1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

11

Ἀρμενίας τὸ παλαιὸν ἵδρυτο. ἡνίκα τοίνυν οἱ λιθοδόμοι διώρυσσον οὗπερ ἐπεμνήσθην ἀρτίως, κιβώτιον εὗρον γράμμασι σημαῖνον ὡς λείψανα ἔχοι τού1.7.5 των δὴ τῶν ἀνδρῶν. ὅπερ ἐξήνεγκε λεληθὸς τέως ἐξεπίτηδες ὁ θεός, ἅμα μὲν πιστούμενος ἅπαντας ὡς τὰ βασιλέως ἀσμενέστατα ἐνδέδεκται δῶρα, ἅμα δὲ καὶ τοῦ ἀνδρὸς τὴν ἀγαθοεργίαν ἀμείψασθαι διατεινόμενος χάριτι 1.7.6 μείζονι. ἐτύγχανε γὰρ Ἰουστινιανὸς βασιλεὺς χαλεπῶς ἄγαν τοῦ σώματος ἔχων, ἐπεὶ ῥεύματος δεινόν τι χρῆμα κατὰ τὸ γόνυ ἐπιπεσὸν συντριβῆναι ταῖς ὀδύναις τὸν 1.7.7 ἄνδρα ἐποίει· οὗπέρ οἱ αὐτὸς αἰτιώτατος ἦν. ἐν γὰρ ταῖς ἡμέραις ἁπάσαις, αἵπερ τὴν Πασχαλίαν ἑορτὴν προτερεύουσαι νηστεῖαι καλοῦνται, σκληράν τινα βιοτὴν ἔσχε μὴ ὅτι βασιλεῖ ἀλλόκοτον οὖσαν, ἀλλὰ καὶ ἀνθρώπῳ ἀμηγέπη 1.7.8 τῶν πολιτικῶν ἁπτομένῳ. δυοῖν γὰρ ἡμέραιν διεγεγόνει ἐς ἀεὶ ἀπόσιτος ὤν, καὶ ταῦτα μὲν ὄρθρου βαθέος διηνεκὲς ἐκ τῶν στρωμάτων ἐξανιστάμενος καὶ προεγρηγορὼς τῆς πολιτείας, ἀεί τε αὐτῆς ἔργῳ καὶ λόγῳ διαχειρίζων τὰ πράγματα, ὄρθριός τε καὶ μεσημβρινός, καὶ οὐδέν τι ἧσσον 1.7.9 ἐπινυκτίδιος. πόρρω γὰρ τῶν νυκτῶν ἐς κοίτην ἰὼν ἐξανίστατο αὐτίκα δὴ μάλα, ὥσπερ χαλεπῶς τοῖς στρώμασιν 1.7.10 ἔχων. καὶ ἡνίκα δέ που τροφὴν αἴροιτο, οἴνου μὲν καὶ ἄρτου καὶ τῶν ἄλλων ἐδωδίμων ἐκτὸς ἔμενε, βοτάνας δὲ ἤσθιε μόνον, καὶ ταύτας ἀγρίας ἐπὶ χρόνου μῆκος τεταριχευμένας ἁλσί τε καὶ ὄξει, ὅ τε πότος αὐτῷ τὸ ὕδωρ 1.7.11 ἐγίνετο μόνον. οὐ μέντοι οὐδὲ τούτοις κατακορὴς γέγονε πώποτε, ἀλλὰ καὶ ἡνίκα δαῖτα αἴροιτο, ἀπογευσάμενος τούτων δὴ τῶν αὐτῷ ἐδωδίμων, εἶτα μεθίει, οὔπω 1.7.12 ἐδηδοκὼς τὰ αὐτάρκη. ἐντεῦθεν τοίνυν τὸ πάθος ἀκμάσαν τὴν ἀπὸ τῶν ἰατρῶν ἐπικουρίαν ἐνενικήκει, καὶ χρόνος τῷ βασιλεῖ πολὺς ἐν ταύταις δὴ ταῖς ὀδύναις ἐτρίβη. 1.7.13 μεταξὺ δὲ τὰ περὶ τῶν δεδηλωμένων λειψάνων ἀκούσας, τῆς ἀνθρωπείας ἀφέμενος τέχνης, ἐπὶ ταῦτα τὸ πρᾶγμα ἦγε, τὴν ὑγείαν ἐπισπώμενος τῇ ἐς αὐτὰ πίστει, καὶ δό1.7.14 ξης τῆς ἀληθοῦς ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώνατο. οἱ μὲν γὰρ ἱερεῖς τὸν δίσκον ἐπὶ τὸ τοῦ βασιλέως ἐτίθεντο γόνυ, ἀφανίζεται δὲ τὸ πάθος εὐθύς, σώμασι δεδουλωμένοις θεῷ βιασθέν. ὅπερ ἀμφίλεκτον ὁ θεὸς οὐ ξυγχωρῶν εἶναι, σημεῖον τῶν πραττομένων ἐνδέδεικται 1.7.15 μέγα. ἔλαιον γὰρ ἐξαπιναίως ἐπιρρεῦσαν μὲν ἐκ τούτων δὴ τῶν ἁγίων λειψάνων, ὑπερβλύσαν δὲ τὸ κιβώτιον, τώ τε πόδε καὶ τὴν ἐσθῆτα τοῦ βασιλέως κατέκλυσεν ὅλην 1.7.16 ἁλουργὸν οὖσαν. διὸ δὴ ὁ χιτὼν οὕτω καταβεβρεγμένος διασώζεται ἐν τοῖς βασιλείοις, μαρτύριον μὲν τῶν τηνικάδε γεγενημένων, σωτήριον δὲ τοῖς ἐς τὸ ἔπειτα πάθεσι περιπεσουμένοις τισὶν ἀνηκέστοις. 1.8.1 Οὕτω μὲν οὖν ὑπογέγραπται Ἰουστινιανῷ βασιλεῖ τὸ Κέρας ὁ κόλπος. καὶ πορθμοῖν δὲ τοῖν ἄλλοιν δυοῖν, ὧνπερ ἐπεμνήσθην ἀρτίως, οἰκοδομίαις τὰς ἠϊόνας ἐς μέγα 1.8.2 τι κάλλος ἐξείργασται τρόπῳ τοιῷδε. ἱερὰ δύο τῷ ἀρχαγγέλῳ Μιχαὴλ ἀνειμένα καταντικρὺ ἀλλήλοιν ἑστῶτα τοῦ πορθμοῦ ἑκατέρωθι ξυνέβαινεν εἶναι, θάτερον μὲν ἐν χώρῳ καλουμένῳ Ἀνάπλῳ ἐν ἀριστερᾷ εἰσπλέοντι τὸν Εὔξεινον Πόντον, τὸ δὲ δὴ ἕτερον ἐν τῇ ἀντιπέρας ἀκτῇ· 1.8.3 Προόχθους μὲν ἐκάλουν οἱ παλαιοὶ ἄνθρωποι τὴν ἀκτήν, ὅτι δὴ προβέβληται, οἶμαι, κατὰ πολὺ τῆς ταύτῃ ἠϊόνος, νῦν δὲ Βρόχοι ἐπικαλεῖται, διαφθειρούσης τὰ ὀνόματα τῆς 1.8.4 τῶν ἐπιχωρίων ἀγνοίας τῷ μήκει τοῦ χρόνου. ταῦτα δὲ τὰ δύο τεμένη οἱ μὲν αὐτῶν ἱερεῖς κατερρακωμένα ὑπὸ τοῦ χρόνου θεώμενοι καὶ περίφοβοι γεγενημένοι ὡς μὴ αὐτίκα δὴ μάλα σφίσιν ἐμπέσοιεν, βασιλέως ἐδέοντο ἀνοικοδομήσασθαι ἄμφω ἐφ' οὗπερ σχήματος τὸ πα1.8.5 λαιὸν ἦν. οὐ γὰρ οἷόν τε ἦν ἐπὶ τούτου βασιλεύοντος ἐκκλησίαν τινὰ ἢ γίνεσθαι πρῶτον, ἢ καταπεπονηκυῖαν ἐπανορθοῦσθαι, ὅτι μὴ ἐκ χρημάτων βασιλικῶν, οὐκ ἐν Βυζαντίῳ μόνον, ἀλλὰ καὶ πανταχόθι τῆς Ῥωμαίων ἀρ1.8.6 χῆς. βασιλεὺς δὲ αὐτίκα τῆς προφάσεως τυχὼν τῆσδε καθεῖλε μὲν ἑκάτερον ἐς τὸ ἔδαφος, ὡς μή τι αὐτοῖς τῆς προτέρας ἀκοσμίας ἀπολειφθῆναι. ἀνῳκοδομήσατο δὲ τὸν 1.8.7 μὲν ἐπὶ τοῦ Ἀνάπλου τρόπῳ τοιῷδε. πετρῶν ἐμβολῇ τὴν ἐκείνῃ ἀκτὴν εἴσω περιελίξας ἐς σκέπας