1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

7

τοσοῦτον δὲ μόνον εἰπεῖν ἀποχρήσει, ὡς τῶν ἱερῶν κάλλει τε καὶ 1.3.9 μεγέθει ὑπεραίρει τὰ πλεῖστα. ταῦτα δὲ ἄμφω τὰ ἱερὰ πρὸ τοῦ τῆς πόλεως πεποίηται τείχους, τὸ μὲν ἀρχομένου παρὰ τὴν τῆς θαλάσσης ἠϊόνα, τὸ δὲ ἄγχιστά πη τῶν Χρυσῶν καλουμένων Πυλῶν, ἃς δὴ ἀμφὶ τὸ τοῦ ἐρύματος πέρας συμβαίνει εἶναι, ὅπως δὴ ἄμφω ἀκαταγώνιστα φυλακτή1.3.10 ρια τῷ περιβόλῳ τῆς πόλεως εἶεν. ἔτι μέντοι κἀν τῷ Ἡραίῳ, ὅπερ Ἱερὸν καλοῦσι τανῦν, τῇ θεοτόκῳ νεὼν οὐκ εὐδιήγητον κατεστήσατο. 1.3.11 Ἐν χωρίῳ δὲ τῆς πόλεως, ὃ ∆εύτερον ἐπικαλεῖται, ἱεροπρεπές τε καὶ ἀγαστὸν ὅλως ἀνέθηκεν ἕδος Ἄννῃ ἁγίᾳ, ἣν τῆς μὲν θεοτόκου γεγονέναι μητέρα τινὲς οἴονται, τοῦ 1.3.12 δὲ Χριστοῦ τιτθήν. ἄνθρωπος γὰρ ᾗπερ ἐβούλετο γεγονὼς ὁ θεὸς καὶ τριγονίας ἀνέχεται καὶ γενεαλογεῖται 1.3.13 τὰ ἐκ μητρὸς ἀνθρώπῳ ἴσα. τούτου δὲ δὴ τοῦ νεὼ οὐ πολλῷ ἄποθεν ἀμφὶ τῆς πόλεως ἀγυιὰν ἐσχάτην Ζωῇ μάρτυρι σεμνὸν ἐπιεικῶς ἕδος πεποίηται. 1.3.14 Τοῦ δὲ ἀρχαγγέλου Μιχαὴλ ἱερὸν εὗρεν ἐν Βυζαντίῳ βραχύ τε καὶ ἀφεγγὲς ἄγαν καὶ ὡς ἥκιστα τῷ ἀρχαγγέλῳ ἀνεῖσθαι πρέπον πρὸς σενάτορός τινος τῶν πατρικίων ἐν χρόνῳ γεγενημένον τῷ ἔμπροσθεν, κοιτωνίσκῳ οἰκίας 1.3.15 ἀτεχνῶς ἐμφερὲς οὐδὲ λίαν εὐδαίμονος. διὸ δὴ καθεῖλε μὲν αὐτὸ ἐς τὸ ἔδαφος ἐκ τῶν θεμελίων, ὡς μή τι αὐτῷ 1.3.16 τῆς προτέρας ἀκοσμίας ἀπολειφθείη. εὐμέγεθες δὲ τεκτηνάμενος κατὰ τὸν νῦν φαινόμενον τρόπον, ἐς κάλλος 1.3.17 μεταβιβάζει θαυμάσιον οἷον. ἐν τετραπλεύρῳ μὲν γὰρ τὸ τέμενός ἐστιν, οὐ κατὰ πολὺ δὲ φαίνεται προέχον τοῦ εὔρους τὸ μῆκος. τῆς δὲ πλευρᾶς ἣ πρὸς ἀνίσχοντα ἥλιον τέτραπται κατὰ μὲν τὰ ἄκρα παχὺς ἑκατέρωθεν τοῖχος λίθοις ἐν πλήθει ξυγκειμένοις ἀποτετόρνευται, κατὰ δὲ 1.3.18 τὰ μέσα ἐξ ὑπαγωγῆς ἀποχωρῶν ὑποστέλλεται. καὶ αὐτῆς ἐφ' ἑκάτερα μὲν ἀνέχουσι τὸν νεὼν κίονες χροιαῖς τισι ποικιλλόμενοι φύσει. ὁ δὲ καταντικρὺ πρὸς δύοντά που τὸν ἥλιον τοῖχος ταῖς εἰς τὸν νεὼν εἰσαγούσαις διῄρηται θύραις. 1.4.1 Ἐς δὲ τοῦ Χριστοῦ ἀποστόλους τὸ πιστὸν ἐπιδέδεικται τρόπῳ τοιῷδε. πρῶτα μὲν Πέτρῳ καὶ Παύλῳ νεὼν οὐ πρότερον ὄντα ἐν Βυζαντίῳ ἐδείματο παρὰ τὴν βασι1.4.2 λέως αὐλήν, ἣ Ὁρμίσδου τὸ παλαιὸν ἐπώνυμος ἦν· ταύτην γὰρ οἰκίαν αὑτοῦ ἰδίαν Παλάτιον εἶναι δοκεῖν τε καὶ πρέπειν τῷ μεγαλοπρεπεῖ τῆς οἰκοδομίας διαπραξάμενος, ἐπειδὴ αὐτοκράτωρ κατέστη Ῥωμαίοις, τοῖς ἄλλοις 1.4.3 βασιλείοις ἐνῆψεν. οὗ δὴ καὶ τέμενος ἄλλο ἁγίοις ἐπιφανέσι Σεργίῳ τε καὶ Βάκχῳ ἐδείματο, καὶ ἔπειτα καὶ 1.4.4 τέμενος ἄλλο ἐκ πλαγίου τούτῳ παρακείμενον. ἄμφω δὲ τούτω τὼ νεὼ οὐκ ἀντιπροσώπω, ἀλλ' ἐκ πλαγίας ἀλλήλοιν ἑστᾶσι, συνημμένοι τε καὶ ἀλλήλοις ἐνάμιλλοι ὄντες, καὶ τὰς εἰσόδους ἐπικοινούμενοι, καὶ ἴσα ἀλλήλοις τά τε ἄλλα πάντα καὶ τὰ κράσπεδα περιβεβλημένοι, καὶ ἅτερος θατέρου οὔτε κάλλους πέρι οὔτε μεγέθους οὔτε ἄλλου οὐδε1.4.5 νὸς πλεονεκτῶν ἢ ἐλασσούμενος δείκνυται. ὁμοίως μὲν γὰρ ἑκάτερος τῇ αἴγλῃ τῶν λίθων ὑπεραστράπτει τὸν ἥλιον, ὁμοίως δὲ χρυσοῦ περιουσίᾳ πανταχόθι κατακορής ἐστι καὶ κατακομᾷ τοῖς ἀναθήμασιν. ἑνὶ μέντοι διαλ1.4.6 λάσσουσι μόνῳ. τὸ μὲν γὰρ μῆκος αὐτοῖν τῷ μὲν κατ' εὐθὺ διαπεπόνηται, τῷ δὲ οἱ κίονες ἐν ἡμικύκλῳ ἐκ τοῦ 1.4.7 ἐπὶ πλεῖστον ἑστᾶσιν. ἔστι δὲ αὐτοῖς μία μὲν ἡ ἐπὶ τῶν προθύρων στοὰ ἐπὶ τοῦ νάρθηκος τῷ περιμήκης εἶναι ὠνομασμένη. ἐπὶ κοινῆς δὲ προπύλαια πάντα, ἥ τε αὐλὴ καὶ μέταυλοι θύραι καὶ τὸ προσήκειν τοῖς βασιλείοις. 1.4.8 οὕτω δὲ ἄμφω ἀγαστὰ τὰ ἱερὰ τάδε ξυμβαίνει εἶναι ὥστε διαφανῶς τῆς τε πόλεως ὅλης καὶ οὐχ ἥκιστα τῶν βασιλείων ἐγκαλλώπισμα τυγχάνει ὄντα. 1.4.9 Μετὰ δὲ καὶ τοὺς ἀποστόλους ἅπαντας ὑπερφυῶς σέβων ἐποίει τοιάδε. ἦν τις ἐν Βυζαντίῳ ἐκ παλαιοῦ τοῖς ἀποστόλοις νεὼς ἅπασι· μήκει τε χρόνου κατασεισθεὶς 1.4.10 ἤδη καὶ πρὸς τὸ μηκέτι ἑστήξειν γεγονὼς ὕποπτος. τοῦτον περιελὼν Ἰουστινιανὸς βασιλεὺς ὅλον οὐχ ὅσον ἀνανεώσασθαι διὰ σπουδῆς ἔσχεν, ἀλλὰ καὶ μεγέθους καὶ 1.4.11 κάλλους πέρι ἀξιώτερον καταστήσασθαι. ὑπετέλεσε δὲ τὸ σπούδασμα τρόπῳ τοιῷδε. εὐθεῖαι συνημμέναι κατὰ μέσον ἀλλήλαιν ἐπὶ σταυροῦ