1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

59

χρόνου ἔργον ἡ πρόρρησις. οὐ γὰρ οἷόν τε ἦν μὴ οὐχὶ ἀψευδεῖν τὸν ὄντα θεόν. ἐγένετο δὲ τρόπῳ 5.7.5 τοιῷδε. ἐπὶ Ζήνωνος βασιλεύοντος ἀθρόοι ἐξαπιναίως οἱ Σαμαρεῖται γενόμενοι ἐπεισπηδῶσιν ἐν Νεαπόλει τοῖς Χριστιανοῖς ἐν τῇ ἐκκλησίᾳ τὴν Πεντηκοστὴν καλουμένην ἑορτὴν ἄγουσι, καὶ αὐτῶν τε πολλοὺς διαχρῶνται, καὶ ὅσπερ ἦν αὐτοῖς ἐπίσκοπος τότε, Τερεβίνθιος ὄνομα, καταλαβόντες ἐπὶ τῆς ἱερᾶς ἑστῶτα τραπέζης, καὶ ἱερουργοῦντα τὰ ἄρρητα ξίφεσι παίοντες, ἄλλως τε συγκόπτουσι καὶ τοὺς τῶν χειρῶν ἀφαιροῦνται δακτύλους, ἔς τε τὰ μυστήρια ὕβρισαν, ὡς δρᾶσαι μὲν Σαμαρείταις προσήκει, 5.7.6 σιωπᾶν δὲ ἡμῖν. ὁ δὲ ἱερεὺς οὗτος αὐτίκα ἐν Βυζαντίῳ γενόμενος, τῷ τότε βασιλεῖ ἐς ὄψιν ἥκων, ἐπέδειξέ τε τὸ πάθος καὶ τὰ ξυνενεχθέντα σημάνας καὶ τοῦ Χριστοῦ τῆς προρρήσεως ὑπομνήσας, τιμωρὸν αὐτὸν ἐφ' ἅπασιν 5.7.7 ἐδεῖτο γενέσθαι. Ζήνων δὲ βασιλεὺς τοῖς ξυμπεπτωκόσι ξυνταραχθείς, κόλασίν τε ἀποχρώντως ἐς τοὺς τὰ δεινὰ δεδρακότας πεποίηται οὐδεμιᾷ ὀκνήσει· ἔκ τε ὄρους τοῦ Γαριζὶν τοὺς Σαμαρείτας ἐξελάσας, εὐθὺς Χριστιανοῖς τε αὐτὸ παραδίδωσιν, ἐκκλησίαν τε ἄνω δειμάμενος τῇ θεοτόκῳ ἀνέθηκε, τειχισάμενος τὸ ἱερὸν τοῦτο δῆθεν τῷ 5.7.8 λόγῳ, τὸ δὲ ἀληθὲς ἀποτριγχώσας. καὶ φρουρὰν στρατιωτῶν κατεστήσατο, κάτω μὲν ἐν τῇ πόλει πολλῶν, ἐν 5.7.9 δὲ τῷ τειχίσματι καὶ τῇ ἐκκλησίᾳ οὐ πλέον ἢ δέκα. οἷς δὴ Σαμαρεῖται ἀχθόμενοι ἤσχαλλον μὲν ἐς τὰ μάλιστα καὶ δυσφορούμενοι ἀπηξίουν τὰ σφίσι παρόντα, δέει δὲ 5.7.10 τῷ ἐκ βασιλέως δυσωπούμενοι σιωπῇ εἴχοντο. προϊόντος δὲ χρόνου, Ἀναστασίου τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, 5.7.11 τοιόνδε τι ξυνηνέχθη γενέσθαι. τινὲς τῶν Σαμαρειτῶν, γυναικὸς ὑποθήκῃ ἀναπεισθέντες, ἀναβαίνουσι μὲν παρὰ δόξαν κατὰ τὸ τοῦ ὄρους κρημνῶδες, ἐπεὶ τῆς ἀνόδου, ἣ ἐκ τῆς πόλεως ἐνταῦθα ἄγει, ἐς τὸ ἀκριβὲς φυλασσομένης, ἐνθένδε αὐτοῖς ἀποπειρᾶσθαι τῆς ἀναβάσεως ἀδύ5.7.12 νατα ἦν. ἐν δὲ τῇ ἐκκλησίᾳ ἐξαπιναίως γενόμενοι κτείνουσι μὲν τοὺς ἐνταῦθα φρουρούς, μετακαλοῦσι δὲ τοὺς 5.7.13 ἐν τῇ πόλει Σαμαρείτας φωνῇ ἐξαισίᾳ. οἱ δὲ τοὺς στρατιώτας δειμαίνοντες συνεπιτίθεσθαι τοῖς ἐγκεχειρηκόσιν 5.7.14 οὐδαμῆ ἤθελον. οὐ πολλῷ τε ὕστερον ὁ τὴν χώραν ἐπι5.7.14 τροπεύων (Προκόπιος δὲ ἦν ἐξ Ἐδέσσης πόλεως, ἀνὴρ λόγιος) τοὺς τὰ δεινὰ δεδρακότας συλλαβὼν ἔκτεινε. 5.7.15 τοῦ μέντοι ὀχυρώματος οὐδ' ὥς τις λόγος ἢ πρόνοια 5.7.16 παρὰ τοῦ βασιλέως τηνικάδε γεγένηται. ἀλλὰ νῦν Ἰουστινιανὸς βασιλεύς, καίπερ τοὺς Σαμαρείτας ἐκ τοῦ ἐπὶ πλεῖστον ἐπὶ τὸ εὐσεβέστερον μεταθέμενος καὶ καταστησάμενος Χριστιανοὺς εἶναι, τὸ μὲν παλαιὸν τῆς ἐν τῷ Γαριζὶν ἐκκλησίας τείχισμα ἐφ' οὗπερ ἦν σχήματος εἴασεν ἀποτετριγχωμένον, ᾗπέρ μοι εἴρηται, ἑτέρῳ δὲ αὐτὸ ἔκτοσθεν τείχει περιβαλὼν ἄμαχον διεπράξατο παν5.7.17 τάπασιν εἶναι. ἐνταῦθα δὲ καὶ ἱερὰ πέντε Χριστιανῶν ἀνενεώσατο πρὸς τῶν Σαμαρειτῶν καταφλεχθέντα. ταῦτα μὲν οὖν τῇδε εἴργασται. 5.8.1 Ἐν δὲ τῇ πάλαι μὲν Ἀραβίᾳ, νῦν δὲ Παλαιστίνῃ τρίτῃ καλουμένῃ, χώρα μὲν ἔρημος ἐπὶ μακρὸν κατατείνει, καρπῶν τε καὶ ὑδάτων καὶ πάντων ἀγαθῶν ἄφορος. καὶ ὄρος ἀπότομόν τε καὶ δεινῶς ἄγριον ἀποκρέμαται ἄγχιστά πη τῆς Ἐρυθρᾶς καλουμένης θαλάσσης, 5.8.2 Σινὰ ὄνομα. οὐδὲν δέ μοι ἀμφὶ τοῖς ἐκείνῃ χωρίοις ἀναγράψασθαι ἀναγκαῖον ἐνταῦθα τοῦ λόγου, ἐπεὶ ἅπαντά μοι τά τε κατὰ τὴν Ἐρυθρὰν θάλασσαν καὶ τὸν Ἀραβικὸν καλούμενον κόλπον, Αἰθίοπάς τε τοὺς Αὐξωμίτας καὶ τὰ τῶν Ὁμηριτῶν Σαρακηνῶν γένη ἀκριβολογουμένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις· ἵνα δὴ καὶ τοῦτό μοι διδιήγηται, ὅντινα τρόπον Ἰουστινιανὸς βασιλεὺς τὸν Φοινικῶνα προσεποίησε τῇ Ῥωμαίων ἀρχῇ. 5.8.3 ταῦτα μὲν οὖν τούτου δὴ ἕνεκα λέγειν ἀφίημι, ὡς μὴ 5.8.4 ἀπειροκαλίας ἀνενέγκοιμι δόξαν. ἐν τούτῳ δὲ τῷ Σινᾷ ὄρει μοναχοὶ ᾤκηνται, οἷς ἐστιν ὁ βίος ἠκριβωμένη τις μελέτη θανάτου, ἐρημίας τῆς σφίσι φιλτάτης ἀδεέστερον 5.8.5 ἀπολαύουσι. τούτοις δὴ τοῖς μοναχοῖς Ἰουστινιανὸς βασιλεὺς (ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἐφεῖντο, ἀλλὰ