1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

41

ὀχυρωτάτῳ περιβαλών, τούτῳ τε συνάψας ὄρος ἑκάτερον τοῖς μὲν βαρβάροις τὴν δίοδον ἀνεχαίτισε, τῷ δὲ χειμάρρῳ ἐπάναγκές ἐστι λιμνάζοντι τοῦ τείχους ἐντός, εἶτα ἐφύπερθεν αὐτοῦ φερομένῳ ὅπῃ παρατύχοι ἰέναι. 4.2.23 Καὶ πόλεις δὲ τῆς Ἑλλάδος ἁπάσας, αἵπερ ἐντός εἰσι τῶν ἐν Θερμοπύλαις τειχῶν, ἐν τῷ βεβαίῳ κατεστήσατο 4.2.24 εἶναι, τοὺς περιβόλους ἀνανεωσάμενος ἅπαντας. κατερηρίπεσαν γὰρ πολλῷ πρότερον, ἐν Κορίνθῳ μὲν σεισμῶν ἐπιγενομένων ἐξαισίων, Ἀθήνησι δὲ καὶ Πλαταιᾶσι κἀν τοῖς ἐπὶ Βοιωτίας χωρίοις χρόνου μὲν μήκει πεπονηκότες, ἐπιμελησαμένου δὲ αὐτῶν οὐδενὸς τῶν πάντων ἀνθρώ4.2.25 πων. ἐπίμαχον δὲ ἢ ἀφύλακτον οὐδὲν εἴασεν, ἐπεὶ αὐτῷ προεγρηγορότι τῶν κατηκόων ἔννοια γέγονεν ὡς οἱ βάρβαροι καταθέοντες, ἂν οὕτω τύχῃ, τά γε ἀμφὶ Θερμοπύλας χωρία, ἐπειδὰν τάχιστα πύθωνται οὐδὲν αὐτοῖς ὄφελος ἔσεσθαι ὑπερβεβηκόσι τὸ ἔρυμα τοῦτο, τειχήρους πανταχόθι γεγενημένης τῆς ἄλλης Ἑλλάδος, ἐθελοκακήσουσιν αὐτίκα δὴ μάλα ἐξεπιστάμενοι ὡς πολιορκεῖν 4.2.26 σφίσι πόλιν ἑκάστην ἐπάναγκες ἔσται. προσδοκία γὰρ μηκυνομένη ταλαιπωρεῖν οὐκ ἀνέχεται, οὐδὲ ἀναβαλλομένης ὠφελείας ἐφίεται, ἀλλ' ἀποδίδοται τῆς περὶ ταῦτα ὀκνήσεως τὴν μέλλουσαν τύχην. 4.2.27 Ταῦτα διαπεπραγμένος Ἰουστινιανὸς βασιλεύς, ἐπεὶ τὰς ἐν Πελοποννήσῳ πόλεις ἁπάσας ἀτειχίστους ἐμάνθανεν εἶναι, λογισάμενος ὅτι δή οἱ πολὺς τετρίψεται χρόνος, εἰ κατὰ μιᾶς ἐπιμελοῖτο, τὸν Ἰσθμὸν ὅλον ἐν τῷ ἀσφαλεῖ ἐτειχίσατο, ἐπεὶ αὐτοῦ καταπεπτώκει τὰ πολλὰ 4.2.28 ἤδη. φρούριά τε ταύτῃ ἐδείματο καὶ φυλακτήρια κατεστήσατο. τούτῳ δὲ τῷ τρόπῳ ἄβατα τοῖς πολεμίοις ἅπαντα πεποίηκεν εἶναι τὰ ἐν Πελοποννήσῳ χωρία, εἰ καί τι ἐς τὸ ἐν Θερμοπύλαις ὀχύρωμα κακουργήσοιεν. ἀλλὰ ταῦτα μὲν τῇδε κεχώρηκε. 4.3.1 Πόλις δὲ ἦν τις ἐπὶ Θεσσαλίας, ∆ιοκλητιανούπολις ὄνομα, εὐδαίμων μὲν τὸ παλαιὸν γεγενημένη, προϊόντος δὲ τοῦ χρόνου βαρβάρων οἱ ἐπιπεσόντων καταλυθεῖσα καὶ οἰκητόρων ἔρημος γεγονυῖα ἐπὶ μακρότατον· λίμνη δέ τις αὐτῇ ἐν γειτόνων τυγχάνει οὖσα, ἣ Καστορία ὠνόμασται. καὶ νῆσος κατὰ μέσον τῆς λίμνης τοῖς ὕδασι 4.3.2 περιβέβληται. μία δὲ εἰς αὐτὴν εἴσοδος ἀπὸ τῆς λίμνης ἐν στενῷ λέλειπται, οὐ πλέον ἐς πεντεκαίδεκα διήκουσα 4.3.3 πόδας. ὄρος τε τῇ νήσῳ ἐπανέστηκεν ὑψηλὸν ἄγαν, ἥμισυ μὲν τῇ λίμνῃ καλυπτόμενον, τῷ δὲ λειπομένῳ ἐγκείμενον. 4.3.4 διὸ δὴ ὁ βασιλεὺς οὗτος τὸν ∆ιοκλητιανουπόλεως ὑπεριδὼν χῶρον ἅτε που διαφανῶς εὐέφοδον ὄντα καὶ πεπονθότα πολλῷ πρότερον ἅπερ ἐρρήθη, πόλιν ἐν τῇ νήσῳ ὀχυρωτάτην ἐδείματο, καὶ τὸ ὄνομα, ὡς τὸ εἰκός, ἀφῆκε 4.3.5 τῇ πόλει. ἐπὶ μέντοι Ἐχιναίου τε καὶ Θηβῶν καὶ Φαρσάλου καὶ ἄλλων τῶν ἐπὶ Θεσσαλίας πόλεων ἁπασῶν, ἐν αἷς ∆ημητριάς τέ ἐστι καὶ Μητρόπολις ὄνομα καὶ Γόμφοι καὶ Τρίκα, τοὺς περιβόλους ἀνανεωσάμενος, ἐν τῷ ἀσφαλεῖ ἐκρατύνατο, χρόνῳ τε καταπεπονηκότας μακρῷ, εὐπετῶς τε ἁλωτοὺς ὄντας, εἴ τις προσίοι. 4.3.6 Ἀλλ' ἐπεὶ ἐς Θεσσαλίαν ἀφίγμεθα, φέρε δή, τῷ λόγῳ 4.3.6 ἐπί τε τὸ ὄρος τὸ Πήλιον καὶ Πηνειὸν ποταμὸν ἴωμεν. 4.3.7 ῥεῖ μὲν ἐξ ὄρους τοῦ Πηλίου πρᾴῳ τῷ ῥείθρῳ ὁ Πηνειός, ὡράϊσται δὲ αὐτῷ περιρρεομένη πόλις ἡ Λάρισσα, τῆς Φθίας ἐνταῦθα οὐκέτι οὔσης, τοῦτο δὴ τοῦ μακροῦ 4.3.8 χρόνου τὸ διαπόνημα. φέρεται δὲ ὁ ποταμὸς οὗτος εὖ μάλα προσηνῶς ἄχρι ἐς θάλασσαν. εὔφορός τε οὖν ἐστιν ἡ χώρα καρπῶν παντοδαπῶν καὶ ποτίμοις ὕδασι κατακορὴς ἄγαν, ὧνπερ ὀνίνασθαι ὡς ἥκιστα εἶχον περίφοβοι ὄντες οἱ τῇδε ᾠκημένοι διηνεκὲς καὶ καραδοκοῦντες ἀεὶ τοὺς βαρβάρους ἐγκείσεσθαι σφίσιν· ἐπεὶ οὐδαμῆ τῶν ταύτῃ χωρίων ὀχύρωμα ἦν, ὅπη ἂν καταφυγόντες 4.3.9 σωθήσονται. ἀλλὰ καὶ Λάρισσαν καὶ Καισάρειαν, πεπονηκότων σφίσιν ὑπεράγαν τῶν ἐρυμάτων, σχεδόν τι 4.3.10 ἀτειχίστους εἶναι ξυνέβαινε. βασιλεὺς δὲ Ἰουστινιανὸς ἄμφω τείχη ἰσχυρότατα ποιησάμενος γνησίᾳ τὴν χώραν 4.3.11 εὐδαιμονίᾳ ξυνῴκισεν. οὐ πολλῷ δὲ ἄποθεν ὄρη ἀνέχει ἀπόκρημνα, οὐρανομήκεσιν ἀμφιλαφῆ δένδροις· οἰκεῖα 4.3.12 δὲ Κενταύροις τὰ ὄρη. καὶ γέγονε Λαπίθαις ἐν τῇδε τῇ χώρᾳ πρὸς τὸ Κενταύρων γένος ἡ