἐνθέμενος, καὶ ὑδάτων ταμιεῖα τεκτηνάμενος πανταχόσε τῶν ὀχυρωμάτων παμπληθῆ, ταῦτά τε κατακορῆ ὕδασιν ὀμβρίοις καταστησάμενος ἅπαντα, ἱδρυσάμενος δὲ καὶ φρουρῶν ὅμιλον, ἐς τὴν νῦν φαινομένην ἀσφάλειαν καρτερώτατα τὴν αὐτοῦ ἐπικρά2.9.11 τειαν μετεβίβασεν. ἃ δὴ ἐπὶ μακρότατον ἄν τις διασκοπούμενος τάς τε ἄλλας ἁπάσας Ἰουστινιανοῦ βασιλέως ἀγαθοεργίας ὑπεριδών, τούτου δὴ μόνου φαίη ἂν εἵνεκα τὴν βασιλείαν παραλαβεῖν, τοῦ θεοῦ δηλονότι τὰ τῆς σωτηρίας Ῥωμαίων τῷ γένει διηνεκὲς πρυτανεύοντος. 2.9.12 Πρὸς ἐπὶ τούτοις δὲ καὶ τὴν Ἱεράπολιν, ἥπερ ἁπασῶν πρώτη τῶν τῇδε πόλεων τυγχάνει οὖσα, λαβὼν ἀποκειμένην τοῖς ἐπιβουλεύειν ἐθέλουσι, προμηθεῖ διεσώσατο 2.9.13 γνώμῃ. χώραν τε γὰρ ἔρημον τὰ πρότερα περιβεβλημένην πολλὴν καὶ διὰ τοῦτο ἀφύλακτον οὖσαν, τῶν μὲν ἀνονήτων αὐτὴν περιόδων ἀπήλλαξεν, ἐπιτομώτερον δὲ σὺν τῷ ἀσφαλεῖ καταστησάμενος τὸν περίβολον, ἔς τε τὸ τῆς χρείας ἀναγκαῖον ξυναγαγὼν ἐχυρωτάτην τανῦν 2.9.14 ἐν τοῖς μάλιστα διεπράξατο τὴν πόλιν εἶναι. οὗ δὴ καὶ τόδε ἀγαθὸν εἴργασται. πότιμον ὕδωρ ἐκ μυχῶν τῆς γῆς ἄνεισιν ἐν μέσῃ πόλει διηνεκῶς, λίμνην τέ τινα ἐνταῦθα 2.9.15 εὐρεῖαν ποιεῖται. τοῦτο πολεμίων μέν, ἂν οὕτω τύχοι, προσεδρευόντων γίνεται τῇ πόλει σωτήριον, ἐν δὲ ἀγαθοῖς πράγμασιν οὐκ ἀναγκαῖον αὐτῇ ξυμβαίνει εἶναι, 2.9.16 ἔξωθεν εἰσαγομένων ὑδάτων πολλῶν· προϊόντος δὲ τοῦ χρόνου εἰρήνῃ μακρᾷ συμβεβιωκότες οἱ τῇδε ᾠκημένοι, ἀνάγκης δὲ οὐδεμιᾶς ἐς πεῖραν ἐλθόντες, ἐν ὀλιγωρίᾳ τοῦτο πεποίηνται. οὐ γὰρ οἶδεν ἀνθρώπου φύσις ὑπὲρ 2.9.17 τῶν παρόντων κακῶν ἐν εὐδαιμονίᾳ βουλεύεσθαι. ῥύπου τοίνυν τὴν λίμνην ἐνδελεχέστατα ἐνεπλήσαντο, νηχόμενοί τε καὶ πλυνοὺς ἐνταῦθα ποιούμενοι καὶ ἀπορριπτοῦντες φορυτοὺς ἅπαντας * * * 2.9.18 Ἔκειτο δὲ καὶ ἄλλα ἄττα ἐν ταύτῃ δὴ τῇ Εὐφρατησίᾳ χωρία, Ζεῦγμά τε καὶ Νεοκαισάρεια, ἃ δὴ πολίχναι μὲν ἄχρι ἐς τὸ ὄνομα ἦσαν, τείχεσι δὲ περιεβέβληντο αἱμα2.9.19 σιᾶς τρόπον. ᾧ τῷ μὲν γὰρ τῆς οἰκοδομίας κολοβῷ ἐσβατὰ πόνῳ οὐδενὶ τοῖς πολεμίοις ἐγίνετο, ἀδεέστερον ἐς αὐτὰ ἐσπηδᾶν ἔχουσι, τῷ δὲ στενῷ λίαν ἀφύλακτα, οὐκ ἐχόντων τὸ παράπαν τῶν ἐνταῦθα φρουρῶν ὅποι 2.9.20 ἂν ἑστῶτες ἀμύνοιντο. ἀλλὰ καὶ ταῦτα Ἰουστινιανὸς βασιλεὺς τείχεσιν ἀληθέσι περιβαλὼν εὔρους τε καὶ ὕψους ἱκανῶς ἔχουσι, καὶ τῇ ἄλλῃ κατασκευῇ κρατυνάμενος, πόλεις τε διεπράξατο καλεῖσθαι δικαίως καὶ κρείσσους εἶναι τῆς τῶν πολεμίων ἐπιβουλῆς. 2.10.1 Ἀλλὰ καὶ τῶν πόλεων τὰς Χοσρόῃ ἁλούσας (ἡνίκα ὁ βάρβαρος οὗτος ἀλογήσας τὰ παρ' αὐτοῦ ὀμωμοσμένα ἐν ταῖς ἀπεράντοις σπονδαῖς καὶ τὰ διδόμενά οἱ ἐπ' αὐταῖς χρήματα, καὶ βασκανίᾳ μὲν ἐς Ἰουστινιανὸν βασιλέα ἐχόμενος, οἷς δὴ Λιβύης τε καὶ Ἰταλίας τῷ πολέμῳ κύριος γέγονε, καὶ τὴν ἐς τὰ ὀμωμοσμένα πίστιν περὶ ἐλάσσονος τῆς ἐς ταῦτα λύσσης πεποιημένος. καιροφυλακήσας δὲ ἀπολελειμμένον ἐν τῇ ἑσπερίᾳ ἐκ τοῦ ἐπὶ πλεῖστον τὸν Ῥωμαίων στρατὸν αὐτάγγελος ἐσβέβληκεν ἐς Ῥωμαίων τὴν γῆν, ἀνηκόων ἔτι Ῥωμαίων ὄντων τῆς τῶν πολεμίων ἐφόδου) ἐς τοῦτο δὴ μετεστήσατο βασιλεὺς Ἰουστινιανὸς ἀσφαλείας καὶ κόσμου ὥστε ἁπάσας εὐδαιμονεστέρας κατὰ πολὺ τανῦν ἢ πρότερον εἶναι, καὶ μηκέτι περὶ τὰς τῶν κακουργησόντων βαρβάρων ἐφόδους περιδεεῖς εἶναι, μηδέ τινι μηχανῇ πρὸς τὰς ἐπιβουλὰς ὑπόπτως ἔχειν. 2.10.2 Μάλιστα δὲ ἁπασῶν Ἀντιόχειαν, ἣ νῦν Θεούπολις ἐπικέκληται, κόσμου τε καὶ ὀχυρώματος ἐνεπλήσατο πολλῷ 2.10.3 μείζονος ἢ πρότερον εἶναι ξυνέβαινεν. ἦν μὲν γὰρ αὐτῆς τὸ παλαιὸν ὁ περίβολος μακρός τε ὑπεράγαν καὶ περιόδων πολλῶν ἀτεχνῶς ἔμπλεως, πὴ μὲν τὰ πεδία περιβάλλων