1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

46

χρόνῳ ἐξίτηλον γεγενημένον, ἐς ὀχύρωμα νῦν ἐχυρώτατον κατε4.6.21 στήσατο. καὶ πύργον ἕνα, Ἰουδαῖος καλούμενον, φρούριον διεσκευάσατο κεκαλλιστευμένον καλεῖσθαί τε καὶ 4.6.22 εἶναι. καὶ τὸ δὴ Βουργουάλτου ὠνομασμένον, ἔρημόν τε καὶ παντάπασιν ἀοίκητον τὰ πρότερα ὄν, ἀλλὰ καὶ χῶρον ἕτερον περιβόλῳ ἐτειχίσατο νέῳ, ὅνπερ ἐπικαλοῦσι 4.6.23 Γόμβες. καὶ τὸ Κρίσπας ἔρυμα καταπεπονηκὸς τῷ μήκει τοῦ χρόνου, ἔτι μέντοι καὶ Λογγινιάνα καὶ Ποντεσέριον 4.6.24 ἐδείματο, ἔργον διαφερόντως ἐξαίσιον. ἐν δὲ Βονωνίᾳ τε καὶ Νοβῷ προμαχεῶνας διερρυηκότας ἀνενεώσατο. καὶ Ῥατιαρίας πόλεως ὅσα καταπεπτώκει, ὀρθὰ ἐστήσατο. 4.6.25 καὶ πολλὰ δὲ ἄλλα κατὰ τὸ χρείᾳ ξυνοῖσον ἢ βραχέα κομιδῇ ὄντα ἐπὶ μέγα ἐξῆρεν, ἢ συνέστειλε τὸ περιττὸν ἀφελόμενος, ὅπως δὴ μὴ τοῖς πολεμίοις ἢ τῷ ὑπεράγαν βραχεῖ ἢ τῷ ἀμέτρῳ εὐέφοδα εἴη, ὥσπερ ἀμέλει Μωκατίανα μὲν πύργον ἕνα κατὰ μόνας τὰ πρότερα ὄντα 4.6.26 φρούριον τανῦν τελεώτερον κατεστήσατο. τὸ δέ γε Ἀλμοῦ, χώραν περιβεβλημένον πολλήν, ἐς ὀλίγον ξυναγαγὼν σὺν τῷ ἀσφαλεῖ ἄμαχον εἶναι τοῖς πολεμίοις εἰρ4.6.27 γάσατο. καὶ πολλαχῇ δὲ πύργον ἕνα κατὰ μόνας ἑστῶτα εὑρὼν καὶ διὰ τοῦτο εὐκαταφρόνητον τοῖς ἐπιοῦσιν ὄντα 4.6.28 φρούριον ἐχυρώτατον κατεστήσατο. ὃ δὴ περί τε Τρίκεσαν καὶ Πούτεδιν πεποίηκε. καὶ μὴν καὶ ὀχυρώματα τοῦ ἐν Κεβρῷ τὰ καταπεπονηκότα θαυμασίως ὡς ἐπηνώρθωσε· φρούριόν τε οὐ πρότερον ὂν ἐν Βιγραναῇ δεδημιούργηκε, καὶ αὐτοῦ ἄγχιστα ἕτερον ἐν χωρίῳ, ἐφ' οὗ δὴ πύργος εἷς τὰ πρότερα ὢν εἱστήκει μόνος, ὄνομα 4.6.29 Ὄνος. ἐλέλειπτο δὲ μόνα πόλεως ἐδάφη οὐ πολλῷ ἄποθεν· Αὐγοῦστες ὠνομάζετο ἐν τοῖς ἄνω χρόνοις ἡ πόλις. 4.6.30 νῦν δὲ τὸ μὲν παλαιὸν ὄνομα ἔχουσα, νέα δὲ καὶ ἀκραιφνὴς ὅλη πρὸς Ἰουστινιανοῦ βασιλέως γεγενημένη, 4.6.31 ὁμίλῳ οἰκητόρων ἐπιεικῶς πλήθει. ἀλλὰ καὶ τὰ πεπονθότα τοῦ ἐν Ἀεδάβῃ ἐρύματος ἐπηνώρθωσε, καὶ Βαριάνα πόλιν ἐκ παλαιοῦ κειμένην ἀνέστησεν. ἔτι μέντοι καὶ Βαλεριάναν, ἔρυμα πρότερον οὐδὲν ἔχουσαν, ἐτειχίσατο. 4.6.32 Πρὸς ἐπὶ τούτοις δὲ καὶ χωρίων οὐ παρὰ τοῦ ποταμοῦ κειμένων τὴν ὄχθην, ἀλλὰ κατὰ πολὺ ἄποθεν ὄντων ἐπεμελήσατο, πεσουμένων ἐκ τοῦ ἐπὶ πλεῖστον, τειχί4.6.33 σμασί τε αὐτὰ περιβέβληκεν ἀμάχοις τισί. Κάστρα Μάρτις τε καὶ Ζητνουκόρτου καὶ Ἰσκὸς τὰ χωρία ἐπικαλεῖται ταῦτα. παρὰ δὲ τοῦ ποταμοῦ τὴν ὄχθην φρούριον παλαιόν, Οὔννων ὄνομα, ἐπιμελείας ἠξίωσε τά τε ἄλλα καὶ 4.6.34 ἀμφὶ τῷ περιβόλῳ πολλῆς. ἔστι δέ τις χῶρος οὐ πολλῷ ἄποθεν τούτου δὴ τοῦ Οὔννων φρουρίου, ἔνθα δὴ ὀχυρώματα δύο Ἴστρου ποταμοῦ ἐφ' ἑκάτερα ἦν, ἐν μὲν Ἰλλυριοῖς Παλατίολον ὄνομα, ἐπὶ θάτερα δὲ Συκίβιδα. 4.6.35 ταῦτα καθῃρημένα τῷ χρόνῳ ἀνανεωσάμενος Ἰουστινιανὸς βασιλεὺς τῶν ταύτῃ βαρβάρων τὰς ἐπιδρομὰς ἀνεχαίτισεν, ἐπέκεινά τε φρούριον ᾠκοδομήσατο, παλαιὸν 4.6.36 ἔρυμα, ὅπερ Οὔτως ὠνόμασται. ἐν ὑστάτῳ δὲ τῶν Ἰλλυρικῶν ὁρίων φρούριον ἀνῳκοδομήσατο, Λαπιδαρίας ὄνομα, καὶ πύργον ἕνα ἑστῶτα μόνον, Λουκερναριαβούργου καλούμενον, ἐς φρούριον ἀξιοθέατον μετεστή4.6.37 σατο. ταῦτα μὲν Ἰουστινιανὸς βασιλεὺς ἐν Ἰλλυριοῖς διαπέπρακται. οὐ μόναις δὲ ταῖς οἰκοδομίαις τὴν χώραν ἐτειχίσατο ταύτην, ἀλλὰ καὶ στρατιωτῶν φρουρὰς ἐν τοῖς ὀχυρώμασι πᾶσιν ἀξιολογωτάτας καταστησάμενος τὰς τῶν βαρβάρων ἐπιβουλὰς ἀπεκρούσατο. 4.7.1 Τὰ μὲν οὖν Ἰλλυριῶν ὀχυρώματα παρὰ ποταμὸν Ἴστρον ταύτῃ πη ἔχει. ἐπὶ Θρᾴκης δὲ νῦν ἰτέον ἡμῖν τὰ ἐρύματα, ὅσα δὴ παρὰ τὴν ἐκείνῃ ἀκτὴν Ἰουστινιανῷ 4.7.2 βασιλεῖ εἴργασται. οὐ γάρ μοι ἀπὸ τρόπου ἔδοξεν εἶναι ἅπασαν πρότερον περιηγησαμένῳ τὴν ταύτῃ ἠϊόνα οὕτω δὴ ἐπελθεῖν καὶ τὰ κατὰ τὴν μεσόγαιαν αὐτῷ πεπραγμένα. 4.7.3 πρῶτον μὲν οὖν ἐπὶ Μυσοὺς ἐνθένδε ἴωμεν, οὕσπερ ἀγχεμάχους οἱ ποιηταὶ καλοῦσιν· ἐπεὶ καὶ χώραν τὴν 4.7.4 Ἰλλυριοῖς ὅμορον ἔχουσι. μετὰ τὸν χῶρον οὖν, ὅνπερ Λουκερναριαβοῦργον καλοῦσι, Σεκούρισκα τὸ φρούριον ᾠκοδομήσατο Ἰουστινιανὸς βασιλεύς, καινουργήσας αὐτός. 4.7.5 ἐπέκεινά τε τὰ πεπονηκότα ἐν Κυντοδήμου ἀνενεώσατο. καὶ μετὰ τοῦτο πόλιν