1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

3

ἐπεὶ καὶ τοῦ ξυνειθισμένου κομπωδεστέρα καὶ τοῦ ἀμέτρου κοσμιωτέρα ἐπιεικῶς ἐστι, φωτὶ δὲ καὶ 1.1.30 ἡλίου μαρμαρυγαῖς ὑπερφυῶς πλήθει. φαίης ἂν οὐκ ἔξωθεν καταλάμπεσθαι ἡλίῳ τὸν χῶρον, ἀλλὰ τὴν αἴγλην ἐν αὐτῷ φύεσθαι, τοσαύτη τις φωτὸς περιουσία ἐς τοῦτο 1.1.31 δὴ τὸ ἱερὸν περικέχυται. καὶ τὸ μὲν τοῦ νεὼ πρόσωπον (εἴη δ' ἂν αὐτοῦ τὰ πρὸς ἀνίσχοντα ἥλιον, ἵνα δὴ τῷ θεῷ ἱερουργοῦσι τὰ ἄρρητα) τρόπῳ τοιῷδε δεδημιούργη1.1.32 ται. οἰκοδομία τις ἐκ γῆς ἀνέχει, οὐκ ἐπ' εὐθείας πεποιημένη, ἀλλ' ἐκ τῶν πλαγίων ὑπεσταλμένη κατὰ βραχύ, καὶ κατὰ τὰ μέσα ὑποχωροῦσα, ἐπὶ σχῆμά τε κατὰ ἥμισυ τὸ στρογγύλον ἰοῦσα, ὅπερ οἱ περὶ τὰ τοιαῦτα σοφοὶ ἡμικύλινδρον ὀνομάζουσιν, ἐς ὕψος ἀπότομον ἐπανέστηκεν. 1.1.33 ἡ δὲ τοῦ ἔργου τούτου ὑπερβολὴ ἐς σφαίρας τεταρτημόριον ἀποκέκριται, ὕπερθέν τε μηνοειδές τι αὐτῇ ἕτερον τοῖς προσεχέσι τῆς οἰκοδομίας ἐπῆρται, τῇ μὲν εὐπρεπείᾳ θαυμάσιον, τῷ δὲ σφαλερῷ τῆς συνθέσεως δοκοῦντι εἶναι 1.1.34 φοβερὸν ὅλως. δοκεῖ γάρ πη οὐκ ἐν βεβαίῳ ἐπῃωρῆσθαι, ἀλλ' ἐπικινδύνως τοῖς ἐνθάδε οὖσι μετεωρίζεσθαι. καίτοι διαφερόντως ἐν τῷ βεβαίῳ τῆς ἀσφαλείας ἐστήρικται. 1.1.35 τούτων δὲ δὴ ἐφ' ἑκάτερα κίονες ἐπ' ἐδάφους εἰσίν, οὐδὲ αὐτοὶ κατ' εὐθὺ ἑστῶτες, ἀλλ' εἴσω κατὰ σχῆμα τὸ ἡμίκυκλον ὥσπερ ἐν χορῷ ἀλλήλοις ὑπεξιστάμενοι, καὶ αὐτῶν 1.1.36 ὑπεράνωθεν οἰκοδόμημα μηνοειδὲς ἀποκρέμαται. τοῦ δὲ δὴ ἑῴου κατ' ἀντικρὺ τὰς εἰσόδους ἔχων ἐγήγερται τοῖχος, καὶ αὐτοῦ ἑκατέρωθεν οἵ τε κίονες καὶ τὰ αὐτῶν ὕπερθεν ὁμοιότατα τοῖς δεδηλωμένοις ἐν ἡμικύκλῳ ἑστήκασι. 1.1.37 κατὰ δὲ τὰ τοῦ νεὼ μέσα λόφοι χειροποίητοι ἐπανεστήκασι τέσσαρες, οὓς καλοῦσι πεσσούς, δύο μὲν πρὸς βορρᾶν, δύο δὲ πρὸς ἄνεμον νότον, ἀντίοι τε καὶ ἴσοι ἀλλήλοις, κίονας ἐν μέσῳ ἑκάτεροι κατὰ τέσσαρας μάλιστα 1.1.38 ἔχοντες. πεποίηνται δὲ οἱ λόφοι λίθοις εὐμεγέθεσι σύνθετοι, λογάδην μὲν συνειλεγμένοις, ἐς ἀλλήλους δὲ πρὸς τῶν λιθολόγων ἐπισταμένως ἐναρμοσθεῖσιν, ἐς ὕψος μέγα. εἰκάσαις ἂν αὐτοὺς εἶναι σκοπέλους ὀρῶν ἀποτόμους. 1.1.39 ἐπὶ τούτοις δὲ ἀψῖδες τέσσαρες ἐν τετραπλεύρῳ ἀνέχουσι· καὶ αὐτῶν τὰ μὲν ἄκρα ξύνδυο ξυνιόντα εἰς ἄλληλα ἐν τῇ ὑπερβολῇ ἠρήρεισται τῶν λόφων τούτων, τὰ δὲ δὴ 1.1.40 ἄλλα ἐπηρμένα εἰς ἀπέραντον ὕψος ᾐώρηται. τῶν δὲ ἀψίδων αἱ μὲν δύο κατὰ κενοῦ τοῦ ἀέρος ἐπανεστήκασι πρὸς ἀνίσχοντά τε καὶ δύοντά που τὸν ἥλιον, αἱ δὲ λειπόμεναι οἰκοδομίαν τέ τινα καὶ κίονας μικροὺς κομιδῇ 1.1.41 ἔνερθεν ἔχουσιν. ὕπερθεν δὲ αὐτῶν κυκλοτερὴς οἰκοδομία ἐν στρογγύλῳ ἐπῆρται· ὅθεν ἀεὶ διαγελᾷ πρῶτον ἡ 1.1.42 ἡμέρα. ὑπεραίρει γάρ, οἶμαι, τὴν γῆν ξύμπασαν, καὶ διαλείπει τὸ οἰκοδόμημα κατὰ βραχύ, ἐξεπίτηδες παρειμένον τοσοῦτον, ὅσον τοὺς χώρους, οὗ δὴ τὸ διῃρημένον τῆς οἰκοδομίας συμβαίνει εἶναι, φέγγους διαρκῶς ἀγωγοὺς 1.1.43 εἶναι. ταῦτα δέ, οἶμαι, οὐδὲ γλώσσῃ τραυλιζούσῃ τε καὶ ἰσχνοφώνῳ οὔσῃ ἀμήχανα ἔσται· τῶν δὲ ἀψίδων τῆς συμπλοκῆς ἐν τετραγώνῳ ἐξειργασμένης, ἐς τρίγωνα 1.1.44 τέσσαρα μεταξὺ τὸ ἔργον ἀποτετέλεσται. καὶ ἡ μὲν τριγώνου ἑκάστη κρηπὶς πεπιεσμένη τῇ ἐς ἀλλήλας τῶν ἀψίδων ἐνέρσει ὀξεῖαν ποιεῖται τὴν κάτω γωνίαν, συναναβαίνουσα δὲ τὸ λοιπὸν εὐρυνομένη τῇ μεταξὺ χώρᾳ ἐς τὸ κυκλοτερὲς τελευτᾷ, ὃ ταύτῃ ἀνέχει, γωνίας τε τὰς λει1.1.45 πομένας ἐνταῦθα ποιεῖται. τούτου δὲ τοῦ κυκλοτεροῦς παμμεγέθης ἐπανεστηκυῖά τις σφαιροειδὴς θόλος 1.1.46 ποιεῖται αὐτὸ διαφερόντως εὐπρόσωπον. δοκεῖ δὲ οὐκ ἐπὶ στερρᾶς τῆς οἰκοδομίας διὰ τὸ παρειμένον τῆς οἰκοδομίας ἑστάναι, ἀλλὰ τῇ σφαίρᾳ τῇ χρυσῇ ἀπὸ τοῦ οὐρα1.1.47 νοῦ ἐξημμένη καλύπτειν τὸν χῶρον. ταῦτα δὲ πάντα ἐς ἄλληλά τε παρὰ δόξαν ἐν μεταρσίῳ ἐναρμοσθέντα, ἔκ τε ἀλλήλων ᾐωρημένα καὶ μόνοις ἐναπερειδόμενα τοῖς ἄγχιστα οὖσι, μίαν μὲν ἁρμονίαν ἐκπρεπεστάτην τοῦ ἔργου ποιοῦνται, οὐ παρέχονται δὲ τοῖς θεωμένοις αὐτῶν τινι ἐμφιλοχωρεῖν ἐπὶ πολὺ τὴν ὄψιν, ἀλλὰ μεθέλκει τὸν ὀφ1.1.48 θαλμὸν ἕκαστον, καὶ μεταβιβάζει ῥᾷστα ἐφ' ἑαυτό. ἀγχίστροφός τε ἡ τῆς θέας μεταβολὴ ἐς ἀεὶ γίγνεται, ἀπολέξασθαι τοῦ ἐσορῶντος