1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

23

τοῦτο Κιρκήσιον μὲν ὀνομάζεται, βασιλεὺς δὲ αὐτὸ ∆ιοκλητιανὸς ἐν τοῖς ἄνω χρόνοις ἐδείματο. 2.6.3 Ἰουστινιανὸς δὲ τανῦν βασιλεὺς χρόνου τε μήκει εὑρὼν συντριβὲς γεγονός, ἀπημελημένον δὲ καὶ ἄλλως ἀφύλακτον ὄν, ἐς ὀχύρωμα βεβαιότατον μετεστήσατο, πόλιν τε 2.6.4 διεπράξατο μεγέθει καὶ κάλλει περιφανῆ εἶναι. ∆ιοκλητιανὸς μὲν γὰρ τηνικάδε τὸ φρούριον πεποίηται τοῦτο οὐχ ὅλον ἐν κύκλῳ τείχει περιβαλών, ἀλλὰ μέχρι μὲν ἐς ποταμὸν Εὐφράτην ἐπεξαγαγὼν τὴν τοῦ περιβόλου οἰκοδομίαν καὶ πύργον ἑκατέρωθι ἀπεργασάμενος ἔσχατον, ἀπολιπὼν δὲ τὴν ἐνθένδε τοῦ χωρίου πλευρὰν ἀτείχιστον ὅλως, ἀποχρῆναι, οἶμαι, τὸ τοῦ ποταμοῦ ὕδωρ ἐς 2.6.5 τὸ τοῦ φρουρίου ὀχύρωμα τῇδε ἡγούμενος. προϊόντος δὲ χρόνου τὸν ἔσχατον πύργον, ὃς δὴ ἐτέτραπτο πρὸς ἄνεμον νότον, τὸ τοῦ ποταμοῦ ῥόθιον παραξύον ἐνδελεχέστατα κατέσεισεν ὅλον, ἔνδηλός τε ἦν ὡς, εἰ μὴ βοηθοίη τις ὅ τι τάχιστα, καταπεσεῖται αὐτίκα δὴ μάλα. 2.6.6 ἐφάνη τοίνυν Ἰουστινιανὸς βασιλεὺς τοῦτο πρὸς τοῦ θεοῦ κεκομισμένος ἀξίωμα, πάσης ἐπιμελεῖσθαι καὶ ὡς 2.6.7 ἔνι μάλιστα μεταποιεῖσθαι τῆς Ῥωμαίων ἀρχῆς· ὃς δὴ οὐ μόνον τὸν πεπονθότα πύργον ἐσώσατο, ἀνοικοδομησάμενος αὐτὸν μυλίῳ λίθῳ καὶ φύσει σκληρῷ, ἀλλὰ καὶ τοῦ φρουρίου τὴν ἀτείχιστον πλευρὰν ξύμπασαν ὀχυρωτάτῳ περιβέβληκε τείχει, διπλασιάσας αὐτῇ πρὸς τῷ πο2.6.8 ταμῷ τὴν ἐκ τοῦ περιβόλου ἀσφάλειαν. πρὸς ἐπὶ τούτοις δὲ καὶ προτείχισμα ἐχυρώτατον προσεποίησεν αὐτὸς τῇ πόλει, καὶ διαφερόντως οὗ δὴ τοῖν ποταμοῖν ἡ ἐς ἀλλήλους ἐπιμιξία τρίγωνον ἀποτελεῖ σχῆμα, ταύτῃ τε 2.6.9 τὰς ἐνθένδε τῶν πολεμίων ἐπιβουλὰς ἀπεκρούσατο. καὶ στρατιωτικῶν δὲ καταλόγων ἄρχοντα τῇδε καταστησάμενος, ὃν δοῦκα καλοῦσι, διηνεκὲς ἐνταῦθα καθιζησόμενον, ἀποχρῶν φυλακτήριον πεποίηκεν εἶναι τῇ τῆς 2.6.10 πολιτείας ἀρχῇ. καὶ τὸ βαλανεῖον δέ, ὅπερ δημοσίᾳ τὴν χρείαν τοῖς τῇδε ᾠκημένοις παρέχεται, ἀνόνητον ὅλως τῇ τοῦ ποταμοῦ ἐπιρροῇ γεγενημένον ἐνεργεῖν τε τὰ ξυνειθισμένα οὐκέτι ἔχον, ἐς τὸν νῦν ὄντα μετέθηκε 2.6.11 κόσμον. ὅσα μὲν γὰρ αὐτοῦ ἀπεκρέματο πρότερον ἐπὶ στερρᾶς τῆς οἰκοδομίας ἑστῶτα κατὰ τὸ τῶν λουτρῶν τῇ χρείᾳ συνοῖσον (ὧν δὴ ἔνερθε τὸ πῦρ καίεται, χυτρόποδάς τε καλεῖν αὐτὰ νενομίκασι), ταῦτα δὴ ἅπαντα τῇ τοῦ ὕδατος ἐπιρροῇ ἀποκείμενα πρόσθεν εὑρών, καὶ ἀπ' αὐτοῦ τὴν χρείαν τῷ βαλανείῳ διεφθαρμένην, λίθων μὲν αὐτὸς ἐμπεδώσας ἐπιβολαῖς ὅσα πρότερον ἀπεκρέματο, ᾗπέρ μοι εἴρηται, ἑτέραν καθύπερθεν ἀποκρεμάσας οἰκοδομίαν, ἵνα δὴ ἀπρόσοδα τῷ ποταμῷ ἐστιν, ἀνεσώσατο τὴν ἐνθένδε εὐπάθειαν τοῖς τῇδε φρουροῖς. τὰ μὲν δὴ τοῦ Κιρκησίου ἐς τόνδε τὸν τρόπον δεδημιούργηται τῷ βασιλεῖ τούτῳ. 2.6.12 Μετὰ δὲ τὸ Κιρκήσιον φρούριόν ἐστι παλαιόν, Ἀννούκας ὄνομα, οὗπερ ἐρείπιον τὸ τεῖχος εὑρὼν οὕτω δὴ μεγαλοπρεπῶς ἀνῳκοδομήσατο Ἰουστινιανὸς βασιλεὺς ὡς μηδὲ τῶν τινος ἐπιφανεστάτων πόλεων ὀχυρώματος πέρι 2.6.13 τὰ δευτερεῖα τὸ λοιπὸν φέρεσθαι. τρόπῳ δὲ τῷ αὐτῷ καὶ τὰ φρούρια, ὅσα δὴ ἀμφὶ πόλιν Θεοδοσιούπολιν κεῖται, τὰ μὲν ἀτείχιστα τὸ πρότερον ὄντα, τὰ δὲ πηλῷ τε καὶ τῇ ἐνθένδε γελωτοποιίᾳ τετειχισμένα αἱμασιᾶς τρόπον, φοβερά τε τανῦν καὶ τὸ παράπαν ἀπρόσβατα τοῖς 2.6.14 ἐπιοῦσιν εἰργάσατο· τό τε Μαγδαλαθὼν σὺν ἑτέροιν δυοῖν, ἅπερ αὐτοῦ ἑκατέρωθεν τυγχάνει ὄντα, καὶ Θαννούριος δύο, μικρόν τε καὶ μέγα, καὶ Βιμισδεὼν καὶ Θήμερες, ἔτι δὲ Βιδάμας καὶ ∆αυσαρὼν καὶ Θιόλλα, Φιχάς τε καὶ Ζαμαρθὰς καὶ τὰ λοιπὰ ὡς εἰπεῖν ἅπαντα. 2.6.15 ἦν δέ τις χῶρος παρὰ Θαννούριος τὸ μέγα, ᾧ δὴ ἐπιχωριάζειν Σαρακηνοῖς τοῖς πολεμίοις διαβαίνουσι ποταμὸν Ἀβόρραν πολλὴ ἐξουσία ἐγίνετο, ἔνθεν δὲ ὁρμωμένοις διασκεδάννυσθαι μὲν ἀνά τε τὴν ὕλην δασεῖάν τε καὶ ἀμφιλαφῆ οὖσαν καὶ τὸ ὄρος, ὃ ταύτῃ ἀνέχει, καταθεῖν τε ἀδεέστερον τοὺς ᾠκημένους ἀμφὶ τὰ ἐκείνῃ χω2.6.16 ρία Ῥωμαίους. ἀλλὰ νῦν πύργον κομιδῇ μέγαν ἐκ λίθου σκληροῦ Ἰουστινιανὸς βασιλεὺς ἐν τῷ χώρῳ τούτῳ δειμάμενος ἐνταῦθά τε φρουρὰν ἀξιολογωτάτην καταστησάμενος ἀναστέλλειν τὰς τῶν πολεμίων ἐπιδρομὰς παντελῶς ἴσχυσε, τοῦτον