1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

34

καλουμένω Πέτριος, κἀν τῷ Κου3.4.13 καρίζων ἀνενεώσατο. ἔν τε Νικοπόλει τὸ τῶν ἁγίων τεσσαράκοντα πέντε καλούμενον μοναστήριον, καὶ ἱερὸν Γε3.4.14 ωργίῳ τῷ μάρτυρι ἐν Βιζανοῖς ἐδείματο. τῆς τε Θεοδοσιουπόλεως ἄγχιστα μοναστήριον ἀνενεώσατο τῶν τεσσαράκοντα μαρτύρων ἐπικαλούμενον. 3.4.15 Ἦν δέ τι χωρίον ἐν τοῖς Ἀρμενίοις τὸ παλαιὸν μικροῖς καλουμένοις οὐ πολλῷ ἄποθεν ποταμοῦ Εὐφράτου, ἐφ' 3.4.16 οὗ δὴ λόχος Ῥωμαίων στρατιωτῶν ἵδρυτο. Μελιτηνὴ μὲν τὸ χωρίον, λεγεὼν δὲ ὁ λόχος ἐπωνομάζετο. ἐνταῦθά πη ἔρυμα ἐν τετραγώνῳ ἐπὶ χώρας ὑπτίας ἐδείμαντο ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι, τοῖς τε στρατιώταις ἀποχρώντως ἐς καταλύσεις ἔχον καὶ ὅπως σφίσι τὰ σημεῖα τῇδε ἐνα3.4.17 ποκείσονται. μετὰ δὲ Τραϊανῷ τῷ Ῥωμαίων αὐτοκράτορι δεδογμένον, ἐς πόλεώς τε ἀξίωμα ὁ χῶρος ἀφῖκται 3.4.18 καὶ μητρόπολις κατέστη τῷ ἔθνει. προϊόντος δὲ τοῦ χρόνου ἐγένετο ἡ τῶν Μελιτηνῶν πόλις μεγάλη καὶ πολυάνθρωπος. ἐπεί τε ἐρύματος ἐντὸς ἐνοικήσασθαι οὐκέτι εἶχον (ἐς γὰρ ὀλίγον τινὰ ξυνῄει χῶρον, ᾗπέρ μοι εἴρηται) ἱδρύσαντο ἐν τῷ ταύτης πεδίῳ, ἵνα δὴ τὰ ἱερὰ σφίσι πεποίηται καὶ τὰ τῶν ἀρχῶν καταγώγια καὶ τήν τε ἀγοράν, ὅσα τε ἄλλα ἐμπολημάτων πωλητήριά ἐστι, τάς τε τῆς πόλεως ἀγυιὰς πάσας καὶ στοὰς καὶ βαλανεῖα καὶ θέατρα καὶ εἴ τι ἄλλο πόλεως μεγάλης ἐς κόσμον διήκει. 3.4.19 τῷ τε τρόπῳ τούτῳ Μελιτηνὴν ἀτείχιστον ἐκ τοῦ ἐπὶ πλεῖστον ξυνέβαινεν εἶναι. Ἀναστάσιος μὲν οὖν βασιλεὺς αὐτὴν ξύμπασαν τείχει περιβαλεῖν ἐγκεχείρηκεν. 3.4.20 οὔπω μέντοι τὸ βούλευμα ἀποτελέσας τὸν βίον συνεμετρήσατο. βασιλεὺς δὲ Ἰουστινιανὸς πανταχόθεν αὐτὴν βεβαιότατα κατατειχισάμενος μέγα τοῖς Ἀρμενίοις ὀχύρωμά τε καὶ ἐγκαλλώπισμα Μελιτηνὴν ἀπειργάσατο. 3.5.1 Ταῦτα μὲν οὖν ἐν Ἀρμενίᾳ, ἣ ἔστιν ἐν δεξιᾷ Εὐφράτου ποταμοῦ, εἰργάσατο· ὅσα δέ οἱ ἐν Ἀρμενίᾳ τῇ 3.5.2 μεγάλῃ πεποίηται, ἐρῶν ἔρχομαι. ἡνίκα Θεοδόσιος ὁ Ῥωμαίων βασιλεὺς τὴν Ἀρσάκου ἐπικράτειαν ἔσχεν, ᾗπέρ μοι ἔναγχος δεδιήγηται, φρούριον ἐπί τινος τῶν λόφων ᾠκοδομήσατο τοῖς προσιοῦσιν εὐάλωτον, ὃ δὴ Θεοδο3.5.3 σιούπολιν ἐπωνόμασε. τοῦτο Καβάδης τότε ὁ Περσῶν βασιλεύς, ἡνίκα δὴ Ἀμίδης εὐθὺ ἵετο, παριὼν εἷλεν. 3.5.4 Ἀναστάσιος δὲ ὁ Ῥωμαίων αὐτοκράτωρ οὐ πολλῷ ὕστερον πόλιν ἐνταῦθα ἐδείματο τὸν λόφον ἐντὸς τοῦ περιβόλου πεποιημένος, ἐφ' οὗ δὴ φρούριον τὸ Θεοδοσίου 3.5.5 εἱστήκει. καὶ τὸ μὲν αὑτοῦ ὄνομα τῇ πόλει ἀφῆκεν, ἐξίτηλον δὲ τὸ Θεοδοσίου ποιεῖσθαι τοῦ πρότερον οἰκιστοῦ ἥκιστα ἴσχυσεν, ἐπεὶ νεοχμοῦσθαι μὲν τὰ καθωμιλημένα τοῖς ἀνθρώποις ἐς ἀεὶ πέφυκεν, ὀνομάτων δὲ τῶν πρό3.5.6 σθεν μεθίεσθαι οὐκ εὐπετῶς ἔχει. τοῦτο δὲ τὸ Θεοδοσιουπόλεως τεῖχος εὐρύνετο μὲν ἱκανώτατα, οὐ κατὰ 3.5.7 λόγον δὲ τοῦ εὔρους ἀνεῖχε. τὸ γὰρ ὕψος αὐτῷ ἐς τριάκοντα ἐξικνεῖτο μάλιστα πόδας· ταύτῃ τε πολεμίοις τειχομαχοῦσιν, ἄλλως τε καὶ Πέρσαις ἐγεγόνει λίαν εὐάλω3.5.8 τον. ἦν δὲ καὶ ἄλλως ἐπίμαχον. οὔτε γὰρ προτείχισμα 3.5.9 οὔτε τάφρος αὐτῷ ἤμυνεν. ἀλλὰ καὶ χῶρός τις ὡς ἀγχοτάτω ἐπεμβαίνων τῇ πόλει τῷ περιβόλῳ ἐπανειστήκει. διὸ δὴ βασιλεὺς Ἰουστινιανὸς ἀντεμηχανήσατο τάδε. πρῶτα μὲν τάφρον ὡς βαθυτάτην ἐν κύκλῳ ὀρύξας, χαράδραις αὐτὴν ὀρῶν ἀποτόμων ἐμφερεστάτην εἰργά3.5.10 σατο. ἔπειτα δὲ χῶρον τὸν ὑπερπεφυκότα κατατεμὼν ἔς τε ἀνεκβάτους κρημνοὺς καὶ σήραγγας ἀδιεξόδους μετεστήσατο τὴν αὐτοῦ φύσιν· ὅπως δὲ τὸ τεῖχος ὑψηλόν τε εἴη διαφερόντως καὶ ὅλως ἀνανταγώνιστον, εἴ τις προσίοι, προσεπετεχνήσατο ἅπαντα ὅσα ἐν πόλει ∆άρας εἰρ3.5.11 γάσατο. τὰς γὰρ ἐπάλξεις ἀποσφίγξας ἐν στενῷ μάλιστα ὅσον ἐνθένδε βάλλειν τοὺς τειχομαχοῦντας δυνατὰ εἶναι, ἔμβολόν τε αὐταῖς λίθων ἐπιβολαῖς ἐν περιδρόμῳ περιελίξας, ἐντέθεικεν ἐμπείρως ἐπάλξεις ἑτέρας, προτειχίσματί τε αὐτὸ περιβαλὼν κύκλῳ ἐμφερέστατον τῷ ἐν πόλει ∆άρας περιβόλῳ πεποίηται, πύργον ἕκαστον φρούριον 3.5.12 ἐχυρὸν τεκτηνάμενος. οὗ δὴ τὰς δυνάμεις ἁπάσας καὶ τὸν ἐν Ἀρμενίαις στρατηγὸν ἱδρύσασθαι καταστησάμενος κρείσσους τοὺς Ἀρμενίους διεπράξατο τὸ λοιπὸν εἶναι ἢ δεδιέναι τὴν Περσῶν