1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

50

ἀποτετριγχωμένον μήτε τῇ φύσει δυσπρόσοδον 4.9.18 εἶναι. ὥστε καὶ τοῖς ἐμπόροις δέει τοῦ κινδύνου ὑπερ4.9.19 οφθὲν ἐν ὀλιγωρίᾳ ἐγένετο. νῦν δὲ βασιλεὺς Ἰουστινιανὸς οὐχ ὅσον τῷ χωρίῳ τὴν ἀσφάλειαν προσεποίησεν, 4.9.20 ἀλλὰ καὶ τοὺς περιοίκους ἐσώσατο πάντας. ἐπὶ Ῥαιδεστοῦ γὰρ ἀνέστησε πόλιν, τείχει μὲν ἐρυμνήν, μεγέθει 4.9.21 δὲ διαφερόντως ὑπέρογκον. οὗ δὴ βαρβάρων σφίσιν ἐγκειμένων οἱ πλησιόχωροι ἅπαντες εἰς καιρὸν καταφεύγοντες σὺν τοῖς χρήμασι διασώζονται. 4.10.1 Τὰ μὲν οὖν ἐπὶ Ῥαιδεστοῦ Ἰουστινιανῷ βασιλεῖ ταύτῃ πη ἔσχεν. ὅσα δὲ αὐτῷ ἀμφὶ Χερρονήσῳ δια4.10.2 πεπόνηται, ἐρῶν ἔρχομαι. προβέβληται μὲν πάσης ἡ Χερρόνησος τῆς κατ' αὐτὴν Θρᾴκης. ἐπεμβαίνουσα γὰρ τῇ θαλάσσῃ καὶ ὥσπερ ἐχομένη τοῦ πρόσω, δόκησιν 4.10.3 παρέχεται ὅτι δὴ ἐπὶ τὴν Ἀσίαν χωρεῖ. ἀκτὴ δὲ αὐτῆς ἀμφὶ πόλιν Ἐλαιοῦντα προὔχουσα μία, σχίζει τε εἰς δύο τὴν θάλασσαν μοίρας, καὶ αὐτὴ τῷ ῥοθίῳ ἀποτεμνομένη τῆς ἄλλης ἠπείρου, καὶ προσιούσῃ ἐπίπροσθεν τῇ θαλάσσῃ 4.10.4 ὑποχωροῦσα, τὸν Μέλανα καλούμενον ποιεῖ κόλπον. νῆσος δὲ τὸ λοιπὸν ὀλίγου δέοντος γίνεται, ὄνομα τῷ ποιουμένῳ προσῆκον κτωμένη. Χερρόνησος γάρ, ὡς τὸ εἰκός, ὀνομάζεται, ἰσθμῷ διειργομένη βραχεῖ, μὴ νῆσος 4.10.5 παντάπασιν εἶναι. κατὰ τοῦτον οἱ πάλαι ἄνθρωποι τὸν ἰσθμὸν παρέργως τε καὶ λίαν ἀπημελημένως ἐδείμαντο 4.10.6 διατείχισμα κλίμακι ἁλωτόν. κῆπον γάρ πού τινα εἰκῆ κείμενον αἱμασιᾷ περιβάλλειν οἰόμενοι, ἰσχνόν τε αὐτὸ 4.10.7 καὶ ὀλίγον τῆς γῆς ὑπερανεστηκὸς ἐξειργάσαντο. πρὸς δὲ καὶ τὴν ἑκατέρωθι τοῦ ἰσθμοῦ θάλασσαν προβόλους τεκτηνάμενοι βραχεῖς τε καὶ φαύλους, οὕσπερ καλεῖν νενομίκασι μώλους, τὴν μεταξὺ χώραν τοῦ τε ῥοθίου καὶ τοῦ περιβόλου ἐφράξαντο, οὐ ταύτῃ τοὺς ἐπιβουλεύσοντας ἀπωσόμενοι, ἀλλ' ἐπὶ τὰς εἰσόδους παρακαλέσοντες· οὕτω δὴ αὐτὸ εὐκαταφρόνητον ἐξειργάσαντο, καὶ 4.10.8 τοῖς ἀποπειρασομένοις εὐάλωτον. ἡγούμενοι δέ τι τοῖς πολεμίοις ἄμαχον πεποιῆσθαι ὀχύρωμα, τούτου δὴ τοῦ περιβόλου τὰ ἐντὸς ἅπαντα φυλακῆς οὐδεμιᾶς ἀξιοῦν ἔγνωσαν, ἐπεὶ οὔτε φρούριον οὔτε ἄλλο τι ἔρυμα ἐπὶ Χερρονήσου ξυνέβαινεν εἶναι, καίπερ ὀλίγου δέοντος ἐς 4.10.9 τριῶν κατατεινούσης ὁδὸν ἡμερῶν. ἔναγχος ἀμέλει γοῦν οἱ πολέμιοι καταθέοντες τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ἐγκεχειρήκασι μὲν ὡς ἀποπειρασόμενοι τῆς κατὰ τὴν ἠϊόνα εἰσόδου, δεδιξάμενοι δὲ τοὺς ταύτῃ φρουροὺς ἐσπεπηδήκασιν ὥσπερ τι ἄθυρμα παίζοντες, ἐντός τε τοῦ περιβόλου γεγένηνται οὐδενὶ πόνῳ. 4.10.10 Πολλὰ τοίνυν ἀμφὶ τῶν κατηκόων τῇ σωτηρίᾳ δια4.10.11 σκοπούμενος Ἰουστινιανὸς βασιλεὺς ἐποίει τάδε. πρῶτα μὲν αὐτῷ ἐξίτηλον τὸ παλαιὸν γεγένηται τεῖχος, οὐδὲ 4.10.12 ὅσον ἴχνους οἱ ἀπολελειμμένου τινός. ἕτερον δὲ αὐτίκα ἐπὶ τῆς αὐτῆς χώρας ἀνέστη, ὅπερ ἐπιεικῶς εὐρυνόμενον 4.10.13 ὑψοῦ ἀνέχει. ὑπεράνω τε τῶν ἐπάλξεων ἀνειλημμένη θόλος ἐν στοᾶς τρόπῳ ὄροφον ποιεῖται, καλύπτουσα τοὺς 4.10.14 τοῦ περιβόλου ἀμυνομένους. ἄλλοι τε τῇ θόλῳ προμαχῶνες ἐγκείμενοι διπλασιάζουσι τοῖς τῇδε τειχομαχοῦσι 4.10.15 τὸν πόλεμον. ἔπειτα δὲ ἀμφοτέρωθι ἐς τοῦ περιβόλου τὰ πέρατα πρὸς αὐταῖς που τῆς θαλάσσης ταῖς ῥαχίαις μάλιστα, προβόλους πεποίηται, οὓς μώλους καλοῦσιν, ἐπὶ πλεῖστον μὲν τοῦ ῥοθίου διήκοντας, τῷ δὲ τείχει ξυναπτομένους, ὕψους δὲ πέρι τῷ ἐρύματι ἐναμίλλους 4.10.16 ὄντας. ἀλλὰ καὶ τὴν τάφρον τοῦ περιβόλου ἔκτοσθεν οὖσαν περικαθάρας τε καὶ κατορύξας ἐνδελεχέστατα μέγα 4.10.17 τι αὐτῇ εὔρους τε καὶ βάθους ἐντέθειται χρῆμα. καὶ μὴν καὶ στρατιωτῶν καταλόγους ἐν τούτοις ἱδρύσατο τοῖς μακροῖς τείχεσι πᾶσι βαρβάροις ἀντιτάξασθαι ἱκανοὺς 4.10.18 ὄντας, ἤν τι τῆς Χερρονήσου ἀποπειρῶνται. οὕτω δὲ ταῦτα ἐν τῷ βεβαίῳ τῆς ἀσφαλείας καταστησάμενος καὶ τοῖς ἔνδον οὐδέν τι ἧσσον ὀχυρώματα προσεποίησεν. 4.10.19 ὥστε εἰ τοῖς μακροῖς τείχεσιν (ἀπέστω δὲ τοῦ λόγου) παθεῖν τι ξυμβαίη, οὐδέν τι ἧσσον Χερρονησιώτας ἐν 4.10.20 ἀσφαλεῖ εἶναι. πόλιν τε γὰρ Ἀφροδισιάδα ἐρύματι ἐχυρωτάτῳ περιεβάλλετο, ἀτείχιστον ἐκ τοῦ ἐπὶ πλεῖστον τὰ πρότερα οὖσαν, καὶ Κίβεριν πόλιν, ἐπ' ἐδάφους κει4.10.21 μένην,