1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

15

μέχρι ἐς τῆς αὐλῆς τὴν κρηπῖδα πλώιμος ἐνταῦθα ταῖς ναυσὶ γίνεται, τῆς δὲ γαλήνης τῷ ὑπερβάλλοντι τοὺς ἑκατέρωθι ὄντας ἐπιμίγνυσιν ἐς τοὺς διαλόγους ἀλλή1.11.5 λοις. τὰ μὲν οὖν κατὰ τῆς θαλάσσης τὸ γειτόνημα τῇ αὐλῇ τῇδέ πη ἔχει, καλλωπιζομένῃ μὲν τῇ ἐς αὐτὴν ὄψει, περιπνεομένῃ δὲ ἁπαλαῖς οὔσαις ταῖς ἀπ' αὐτῆς αὔραις. 1.11.6 καὶ κιόνων δὲ καὶ μαρμάρων κάλλει ὑπερφυεῖ τά τε αὐτῆς ἐδάφη καὶ τὰ ὕπερθεν καλύπτεται πάντα· ὧν ἡ αἴγλη ὑπεράγαν λευκή τίς ἐστι, ταῖς τοῦ ἡλίου αὐγαῖς ἐπιει1.11.7 κῶς ἀπαστράπτουσα. καὶ μὴν καὶ εἰκόνες αὐτὴν κοσμοῦσι παμπληθεῖς, αἱ μὲν χαλκαῖ, αἱ δὲ τῷ λίθῳ ἐπιξυσθεῖσαι, θέαμα λόγου πολλοῦ ἄξιον. εἰκάσαις ἂν ἢ Φειδίου τοῦ Ἀθηναίου ἢ τοῦ Σικυωνίου Λυσίππου ἔργον ἢ 1.11.8 Πραξιτέλους αὐτὰς γεγονέναι. ἐνταῦθα καὶ Θεοδώρα ἡ βασιλὶς ἐπὶ κίονος ἕστηκε· τοῦτο γὰρ ἀνατέθεικεν ἡ πό1.11.9 λις αὐτῇ ὑπὲρ τῆς αὐλῆς χαριστήριον. καὶ ἡ μὲν εἰκὼν εὐπρόσωπος, ἀλλὰ τῆς βασιλίδος τῷ κάλλει ἐλάσσων, ἐπεὶ αὐτῆς τὴν εὐπρέπειαν λόγῳ τε φράσαι καὶ ἰνδάλματι ἀπομιμεῖσθαι ἀνθρώπῳ γε ὄντι παντάπασιν ἀμήχανα ἦν· ἁλουργὸς δὲ ὁ κίων καὶ πρὸ τοῦ ἐκτυπώματος ὅτι δὴ βασιλίδα φέρει διαφανῶς ἐνδεικνύμενος. 1.11.10 Ὅπερ δὲ ὕδατος εὐπορίας πέρι ἐνταῦθα διαπεπόνηται τῷ βασιλεῖ τούτῳ αὐτίκα δηλώσω. θέρους ὥρᾳ ἡ βασιλὶς πόλις ὕδατος ὑπεσπάνιζεν ἐκ τοῦ ἐπὶ πλεῖστον, καί1.11.11 περ ἐς τοὺς ἄλλους καιροὺς διαρκὲς ἔχουσα. τοῦ γὰρ καιροῦ τηνικάδε αὐχμοὺς ἔχοντος ἐλασσόνως ἢ κατὰ τὰς ἄλλας ὥρας αἱ πηγαὶ τὸ ὕδωρ ἀποβλυστάνουσαι καταδε1.11.12 εστέραν παρείχοντο τὴν ὀχεταγωγίαν τῇ πόλει. διὸ δὴ ὁ βασιλεὺς ἐπενόει τοιάδε. κατὰ τὴν βασιλέως στοάν, ἵνα δὴ τὰς δίκας παρασκευάζονται οἵ τε ῥήτορες καὶ εἰσαγωγεῖς καὶ εἴ τινες ἄλλοι τοῦ ἔργου τούτου ἐπιμελοῦνται, αὐλή τίς ἐστιν ὑπερμεγέθης, περιμήκης μὲν καὶ εὔρους ἱκανῶς ἔχουσα, ἐν τετραπλεύρῳ δὲ περίστυλος οὖσα, οὐκ ἐπὶ γεώδους ἐδάφους τοῖς αὐτὴν δειμαμένοις, ἀλλ' ἐπὶ 1.11.13 πέτρας πεποιημένη. στοαί τε τὴν αὐλὴν περιβάλλουσι τέσσαρες, κατὰ πλευρὰν ἑκάστην ἑστῶσαι. ταύτην τε οὖν καὶ τῶν στοῶν μίαν, ἥπερ αὐτῆς τέτραπται πρὸς ἄνεμον νότον, ἐς βάθους μέγα τι χρῆμα κατορύξας Ἰουστινιανὸς βασιλεύς, ἀποβαλλομένοις τῇ περιουσίᾳ κατὰ τὰς ἄλλας ὥρας τοῖς ὕδασιν ἐς θέρος ἐν ἐπιτηδείῳ θησαυρὸν ἔθετο. 1.11.14 δεχόμενα γὰρ τὰ ἔλυτρα τάδε τοῦ ὀχετοῦ τὴν ἐπιρροὴν ὑπερβλύζοντος στενοχωρουμένοις μὲν τοῖς ὕδασι τότε χαρίζεται χώραν, ποθεινῶν δὲ αὐτῶν γινομένων ἐπὶ και1.11.15 ροῦ τοῖς δεομένοις παρέχεται πόρον. οὕτω μὲν μὴ προσδεῖν Βυζαντίοις ποτίμων ὑδάτων βασιλεὺς Ἰουστινιανὸς διεπράξατο. 1.11.16 Καὶ βασίλεια δὲ ἀλλαχόθι δεδημιούργηκεν αὐτὸς καινουργήσας ἔν τε τῷ Ἡραίῳ, ὃ νῦν Ἱερὸν ὀνομάζουσι, καὶ Ἰουκουνδιάναις ταῖς καλουμέναις· ὧν δὴ οὔτε τὸ μεγαλοπρεπὲς σὺν τῷ ἐς τέχνην ἠκριβωμένῳ, οὔτε τὸν ὄγκον ἂν σὺν τῷ εὐπρεπεῖ λόγῳ φράσαι ποτὲ ἱκανῶς 1.11.17 ἔχοιμι. ἀλλ' ἀποχρήσει ταῦτα εἰπεῖν βασίλειά τε εἶναι καὶ πρὸς Ἰουστινιανοῦ γεγονέναι παρόντος τε καὶ ἐπιτεχνωμένου, καὶ οὐδενὸς ἀπεριόπτου, ὅτι μὴ χρημάτων, καθισταμένου. ταῦτα γὰρ οὐχ οἷόν τέ ἐστι μὴ καὶ λόγου 1.11.18 κρατεῖν. ἐνταῦθα δὲ καὶ λιμένων σκέπας ἀποτετόρνευται οὐ πρότερον ὄν. ἀκτὴν γὰρ εὑρὼν ἑκατέρωθι τοῖς τε ἀνέμοις καὶ ταραχῇ τοῦ ῥοθίου ἀποκειμένην, σωτήριον 1.11.19 εἶναι τοῖς πλέουσι κατεστήσατο ὧδε. τὰς κιβωτοὺς καλουμένας ἀναρίθμους τε καὶ παμμεγέθεις πεποιημένος, ἀμφοτέρωθέν τε αὐτὰς τῆς ἠϊόνος ἐπὶ πλεῖστον ἐγκαρσίας ἀπορριψάμενος, ἀεί τε τῶν προτέρων καθύπερθεν ἑτέρων ἐν τάξει ἐπιβολὴν ἐντιθέμενος, τοίχους πλαγίους ἀπ' ἐναντίας ἀλλήλων ἀνέστησε δύο ἐκ τῶν τῆς ἀβύσσου κρηπίδων μέχρι ἐς τὸ ὕδωρ, ᾧ δὴ αἱ νέες ἐναπερειδό1.11.20 μεναι πλέουσι. πέτρας τε τὸ λοιπὸν ἀποτόμους ταύτῃ ἐμβέβληται. ὧν δὴ πρὸς τοῦ ῥοθίου ἀρασσομένων, ἀποκρουομένων τε τὴν τοῦ κλυδωνίου ἐπίθεσιν, καὶ ἀνέμου χειμῶνος ὥρᾳ καταβάντος σκληροῦ, διαμένει τὰ ἐντὸς ἡσυχῆ ἅπαντα τῶν τοίχων, μεταξὺ μιᾶς ἀπολελειμμένης 1.11.21 ἐπὶ τὸν λιμένα τοῖς πλοίοις εἰσόδου. ἐνταῦθα δὲ