1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

44

Μαγιμιάς. Λουκουνάντα. Βάλαυσον. Βούττις. Ὑπὸ πόλιν δὲ ... νέα μέν· Καλβεντία. Φαράνορες. Στρανβάστα. Ἄλδανες. Βαραχτέστες. Σάρματες. Ἄρσενα. Βράρκεδον. Ἐραρία. Βερκάδιον. Σαβινίριβες. Τιμίανα. Κάνδιλαρ. Ἄρσαζα. Βικούλεα. Καστέλλιον. Γρόφφες. Γάρκες. Πίστες. ∆ούσμανες. Βράτζιστα. Ὁλόδορις. Κασσία. Γράνδετον. Οὐρβρίανα. Νώγετο. Γούρβικον. Λαύτζονες. ∆ουλίαρες. Μεδίανα. Τιούγκωνα. Καστέλλιον. Ἀνενεώθη δέ· Ἕρκουλα. Μουτζιανικάστελλον. Βούρδωπες. Κάλις. Μιλλάρεκα. ∆έδβερα. Χεσδούπαρα. Ἐν χώρᾳ Ῥεμισιανισίᾳ· Βρίττουρα. Σούβαρας. Λαμπωνίανα. Στρόγγες. ∆άλματας. Πριμίανα. Φρερραρία. Τόπερα. Τόμες. Κούας. Τζερτζενούτζας. Στένες. Αἰάδαβα. ∆έστρεβα. Πρετζουρίες. Κουμούδεβα. ∆ευριάς. Λούτζολο. Ῥεπόρδενες. Σπέλογκα. Σκοῦμβρο. Βρίπαρο. Τουλκόβουργο. Λογγίανα. Λουποφαντάνα. ∆αρδάπαρα. Βουρδόμινα. Γριγκιάπανα. Γραῖκος. ∆ρασίμαρκα. Ἐν χώρᾳ Ἀκυενισίῳ, νέον μὲν Τιμαθοχιώμ. τὰ δὲ ἀνανεωθέντα· Πέτρες. Σκουλκόβουργο. Βινδιμίολα. Βραίολα. Ἀργανόκιλι. Καστελλόνοβο. Φλωρεντίανα. Ῥωμυλίανα. Σεπτέκασας. Ἀργένταρες. Αὐριλίανα. Γέμβερο. Κλέμαδες. Τουρρίβας. Γρίβο. Χάλαρο. Τζούτρατο. Μουτζίπαρα. Στένδας. Σκαρίπαρα. Ὀδρίουζο. Κιπίπενε. Τρασίανα. Πότες. Ἄμουλο. Σέτλοτες. Τιμακίολον. Μερίδιο. Μεριοπόντεδε. Τρεδετετιλίους. Βραίολα. Μώτρεσες. Βικάνοβο. Κουαρτίανα. Ἰουλιόβαλλαι. Πόντζας. Ζάνες. 4.5.1 Οὕτω μὲν σύμπασαν τὴν μεσόγειον Ἰουστινιανὸς βασιλεὺς ἐν Ἰλλυριοῖς ἐτειχίσατο. τρόπον δὲ ὅντινα καὶ τὴν ἠϊόνα ποταμοῦ Ἴστρου, ὃν καὶ ∆ανούβιον ὀνομάζουσιν, ἐρύμασί τε καὶ φυλακτηρίοις στρατιωτῶν ἐκρα4.5.2 τύνατο, ἐγὼ δηλώσω. οἱ Ῥωμαίων τὸ παλαιὸν αὐτοκράτορες τοῖς ἐπέκεινα ᾠκημένοις βαρβάροις τὴν τοῦ ∆ανουβίου διάβασιν ἀναστέλλοντες ὀχυρώμασί τε κατέλαβον τούτου δὴ τοῦ ποταμοῦ τὴν ἀκτὴν ξύμπασαν, οὐ δὴ ἐν δεξιᾷ τοῦ ποταμοῦ μόνον, ἀλλὰ καὶ αὐτοῦ ἐνιαχῇ ἐπὶ θάτερα πολίσματά τε καὶ φρούρια τῇδε δειμάμενοι. 4.5.3 ταῦτα δὲ τὰ ὀχυρώματα ἐξειργάσαντο οὐκ ἀμήχανα προσελθεῖν, εἴ τις προσίοι, ἀλλ' ὅσον δὴ μὴ ἀνδρῶν ἔρημον τὴν τοῦ ποταμοῦ ἠιόνα λελεῖφθαι· ἐπεὶ τειχομαχεῖν τοῖς 4.5.4 ἐκείνῃ βαρβάροις οὐδαμῆ ἔγνωστο. τὰ πολλὰ τῶν ἐρυμάτων αὐτοῖς ἀμέλει ἀπεκέκριτο ἐς πύργον ἕνα, μονοπύργιά τε, ὡς τὸ εἰκός, ἐπεκαλεῖτο, ἄνθρωποί τε ὀλίγοι 4.5.5 κομιδῇ ἐν αὐτοῖς ἵδρυντο. καὶ τοῦτο τηνικάδε ἀπέχρη τὰ τῶν βαρβάρων δεδίσσεσθαι γένη, ὥστε δὴ ἀναδύ4.5.6 εσθαι τὴν ἐς Ῥωμαίους ἐπίθεσιν. χρόνῳ δὲ ὕστερον Ἀττίλας στρατῷ μεγάλῳ ἐσβεβληκώς, τά τε ὀχυρώματα πόνῳ οὐδενὶ ἐς ἔδαφος καθεῖλε, καὶ γῆν Ῥωμαίων ὑπαν4.5.7 τιάζοντός οἱ οὐδενὸς ἐληΐσατο τὴν πολλήν. ἀλλ' Ἰουστινιανὸς βασιλεὺς ἀνῳκοδομήσατό τε τὰ καθῃρημένα, οὐχ ᾗπερ τὰ πρότερα ἦν, ἀλλ' ἐς τοῦ ὀχυρώματος τὸ καρτερώτατον μάλιστα, καὶ πλεῖστα ἔτι ἐπετεχνήσατο 4.5.8 καινουργήσας αὐτός. ταύτῃ τε παντάπασιν ἀνεσώσατο ἀπολωλυῖαν ἤδη τὴν ἀσφάλειαν τῇ Ῥωμαίων ἀρχῇ. ἅπερ ἅπαντα ὅντινα γεγένηται τρόπον, ἐγὼ δηλώσω. 4.5.9 Κάτεισι μὲν ἐξ ὀρέων τῶν ἐν Κελτοῖς ποταμὸς Ἴστρος, οἳ τανῦν Γάλλοι ἐπικαλοῦνται· χώραν δὲ περιβάλλει πολλήν, ἐκ μὲν τοῦ ἐπὶ πλεῖστον παντελῶς ἔρημον, ἐνιαχῇ δὲ βαρβάρους οἰκήτορας ἔχουσαν, θηριώδη τέ τινα δίαιταν ἔχοντας καὶ ἀνεπίμικτον τοῖς ἄλλοις ἀνθρώποις. 4.5.10 ∆ακίας δὲ ὡς ἀγχοτάτω γενόμενος, ἐνταῦθα διορίζων φαίνεται πρῶτον τούς τε βαρβάρους, οἳ δὴ αὐτοῦ τὰ ἐπ' ἀριστερᾷ ἔχουσι, τήν τε Ῥωμαίων γῆν ἐν δεξιᾷ οὖσαν. 4.5.11 διὸ δὴ Ῥιπησίαν καλοῦσι Ῥωμαῖοι τὴν ταύτῃ ∆ακίαν· 4.5.12 ῥῖπα γὰρ ἡ ὄχθη τῇ Λατίνων καλεῖται φωνῇ. πόλιν οὖν παρὰ τὴν ἐκείνῃ ἀκτήν, ὄνομα Σιγγηδόνον, ἐν τοῖς ἄνω 4.5.13 χρόνοις ἐδείμαντο πρώτην. ταύτην δὲ βάρβαροι προϊόντος τοῦ χρόνου ἑλόντες, ἔς τε τὸ ἔδαφος καθελόντες 4.5.14 εὐθύς, ἔρημον ἀνθρώπων παντάπασι κατεστήσαντο. τρόπῳ δὲ τῷ αὐτῷ καὶ τῶν ἄλλων ὀχυρωμάτων κατεστή4.5.15 σαντο τὰ πλεῖστα. βασιλεὺς δὲ Ἰουστινιανὸς ἀνανεωσάμενος ξύμπασαν καὶ τειχίσματι ὀχυρωτάτῳ περιβαλών, πόλιν περιφανῆ τε καὶ λόγου πολλοῦ ἀξίαν πεποίηκεν 4.5.16 αὖθις.