1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

55

ἀρξάμενός τε τοῦ ἔργου ἤδη πολλὴν ἐς αὐτὸ διατριβὴν ἔχει· ὅπερ εὖ οἶδα ὅτι ὑποτελέσει οὐ πολλῷ ὕστερον, τεκμηριούμενος ὅτι δὴ αὐτῷ τὰ 5.3.11 ἔργα συνεπιλαμβάνεται ὁ θεὸς ἅπαντα. οὐκοῦν ἀπέραντον αὐτῷ ἐνθύμημα οὐδὲν ἔμεινεν ἐς τόδε τοῦ χρόνου, καίτοι ἐπὶ πλείστοις τὸ κατ' ἀρχὰς τοῖς ἀμηχάνοις ἐγχειρεῖν ἔδοξεν. 5.3.12 Ἔστι δέ τις ἐν Βιθυνοῖς ὁδὸς ἐς τὰ Φρυγῶν ἤθη ἐνθένδε ἰόντι, ἔνθα δὴ ἀνθρώποις τε ἀναρίθμοις καὶ ζῴοις 5.3.13 ἑτέροις χειμῶνος ὥρᾳ διολωλέναι ξυνέβαινε· γεώδης γὰρ ὑπεράγαν ἡ χώρα οὖσα, μὴ ὅτι ὄμβρων ἐξαισίων καταρραγέντων ἢ χιόνων πολλῶν ἐπικεχυμένων τε καὶ διαλυθεισῶν ἐν ἐσχάτῳ, ἀλλὰ καὶ ψεκάδων ἐπιπεπτωκυιῶν, ἂν οὕτω τύχῃ, ἐς τέλμα βαθὺ καὶ ἀπόρευτον ξυνισταμένη, τάς τε ὁδοὺς τεναγώδεις ἐργαζομένη, τοὺς τῇδε 5.3.14 ἰόντας ἐκ τοῦ ἐπὶ πλεῖστον ἀπέπνιγεν. ἀλλὰ καὶ τοῦτον αὐτός τε μεγαλοφροσύνῃ ψυχῆς καὶ ἡ βασιλὶς Θεοδώρα 5.3.15 τὸν κίνδυνον τοῖς παριοῦσι διέλυσαν. ἐς ἡμέρας γὰρ ὁδοῦ ἥμισυ εὐζώνῳ ἀνδρὶ λίθοις παμμεγέθεσι σκέπας τῇ λεωφόρῳ ἀπεργασάμενοι ἐπὶ στερρᾶς τῆς ὁδοῦ παριέναι διεσκευάσαντο τοὺς τῇδε ἰόντας. ταῦτα μὲν Ἰουστινιανῷ βασιλεῖ ταύτῃ ἐξείργασται. 5.3.16 Πηγαὶ δὲ θερμῶν φύσει ἐν Βιθυνοῖς ὑδάτων ἀναβλυ5.3.17 στάνουσιν ἐν χώρῳ, ὅνπερ ἐπονομάζουσι Πύθια. ταύτας ἔχουσι παραψυχὴν ἄλλοι τε πολλοὶ καὶ διαφερόντως Βυ5.3.18 ζάντιοι, ἄλλως τε ὅσοις νοσώδεσι συμβαίνει εἶναι. ἔνθα δὴ πολυτέλειαν ἐπιδέδεικται βασιλεῖ πρέπουσαν· βασίλειά τε γὰρ ᾠκοδομήσατο οὐ πρότερον ὄντα καὶ λουτρῶνα ἐν δημοσίῳ τῶν ἐκεῖ φυομένων θερμῶν ὑδάτων 5.3.19 πεποίηται. πηγάς τε ποτίμων ὑδάτων ὡς ἑκάστῳ ἀποβλυζούσας ἐς τόνδε τὸν χῶρον ὀχεταγωγίᾳ διακομίσας, τὸν πρότερον ἐνταῦθα ἐπιχωριάζοντα περιεῖλεν αὐχμόν. 5.3.20 ἀλλὰ καὶ τοῦ ἀρχαγγέλου τὸ τέμενος καὶ τὸ τῶν νοσούντων ἀναπαυστήριον, μείζω τε καὶ κατὰ πολὺ ἐπιφανέστερα κατεστήσατο. 5.4.1 Ἔστι δὲ ποταμὸς ἐν Γαλάταις, ὅνπερ καλοῦσιν οἱ ἐπιχώριοι Σίβεριν, τῶν μὲν καλουμένων Συκεῶν ἄγχιστα, πόλεως δὲ Ἰουλιουπόλεως ἀπὸ σημείων μάλιστα δέκα, ἐς 5.4.2 τὰ πρὸς ἀνίσχοντα ἥλιον. ὃς δὴ πολλάκις ἐξαπιναίως ἀρθεὶς ἐπὶ μέγα τῶν ἐκείνῃ ὁδῷ ἰόντων πολλοὺς ἔφθει5.4.3 ρεν. οἷσπερ ὁ βασιλεὺς ἀπαγγελλομένοις συνταραχθεὶς διακωλυτὴς τοῦ κακοῦ τὸ λοιπὸν γέγονε, τὸν μὲν ποταμὸν γεφυρώσας ἔργῳ ἰσχυρῷ καὶ οἵῳ πλημμύροντι ποταμῷ μάχεσθαι, ἕτερον δὲ τοῖχον ἐν προβόλου σχήματι τῆς γεφύρας ἐς τὰ πρὸς ἕω πεποιημένος, ὃν δὴ πρόμα5.4.4 χον καλοῦσιν οἱ ταῦτα σοφοί. καὶ νεὼν δὲ αὐτῆς ᾠκοδομήσατο ἐς τὰ πρὸς δύοντα ἥλιον τοῖς παριοῦσι σω5.4.5 τήριον χειμῶνος ὥρᾳ ἐσόμενον. ταύτης δὲ Ἰουλιουπόλεως τὸν περίβολον ἠνώχλει τε καὶ κατέσειε ποταμός, ἀμφὶ 5.4.6 τὰ πρὸς ἑσπέραν παραρρέων. ἀλλὰ καὶ αὐτὸν διεκώλυσεν ὁ βασιλεὺς οὗτος, ἀντιτείχισμα τῷ περιβόλῳ ἐπὶ πόδας οὐχ ἧσσον ἢ πεντακοσίους καταστησάμενος. ταύτῃ τε τὸ τῆς πόλεως ἔρυμα οὐκέτι ἐπικλυζόμενον διεσώσατο. 5.4.7 Ἐν δὲ Καππαδόκαις ἐποίει τάδε. Καισάρεια μὲν πόλις ἐνταῦθα μεγίστη τε καὶ πολυάνθρωπος ἐκ παλαιοῦ τυγχάνει οὖσα. τεῖχος δὲ αὐτὴν περιέβαλλε τῷ ὑπερβάλλοντι τῆς ἀμετρίας ἐπιμαχώτατόν τε ὂν καὶ ἀφύλα5.4.8 κτον ὅλως. χώρας τε γὰρ οὔ τι ἀναγκαίας τῇ πόλει περιεβάλλετο μέγα τι χρῆμα, καὶ τῇ ἐς ἄγαν περιουσίᾳ 5.4.9 τοῖς ἐπιβουλεύουσιν εὐέφοδον ἦν. λόφοι γὰρ ἐνταῦθα ἐπανεστήκασιν ὑψηλοί, οὐκ ἄγχιστά πη ἀλλήλων, ἀλλὰ κατὰ πολὺ ἄποθεν· οὕσπερ ὁ τῆς πόλεως οἰκιστὴς ἐντὸς τοῦ περιβόλου καταλαβεῖν ἐν σπουδῇ ἔχων, ὡς μὴ ἐπιτείχισμα κατ' αὐτῆς εἶεν, τῷ τῆς ἀσφαλείας ὀνόματι τὰ 5.4.10 σφαλερώτατα ἐξειργάσατο. πεδία τε γὰρ πολλὰ καὶ κήπους ἐτειχίσατο, καὶ σκοπέλους τε καὶ θρεμμάτων νομάς. 5.4.11 ἔνθα δὴ οὐδὲ χρόνῳ ὕστερον οἰκοδομήσασθαί τι οἱ τῇδε ἄνθρωποι ἔγνωσαν, ἀλλ' ἐφ' οὗπερ ἦν σχήματος ἔμεινεν. 5.4.12 εἰ δέ που καὶ οἰκία τετύχηκεν εἶναι, ταῦτα δὴ ἀγείτονα 5.4.13 κατὰ μόνας ὄντα διαγεγόνασιν ἐς τόδε τοῦ χρόνου. καὶ 5.4.13 οὔτε τὰ φυλακτήρια κατὰ λόγον τοῦ περιβόλου ἐς τὴν αὐτοῦ ἐξικνεῖσθαι φυλακὴν εἶχεν, οὔτε αὐτοῦ ἐπιμελεῖσθαι τοσοῦδε ὄντος ἐν δυνάμει