1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

65

Λιβύων τῆς γῆς ἐπεβάτευεν, ἡνίκα ἐπὶ Γελίμερά τε καὶ Βανδί6.6.9 λους ἐστράτευεν. οὗ δὴ καὶ τὸ θαυμάσιον ἐκεῖνο καὶ λόγου κρεῖσσον ἐς τὸν βασιλέα ἐπιδέδεικται ὁ θεὸς δώρημα, ὅπερ μοι ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται 6.6.10 λόγοις. ἀνύδρου γὰρ τοῦ χωρίου τὰ μάλιστα ὄντος, ὕδατός τε ἀπορίᾳ πολλῇ πιεζομένου τοῦ Ῥωμαίων στρατοῦ, ἡ γῆ, πρότερον ἐπὶ ξηροῦ βεβαιότατα οὖσα, πηγὴν ἀνῆκεν, οὗ δὴ τὸ χαράκωμα οἱ στρατιῶται εἰργάζοντο. 6.6.11 οἱ μὲν γὰρ ὤρυσσον, ἡ δὲ ἀνεβλύστανεν. ἥ τε γῆ αὐχμὸν ἀποβαλοῦσα τὸν ἐπιχώριον καὶ μεθαρμοσαμένη τὴν αὐτῆς 6.6.12 φύσιν ὕδατι ποτίμῳ ὑγρὰ ἐγεγόνει. ταύτῃ τε τὸ λοιπὸν ἐν ἐπιτηδείῳ στρατοπεδεύσαντές τε καὶ αὐλισάμενοι, καὶ τῇ ὑστεραίᾳ ὡς ἐς τὴν μάχην συσκευασάμενοι, ἵνα τὰ 6.6.13 ἐν μέσῳ συντέμω, Λιβύην ἔσχον. μαρτυρίῳ τοίνυν διηνεκεῖ τὸ τοῦ θεοῦ δῶρον πιστούμενος Ἰουστινιανὸς βασιλεύς, ᾧ δὴ βουλομένῳ τὰ ἀμηχανώτατα εὔκολα γίνεται, ἐς πόλιν αὐτίκα μεταβιβάσαι τὸ χωρίον τοῦτο βεβούλευται, τείχει μὲν ἐρυμνήν, τῇ δὲ ἄλλῃ κατασκευῇ ἐς πόλεως ὄγκον ὑπογεγραμμένην εὐδαίμονος, καὶ γέγονεν 6.6.14 ἔργον τὸ τοῦ βασιλέως ἐνθύμημα. τεῖχός τε γὰρ ἀποτετόρνευται καὶ πόλις, καὶ ἀγροῦ τύχη ἐξαπιναίως ἀμεί6.6.15 βεται. οἵ τε ἄγροικοι τὴν ἐχέτλην ἀπορριψάμενοι πολιτικῶς βιοτεύουσιν, οὐκ ἄγροικον δίαιταν ἔτι, ἀλλ' ἀστείαν 6.6.16 διαχειρίζοντες. ἐπεὶ καὶ ἀγοράζουσιν ἐνταῦθα διημερεύοντες, καὶ ὑπὲρ τῶν σφίσιν ἀναγκαίων ἐκκλησιάζουσι, καὶ ἀγορὰν ἀλλήλοις συμβάλλουσι, τἄλλα τε ἅπαντα πράσσουσιν ὅσα δὴ ἐς πόλεως ἀξίωμα ἥκει. 6.6.17 Ταῦτα μὲν ἐν Βυζακίῳ τῷ ἐπιθαλασσίῳ πεποίηται. κατὰ δὲ τὴν μεσόγειαν ἐς τῆς χώρας τὰ ἔσχατα, ἵνα δὴ αὐτὴν βάρβαροι προσοικοῦσι Μαυρούσιοι, ἐπιτειχίσματα κατ' αὐτῶν πεποίηται δυνατώτατα, ἐξ ὧν δὴ οὐκέτι οἷοί 6.6.18 τέ εἰσι καταθεῖν τὴν Ῥωμαίων ἀρχήν. πόλεις τε γὰρ τὰς ἐνταῦθα οὔσας ἐν ἐσχατιᾷ τῆς χώρας ἑκάστην τείχεσιν ἐχυροῖς ἄγαν περιβαλών, αἷς αἱ προσηγορίαι Μάμμης τε καὶ Τελεπτὴ καὶ Κούλουλις, καὶ φρούριον τειχισάμενος, ὅπερ καλοῦσιν οἱ ἐπιχώριοι Αὐμέτρα, ἐχεγγύους ἐνταῦθα φρουροὺς στρατιωτῶν κατεστήσατο. 6.7.1 Τρόπῳ δὲ τῷ αὐτῷ Νουμιδίων τῇ χώρᾳ τειχίσματί τε καὶ στρατιωτῶν φυλακτηρίοις τὴν ἀσφάλειαν προσ6.7.2 εποίησεν, ὧνπερ ἕκαστα ἐρῶν ἔρχομαι. ὄρος ἐστὶν ἐν Νουμιδίᾳ, ὅπερ Αὐράσιον ἐπικέκληται, οἷον δὴ γῆς τῆς 6.7.3 οἰκουμένης ἑτέρωθι ὡς ἥκιστα ξυμβαίνει εἶναι. τοῦτο γὰρ τὸ ὄρος οὐρανόμηκες μὲν ἐν τῷ ἀποτόμῳ ἀνέχει, ἐς περίμετρον δὲ ἡμερῶν μάλιστα διήκει ὁδῷ τριῶν. καὶ προσιόντι μὲν ἀπρόσβατόν ἐστιν, ἀνάβασιν οὐδεμίαν ὅτι 6.7.4 μὴ ἐν ἀποκρήμνῳ ἔχον. ἄνω δὲ γενομένῳ γεώδης τε ἡ χώρα καὶ ὁμαλῆ τὰ πεδία καὶ ὁδοὶ προσηνεῖς, λειμῶνες εὔνομοι, παράδεισοι κατάφυτοι δένδροις, ἀρόματα πάντα. 6.7.5 καὶ πηγαὶ μὲν ἀποβλύζουσαι τῶν τῇδε σκοπέλων, γαληνὰ δὲ τὰ ὕδατα, καὶ ποταμοὶ πλήθει ῥοθίου ἐπικυρτούμενοι, καὶ τὸ δὴ πάντων παραδοξότατον, τά τε λήϊα καὶ τὰ δένδρα ἐν τούτῳ τῷ ὄρει διπλάσιον μεγέθους πέρι τὸν καρπὸν φέρουσιν ἢ ἐν Λιβύῃ τῇ ἄλλῃ πέφυκε γίνεσθαι. 6.7.6 τὰ μὲν οὖν ὄρους τοῦ Αὐρασίου ταύτῃ πη ἔχει. Βανδίλοι δὲ αὐτὸ σὺν πάσῃ Λιβύῃ τὸ κατ' ἀρχὰς εἶχον, οὓς 6.7.7 δὴ Μαυρούσιοι ἀφελόμενοι τῇδε ἱδρύσαντο. Μαυρουσίους δὲ καὶ Ἰαῦδαν, ὃς αὐτῶν ἦρχεν, ἐξελάσας ἐνθένδε Ἰουστινιανὸς βασιλεύς, τῇ ἄλλῃ προσεποίησε Ῥωμαίων 6.7.8 ἀρχῇ. προνοήσας τε ὡς μὴ καὶ αὖθις οἱ βάρβαροι κακουργοῖεν ἐνταῦθα ἰόντες, πόλεις μὲν ἀμφὶ τὸ ὄρος ἐρήμους τε καὶ ἀτειχίστους τὸ παράπαν εὑρὼν ἐτειχίσατο, Πεντεβαγάην τε λέγω καὶ Φλωρεντιανὴν καὶ Βάδην τε καὶ Μήλεον καὶ Ταμουγάδην, ἔτι μέντοι καὶ φρούρια δύο ∆άβουσίν τε καὶ Γαιανά, φυλακτήρια δὲ στρατιωτῶν διαρκῆ ἐνταῦθα καταστησάμενος, οὐδεμίαν τοῖς ἐκείνῃ βαρβάροις ἐλπίδα τῆς ἐπὶ τὸ Αὐράσιον ἐπιβουλῆς 6.7.9 ἀπελίπετο. καὶ χώραν δὲ τὴν ὑπὲρ τὸ Αὐράσιον ὑπὸ Βανδίλοις ὡς ἥκιστα οὖσαν τοὺς Μαυρουσίους ἀφείλετο. πόλεις τε ἐνταῦθα ἐτειχίσατο δύο, τήν τε Φρίκην καὶ 6.7.10 Σίτιφιν. ἐν δὲ δὴ πόλεσι ταῖς ἐπὶ Νουμιδίας τῆς ἄλλης κειμέναις ἀνανταγώνιστα ἐρύματα κατεστήσατο. αἷς αἱ