1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

22

ἅπαντα γὰρ ἀκρι2.4.21 βολογεῖσθαι πρὸς ὄνομα οὐκ εὐπετές ἐστι. συνελόντα δὲ εἰπεῖν ἅπαντα πρότερον τοῖς ἐπιβουλεύουσιν ὑποκείμενα τανῦν ἀνανταγώνιστα πεποίηκεν εἶναι. καὶ ἀπ' αὐτοῦ ἡ Μεσοποταμία τῷ Περσῶν γένει ἄβατος διαφανῶς ἐστιν. 2.4.22 Οὐ σιωπητέον δὲ οὐδὲ ὅπερ ἐν τῷ Βάρας φρουρίῳ ἐξεῦρεν, οὗπερ ἐπεμνήσθην ἀρτίως. τὰ μὲν γὰρ τοῦ φρουρίου ἐντὸς ἄνυδρα τὸ παράπαν ὄντα ἐτύγχανεν, ἐν ὄρει δὲ ὑψηλῷ μάλιστα κατὰ τὸ κρημνῶδες τὸ Βάρας 2.4.23 τοῦτο πεποίηται. ἔκτοσθεν δὲ αὐτοῦ ὡς ἀπωτάτω ἐν τῇ ὑπωρεία μετὰ τὸ πρανὲς κρήνη ἦν, ἥνπερ ἐδόκει ἀξύμφορον εἶναι τῷ τειχίσματι τοῦ φρουρίου περιβαλεῖν, ὡς μή τις αὐτοῦ μοῖρα ἐν ὑπτίῳ κειμένη εὐάλωτος εἴη. 2.4.24 ἐπενόει δὲ τάδε. τὰ ἐντὸς τοῦ περιβόλου διορύσσειν ἐκέλευεν ἕως ἐς τὸ ὁμαλὲς μάλιστα ἵκωνται. ὅπερ ἐπεὶ ὑπετελέσθη κατὰ τὴν τοῦ βασιλέως ἐπίταξιν, ἐπιρρέον ἐνταῦθα τὸ ὕδωρ ἐκ τῆς πηγῆς παρὰ δόξαν ἐφάνη. οὕτω τε καὶ τὸ φρούριον δεδημιούργηται ξὺν τῷ ἀσφαλεῖ καὶ ὕδατος πέρι ἐν ἐπιτηδείῳ φαίνεται κείμενον. 2.5.1 Οὕτω δὲ καὶ Θεοδοσιουπόλεως, τῆς παρὰ ποταμὸν Ἀβόρραν γῆς τῆς Ῥωμαίων προβεβλημένης, τὸν περίβολον, ὅνπερ ὁ χρόνος κατεργάσασθαι μάλιστα ἴσχυσε, καὶ ἀπ' αὐτοῦ τοῖς τῇδε ἀνθρώποις οὐχ ὑπὲρ τῆς ἀσφαλείας ἐδίδου θαρρεῖν, ἀλλὰ διηνεκὲς ἅπαντας ἐξέπλησσε, δεδισσόμενος ὅτι δὴ οὐκ εἰς μακρὰν αὐτοῖς ἐμπεσεῖται, ἀνοικοδομησάμενος ἐκ τοῦ ἐπὶ πλεῖστον ὁ βασιλεὺς οὗτος διακωλύειν τάς γε κατὰ Μεσοποταμίαν Περσῶν ἐσβολὰς ἱκανῶς ἔσχεν. 2.5.2 Οἷα δὲ καὶ ἐν Κωνσταντίνῃ ἐπιδέδεικται εἰπεῖν ἄξιον. ἦν μὲν τὰ πρότερα ὁ Κωνσταντίνης περίβολος τό τε ὕψος κλίμακι ἁλωτὸς τήν τε ἄλλην κατασκευὴν εὐέφοδος ἄγαν, ὥσπερ τι πάρεργον γεγενημένος τοῖς πάλαι ἀν2.5.3 θρώποις. τοσούτῳ γὰρ διειστήκεισαν οἱ πύργοι ἀλλήλων ὥστε, εἰ προσβαλοῦντές τινες ἐς τὴν μεταξὺ χώραν προσίοιεν, οὐκ εἶχον οἱ κατὰ τοὺς πύργους ἑστῶτες καθ' ὅτι ἂν αὐτοὺς ἀμυνόμενοι ἀποκρούοιντο. ἀλλὰ μὴν καὶ χρόνου μήκει πεπονηκὼς ἐκ τοῦ ἐπὶ πλεῖστον τοῦ κατα2.5.4 πεπτωκέναι οὐ μακράν που ἐγένετο. πρὸς δὲ καὶ τοιοῦτο τῇ πόλει προτείχισμα ἦν οἷον ἐπιτείχισμα κατ' αὐτῆς γεγονέναι δοκεῖν. οὐ πλέον γὰρ αὐτοῦ ἢ ἐς πόδας τρεῖς ἐγεγόνει τὸ πάχος, καὶ αὐτὸ μέντοι πηλῷ σύνθετον, τὰ μὲν κάτω ἐς ὀλίγον ἐκ λίθου μυλίτου ἀνεστηκός, τὰ δὲ ὕπερθεν ἐκ τοῦ λευκολίθου καλουμένου, σφαλεροῦ τε ὄντος καὶ μαλακοῦ λίαν. ὥστε δὴ ὅλον ἦν τοῖς ἐπι2.5.5 οῦσιν εὐάλωτον. βασιλεὺς δὲ Ἰουστινιανὸς τὰ μὲν πεπονηκότα τοῦ περιβόλου νέᾳ τινὶ ἀνεσώσατο οἰκοδομίᾳ, καὶ διαφερόντως τὰ πρὸς ἥλιον δύοντα τετραμμένα καὶ 2.5.6 βορρᾶν ἄνεμον. τοῦ δὲ δὴ ἐρύματος πανταχῆ μεταξὺ πύργοιν δυοῖν ἄλλον ἐντέθεικε, καὶ ἀπ' αὐτοῦ πύργοι ἅπαντες ὡς ἀγχοτάτω ἀλλήλοις ὄντες τοῦ περιβόλου προ2.5.7 βέβληνται. ὅλῳ δὲ τῷ τείχει καὶ πᾶσι πύργοις μέγα τι χρῆμα ὕψους ἐνθέμενος ἄμαχον τοῖς πολεμίοις τὸ τῆς 2.5.8 πόλεως ὀχύρωμα κατεστήσατο. ἀλλὰ καὶ ἀνόδους τοῖς πύργοις κεκαλυμμένας πεποιημένος, τριωρόφους τε αὐτοὺς λίθων ἐπιβολαῖς τεκτηνάμενος κυρτώμασι γεγονυίαις θόλων, πυργοκάστελλον αὐτῶν ἕκαστον εἶναί τε 2.5.9 καὶ καλεῖσθαι πεποίηκε. καστέλλους γὰρ τὰ φρούρια τῇ Λατίνων καλοῦσι φωνῇ. ἀλλὰ καὶ ἀμφὶ τοῖς ὕδασιν ἡ 2.5.10 Κωνσταντίνα τὰ ἀνήκεστα ἔπασχε πρότερον. τὰ μὲν γὰρ ἐκτός, ὅσον ἐκ σημείου ἑνός, πηγαί τέ εἰσι ποτίμων ὑδάτων καὶ ἄλσος ἐνθένδε φύεται ἐπιεικῶς μέγα, οὐρανομήκεσι κατάφυτον δένδροις· τὰ μέντοι ἐντός, ἵνα δὴ οὐκ ἐφ' ὁμαλοῦ, ἀλλ' ἐν τῷ ἀνάντει τὰς ἀγυιὰς συμβαίνει εἶναι, ἄνυδρός τε ἦν ἡ πόλις ἐκ παλαιοῦ καὶ δίψῃ τε καὶ 2.5.11 ἀμηχανίᾳ πολλῇ οἱ τῇδε ᾠκημένοι ἐς ἀεὶ εἴχοντο. βασιλεὺς δὲ Ἰουστινιανὸς ὀχετῷ τὸ ῥεῖθρον μεταβιβάσας τοῦ τείχους ἐντός, κρήναις τε τὴν πόλιν ἀειρρύτοις διακοσμήσας, οἰκιστὴς ἂν αὐτῆς δικαίως καλοῖτο. τὰ μὲν οὖν ἐς τάσδε τὰς πόλεις ταύτῃ Ἰουστινιανῷ βασιλεῖ εἴργασται. 2.6.1 Ἦν δὲ Ῥωμαίων φρούριον παρὰ ποταμὸν Εὐφράτην ἐν τοῖς Μεσοποταμίας ἐσχάτοις, ἵνα δὴ Ἀβόρρας ποταμὸς τῷ Εὐφράτῃ ἀναμιγνύμενος τὴν ἐκβολὴν ἐν2.6.2 ταῦθα ποιεῖται.