1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

24

ἐπιτεχνησάμενος κατ' αὐτῶν πρόβολον. 2.7.1 Τὰ μὲν ἐπὶ Μεσοποταμίας τῇδε Ἰουστινιανῷ βασιλεῖ εἴργασται. ἀναγκαῖον δέ μοι ἐνταῦθα τοῦ λόγου Ἐδέσσης τε καὶ Καρρῶν καὶ Καλλινίκου καὶ τῶν ἄλλων πολιχνῶν ἁπασῶν ἐπιμνησθῆναι, ἅσπερ ἐκείνῃ ξυμβαίνει 2.7.2 εἶναι, ἐπεὶ καὶ αὐταὶ τοῖν ποταμοῖν μεταξὺ κεῖνται. τὴν Ἔδεσσαν ποταμὸς παραρρεῖ τὸ ῥεῦμα βραχύς, Σκιρτὸς ὄνομα, ὃς δὴ ἐκ χωρίων πολλῶν ξυνάγων τὸ ῥεῖθρον 2.7.3 ἐπὶ τὴν πόλιν φέρεται μέσην. ἐνθένδε τε ἐξιὼν ἐπίπροσθεν ἵεται, ἐπειδὰν αὐτάρκη παρέχηται τῇ πόλει τὴν χρείαν τῶν τε εἰσόδων αὐτοῦ καὶ ἐκβολῶν δι' ὀχεταγωγίας κατὰ τὸ τεῖχος πεποιημένων τοῖς πάλαι ἀνθρώποις. 2.7.4 οὗτός ποτε ὁ ποταμός, ὄμβρων οἱ ἐπιγενομένων πολλῶν, ὑπερπεφυκώς τε ὑψοῦ ἀνεῖχε καὶ ὡς καταλύσων τὴν 2.7.5 πόλιν ἐπῄει. τοῦ τοίνυν προτειχίσματος καὶ τοῦ περιβόλου καθελὼν ἐς τὸ ἔδαφος πολλήν τινα μοῖραν τὴν πόλιν περιεβάλετο σχεδόν τι ὅλην, ἔργα τε ἀνήκεστα τῇδε εἰργάσατο. τῶν τε γὰρ οἰκοδομημάτων τὰ κάλλιστα ἐξίτηλα ἐξαπιναίως πεποίηται καὶ τῶν ἀνθρώπων τὸ 2.7.6 τριτημόριον διεχρήσατο. βασιλεὺς δὲ Ἰουστινιανὸς μὴ ὅτι ἀνεσώσατο τῇ πόλει τὰ καθῃρημένα εὐθὺς ἅπαντα, ἐν οἷς ἥ τε τῶν Χριστιανῶν ἐκκλησία καὶ ὁ καλούμενος Ἀντίφορος ἦν, ἀλλὰ καὶ ὅπως μή τι αὐτῇ καὶ αὖθις 2.7.7 τοιοῦτο ξυμβαίη διεπράξατο σπουδῇ τῇ πάσῃ. πορείαν γὰρ ἑτέραν πρὸ τοῦ περιβόλου τῷ ποταμῷ νεοχμοῦν 2.7.8 ἴσχυσε, τοιᾷδε αὐτὸν περιελθὼν τέχνῃ. τὰ μὲν ἐν δεξιᾷ τοῦ ποταμοῦ ὕπτιά τε καὶ χθαμαλὰ πρότερον ἦν, τὰ δὲ δὴ ἐν ἀριστερᾷ ὄρος ἀπότομον, οὐκ ἐπιχωροῦν αὐτῷ ἐπικλίνειν που ἢ ἐκτρέπεσθαι τῆς ξυνειθισμένης ὁδοῦ, ἀλλ' ἐπὶ τὴν πόλιν αὐτὴν διωθούμενον ἀνάγκῃ τῇ πάσῃ. οὐ γὰρ ἦν τι αὐτὸν ἐπὶ δεξιᾷ ξυμποδίζον, ἡνίκα ἂν τῆς 2.7.9 πόλεως εὐθὺ φέροιτο. τοῦτο οὖν τὸ ὄρος ἀποτεμὼν ὅλον κοῖλα μὲν τοῦ ποταμοῦ τὰ ἐν ἀριστερᾷ καὶ γλαφυρώτερα τῆς αὐτοῦ πορείας κατεσκεύαστο, ἐν δεξιᾷ δὲ τοῖχον ὑπερμεγέθη ἐκ λίθων ἁμαξιαίων συνέστησεν, ὥστε, εἰ μὲν κατὰ τὰ εἰωθότα ὁ ποταμὸς μέτριος φέρηται, μήποτε ἀποστεροῖτο τῆς ἐνθένδε ὠφελείας ἡ πόλις, ἐπειδὰν δὲ τύχῃ τινὶ ἐς ὕψος ἀρθεὶς ὑπερβλύζοι, μετρία μέν τις αὐτοῦ ἐκροὴ ἐπὶ τὴν πόλιν κατὰ τὰ ξυνειθισμένα χωροίη, τοῦ δὲ ῥοθίου τὸ ἐπιγινόμενον ἐς τὴν Ἰουστινιανοῦ ἐπιτέχνησιν ἀναγκαστὸν ἴοι, ἐς τοῦ ἱπποδρόμου τὰ ὄπισθεν οὐ μακράν που ὄντος τέχνῃ τε ἀνθρωπείᾳ καὶ γνώμῃ 2.7.10 προμηθεῖ παρὰ δόξαν νενικημένον. ἀλλὰ καὶ τῷ ποταμῷ τῆς πόλεως γινομένῳ ἐντὸς ὀρθήν τινα πορείας ἀνάγκην ἀπεργασάμενος, ὕπερθέν τε οἰκοδομίαν ἑκατέρωθι ἐπικρεμάσας, ὡς μὴ ἐκτρέπεσθαι τῆς ὁδοῦ δύναιτο, καὶ τὴν χρείαν τῇ πόλει ἐσώσατο καὶ δέους αὐτὴν τοῦ ἐνθένδε 2.7.11 ἀπήλλαξεν. ἐτύγχανε δὲ τὸ Ἐδέσσης τεῖχος καὶ προτείχισμα οὐδέν τι ἧσσον διὰ χρόνου μῆκος ἐν τοῖς ἐρειπίοις 2.7.12 ταττόμενον ἐκ τοῦ ἐπὶ πλεῖστον. διὸ δὴ ἄμφω ἀνοικοδομησάμενος βασιλεύς, νέα τε αὐτὰ κατεστήσατο καὶ 2.7.13 πολλῷ ἐχυρώτερα ἢ πρότερον ἦν. μοῖρα δέ τις τοῦ Ἐδέσσης περιβόλου φρούριον κέκτηται, ἧς δὴ ἔκτοσθέν τις ἐπανειστήκει λόφος ὡς πλησιαίτατα ὑποκειμένῃ ἐπι2.7.14 κύπτων ἐνταῦθα τῇ πόλει· ὅνπερ ἐκ παλαιοῦ καταλαβόντες ἐπιτείχισμά τι οἱ ἐπιχώριοι ἐντὸς τοῦ περιβόλου 2.7.15 πεποίηνται, ὡς μὴ ἐπίμαχον ποιοίη τὴν πόλιν. ἀλλὰ ταύτῃ ἐπιμαχωτέραν αὐτὴν παρὰ πολὺ ἀπειργάσαντο· διατείχισμα γὰρ ὡς βραχύτατον ἐπὶ τῷ ἀνειμένῳ τῆς γῆς κείμενον καὶ παιδαρίοις τειχομαχίαν ἐμμελετῶσιν ἁλώ2.7.16 σιμον ἦν. οὗ δὴ ἐνθένδε καθῃρημένου ἕτερον ἐν τῇ τοῦ ὄρους ὑπερβολῇ τεῖχος ἀνέστη, βασιλέως Ἰουστινιανοῦ διαπόνημα, δέος μὲν ἐξ ἐπιθέσεως καθύπερθε γενησομένης οὐδαμῆ ἔχον, συγκαταβαῖνον δὲ τῇ ὑπωρείᾳ μέχρι ἐς τὸ πρανὲς ἑκατέρωθεν καὶ τῷ περιβόλῳ ἐναρμοζόμενον. 2.7.17 Ἀλλὰ μὴν καὶ Καρρῶν καὶ Καλλινίκου πόλεως τά τε τείχη καὶ τὰ προτειχίσματα καθελών, ἅπερ ὁ πολὺς αἰὼν μεταξὺ ἐπιρρεύσας διέφθειρε, τανῦν τε ἀκραιφνῆ ἀπερ2.7.18 γασάμενος, ἀμαχώτατα κατεστήσατο. ἔτι μέντοι καὶ φρούριον, ὃ ἐν Βάτναις ἦν, ἀτείχιστόν τε καὶ ἀπημελημένον τὰ πρότερα ὄν, τείχεσιν