1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

26

ὑπερβλύζοντος κατηνάγκασεν, ἐλεύθερον δὲ τὸ παράπαν τῆς ἐνθένδε λώβης τὸ τεῖχος ἀφῆκεν, ἢν καὶ τὰ μάλιστα ὁ ποταμὸς κυμαίνων ἐς ὕψος 2.8.19 ἐγείρηται μέγα. ταύτης δὲ τῆς πόλεως τὸν περίβολον, ὃς δὴ αὐτῆς ἐτέτραπτο πρὸς βορρᾶν ἄνεμον, πεπονηκότα παντάπασι χρόνου μήκει εὑρών, παρέλυσε μὲν σὺν τῷ προτειχίσματι ἐς τὸ ἔδαφος, ἀνῳκοδομήσατο δὲ οὐχ ᾗπερ τὸ πρότερον ἦν, ἐπεὶ ἐνταῦθα αἱ τῆς πόλεως οἰκοδομίαι στενοχωρούμεναι μάλιστα τοὺς ταύτῃ ᾠκημένους ἠνίων. 2.8.20 ἀλλὰ τὴν προτέραν ὑπερβὰς τῶν τε θεμελίων τοῦ περιβόλου καὶ τοῦ προτειχίσματος χώραν, ἔτι μέντοι καὶ τὴν τάφρον αὐτήν, ἐνταῦθα τὸ τεῖχος ἐδείματο ἀξιοθέατόν τε καὶ διαφερόντως εὐπρόσωπον, ταύτῃ εὐρυτέραν παρὰ 2.8.21 πολὺ τὴν Ζηνοβίαν πεποιημένος. ἀλλὰ καὶ λόφος τις πρὸ τῆς πόλεως ἄγχιστα τῆς πόλεως εἱστήκει πρὸς δύοντά που τὸν ἥλιον· ἐξ οὗ δὴ παρῆν τοῖς ἐπιοῦσιν ἀεὶ βαρβάροις βάλλειν κατὰ κορυφὴν ἀδεέστερον τούς τε ἀμυνομένους αὐτῆς καὶ οὐχ ἥκιστα τοὺς ἐν μέσῃ πό2.8.22 λει ἑστῶτας. τούτῳ οὖν τῷ λόφῳ τείχισμα ἐνάψας Ἰουστινιανὸς βασιλεὺς ἑκατέρωθεν, ἐντός τε αὐτὸν τῆς Ζηνοβίας καταστησάμενος, ἔξυσε μὲν ὅλον ἐνδελεχέστατα, ὡς μή τις κακουργήσων ἐνθένδε ἀνίοι, τείχισμα δὲ ἄλλο τοῦ λόφου ὕπερθεν ἔθετο, ἀπρόσοδόν τε ὅλως τὴν πόλιν 2.8.23 οὕτως τοῖς ἐπιβουλεύειν ἐθέλουσιν ἀπειργάσατο. τοῦ μὲν γὰρ λόφου ἐκτὸς κοίλην εἶναι τὴν γῆν ἐς ἄγαν συμβαίνει, καὶ διὰ τοῦτο ἐγγυτέρω ἰέναι τοὺς πολεμίους 2.8.24 ἀδύνατον. ὑπὲρ γῆν δὲ τὴν κοίλην εὐθὺς τὰ ὄρη ἀνέχει, ἃ πρὸς ἥλιον δύοντα τέτραπται. οὐ μόνον δὲ τῇ πόλει τὰ ἐς τὴν ἀσφάλειαν οὗτος ὁ βασιλεὺς ἐπρυτάνευσεν, ἀλλὰ καὶ ἱερὰ ταύτῃ ἀνέθηκε καὶ στρατιωτικῶν σημείων 2.8.25 οἰκίας. ἔτι μέντοι λουτρῶνας καὶ στοὰς προσεποίησεν αὐτῇ δημοσίας. ἐς ταῦτα δὲ πάντα Ἰσίδωρός τε καὶ Ἰωάννης μηχανοποιοὶ τὴν ὑπουργίαν παρέσχοντο, Βυζάντιος μὲν Ἰωάννης, Ἰσίδωρος δὲ Μιλήσιος γένος, Ἰσιδώρου ἀδελφιδοῦς, οὗπερ ἔμπροσθεν ἐπεμνήσθην, νεανίαι μὲν ἄμφω, δύναμιν δὲ φύσεως ὑπὲρ τὴν ἡλικίαν ἐπιδειξάμενοι καὶ τῇ ἐμπειρίᾳ τῶν τοῦ βασιλέως συνακμάσαντες ἔργων. 2.9.1 Μετὰ δὲ τὴν Ζηνοβίαν τὸ Σούρων πόλισμα, πρὸς τῷ Εὐφράτῃ ποταμῷ κείμενον, οὕτω δὴ εὐκαταφρόνητον τὸ τείχισμα εἶχεν ὥστε Χοσρόην προσβαλόντα ποτὲ οὐδὲ ὅσον ἡμιώριον ἀπεκρούσατο, ἀλλ' εὐθυωρὸν ἑάλω Πέρ2.9.2 σαις. ἀλλὰ καὶ τοῦτο, ὥσπερ Καλλίνικον, Ἰουστινιανὸς βασιλεὺς ἀνοικοδομησάμενος τὸ πολίχνιον ὅλον τείχει τε ἐχυρωτάτῳ περιβαλὼν καὶ προτειχίσματι κρατυνάμενος μηκέτι εἴκειν προσβάλλουσι πολεμίοις διεσκευάσατο. 2.9.3 Ἔστι δέ τις νεὼς Σεργίῳ ἀνειμένος ἐν τῇ Εὐφρατησίᾳ ἐπιφανεῖ ἁγίῳ, ὃν δὴ σέβοντές τε καὶ τεθηπότες οἱ πάλαι ἄνθρωποι Σεργιούπολίν τε ἐπωνόμασαν τὸ χωρίον καὶ τειχίσματι βραχυτάτῳ περιβεβλήκεσαν, ὅσον τοὺς ἐκείνῃ Σαρακηνοὺς ἀποκρούεσθαι οἷόν τε εἶναι ἐξ ἐπι2.9.4 δρομῆς αὐτὸ ἐξελεῖν. ἀδύνατοι γὰρ τειχομαχεῖν εἰσι Σαρακηνοὶ φύσει, καί τι αὐτῶν, ἂν οὕτω τύχοι, τείχισμα φαυλότατον καὶ πηλῷ σύνθετον ἐμπόδιον τῇ ὁρμῇ 2.9.5 γίνεται. ἀλλ' ὕστερον ὁ νεὼς οὗτος κειμηλίων προσόδῳ 2.9.6 δυνατός τε καὶ ἀπόβλεπτος διὰ παντὸς ἦν. ὃ δὴ λογισάμενος Ἰουστινιανὸς βασιλεὺς τὸ πρᾶγμα εὐθὺς ἐν ἐπιμελείᾳ πεποίηται, τείχει τε ἀξιολογωτάτῳ ἐν τοῖς μάλιστα περιβέβληκε, καὶ ὑδάτων θησαυρίσας μέγα τι χρῆμα πλή2.9.7 θειν αὐτοῖς ἐσκευάσατο. ἔτι μέντοι καὶ οἰκίας τε καὶ στοὰς καὶ τὰς ἄλλας οἰκοδομίας τῷ χωρίῳ ἐντέθεικεν, 2.9.8 ἃ δὴ πόλεως ἐγκαλλωπίσματα γίνεσθαι εἴωθεν. ἀλλὰ καὶ φρουρὰν τῇδε στρατιωτῶν εἰς καιρὸν τοῦ περιβόλου 2.9.9 ἀμυνομένων ἱδρύσατο. Χοσρόης ἀμέλει ὁ Περσῶν βασιλεὺς ἐν σπουδῇ πεποιημένος τὴν πόλιν ἑλεῖν στράτευμά τε αὐτῇ ἐπὶ πολιορκίᾳ πολὺ ἐπιστήσας ἄπρακτος ἐνθένδε ὀχυρώματος ἰσχύϊ τὴν προσεδρείαν διέλυσε. 2.9.10 Καὶ πολίσματα δὲ καὶ φρούρια πάντα ἐν ἐσχατιαῖς τῶν Εὐφρατησίας ὁρίων ὄντα τῆς ὁμοίας ἐπιμελείας ἠξίωσε, Βαρβαλισσοῦ τε καὶ Νεοκαισαρείας καὶ τοῦ Γαβούλων καλουμένου καὶ τῆς πρὸς Εὐφράτῃ τῷ ποταμῷ Πεντακωμίας καὶ τοῦ Εὐρωποῦ, ἔτι