1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

5

πονουμένῃ τῇ διανοίᾳ καὶ τῇ 1.1.68 ἄλλῃ τῆς ψυχῆς ἀρετῇ, ὥσπερ ἐγὼ αὐτίκα δηλώσω. τῶν ἀψίδων, ὧνπερ ἐπεμνήσθην ἀρτίως, (λώρους δὲ αὐτὰς οἱ μηχανοποιοὶ ἐπικαλοῦσι) μία τις, ἣ πρὸς ἀνίσχοντα ἥλιόν ἐστιν, ἐπανειστήκει μὲν ἑκατέρωθεν ἤδη, οὔπω δὲ 1.1.69 ὅλη κατὰ τὸ μέσον συνετετέλεστο, ἀλλ' ἔμενεν ἔτι. οἱ δὲ πεσσοί, ὧν δὴ ὕπερθεν ἡ οἰκοδομία ἐγίνετο, τῶν ἐγκειμένων σφίσιν οὐκ ἐνεγκόντες τὸ μέγεθος, ἀμηγέπη ἐξαπιναίως ἀπορρηγνύμενοι, οὐκ ἐς μακρὰν διαλυθησομένοις 1.1.70 ἐῴκεσαν. οἱ μὲν οὖν ἀμφί τε Ἀνθέμιον καὶ Ἰσίδωρον τοῖς συμπεπτωκόσι περίφοβοι ὄντες ἐπὶ τὸν βασιλέα τὸ πρᾶγμα ἦγον, δυσέλπιδες ἐπὶ τῇ τέχνῃ γεγενημένοι. 1.1.71 αὐτίκα δὲ ὁ βασιλεύς, ὅτῳ μέν ποτε ἠγμένος οὐκ οἶδα, θεῷ δέ, οἶμαι, οὐ γάρ ἐστι μηχανικός, ἐς τὸ πέρας αὐτοῖς περιελίξαι τὴν ἀψῖδα ταύτην ἐπήγγελλεν. αὐτὴ γάρ, ἔφη, ἐφ' ἑαυτῆς ἀνεχομένη τῶν ἔνερθεν πεσσῶν οὐκέτι δεήσει. 1.1.72 καὶ εἰ μὲν ὁ λόγος ἀμάρτυρος ἦν, εὖ οἶδα ὅτι κόλαξ τε ἂν ἔδοξεν εἶναι καὶ ἄπιστος ὅλως, ἀλλ' ἐπεὶ μάρτυρες πάρεισι τῶν τηνικάδε πεπραγμένων πολλοί, οὐκ ὀκνητέα 1.1.73 ἡμῖν ἐπὶ τὰ τοῦ λόγου λειπόμενά ἐστιν. οἱ μὲν οὖν τεχνῖται τὰ ἐπιτεταγμένα ἐποίουν, ἡ δὲ ἀψὶς ἐπ' ἀσφαλοῦς ᾐώρητο πᾶσα, ἐπισφραγίζουσα τῇ πείρᾳ τὴν τῆς ἐννοίας 1.1.74 ἀλήθειαν. τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται, κατὰ δὲ τὰς ἄλλας ἀψῖδας αἵ τε πρὸς μεσημβρίαν τετραμμέναι εἰσὶ 1.1.75 καὶ βορρᾶν ἄνεμον, τοιόνδε ξυνηνέχθη γενέσθαι. οἱ μὲν λῶροι καλούμενοι τοῦ νεὼ τῇ οἰκοδομίᾳ ἐξωγκωμένοι ᾐώρηντο, βαρυνόμενα δὲ αὐτοῖς ἐπεπονήκει τὰ ἔνερθεν πάντα, κίονές τε οἱ τῇδε ὄντες χάλικας σμικρὰς ὥσπερ 1.1.76 ἀποξυσθέντες ἀφίεσαν. καὶ αὖθις μὲν ἄθυμοι τοῖς συμπεπτωκόσιν οἱ μηχανικοὶ γεγενημένοι τῷ βασιλεῖ τὰ σφίσι 1.1.77 παρόντα ἐσήγγελλον. αὖθις δὲ ὁ βασιλεὺς ἀντεπετεχνήσατο τάδε. τούτων δὴ τῶν πεπονηκότων τὰ ἄκρα ὅσα τῶν ἀψίδων ἐπέψαυε, διελεῖν μὲν ἐν τῷ παραυτίκα ἐκέλευσεν, ἐντιθέναι δὲ πολλῷ ὕστερον, ἐπειδὰν τὸ τῆς οἰκοδομίας 1.1.78 ὑγρὸν ἀπολωφήσειεν αὐτοῖς μάλιστα. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν· ἡ δὲ κτίσις διαγέγονε τὸ λοιπὸν ἐν ἀσφαλεῖ οὖσα. φέρεται δέ τι καὶ μαρτύριον ὁ βασιλεὺς τοῦ ἔργου τοιόνδε. 1.2.1 Ἀγορά τις πρὸ τοῦ βουλευτηρίου ἐτύγχανεν οὖσα· καλοῦσι δὲ Αὐγουσταῖον τὴν ἀγορὰν οἱ Βυζάντιοι. ἐνταῦθα ξυνθῆκαι λίθων οὐχ ἧσσον ἢ ἑπτὰ ἐν τετραγώνῳ πεποίηνται, κατὰ μὲν ἀπόβασιν ξυγκείμεναι πᾶσαι, τοσοῦτον δὲ ἑκάστη τῆς ἔνερθεν οὔσης ἐλασσουμένη καὶ ἀποδέουσα, ὥστε δὴ τῶν λίθων ἕκαστον τῇ ἐμβολῇ προὔχοντα βαθμὸν γεγονέναι τῶν τε ἀνθρώπων τοὺς ἐκείνῃ ἀγειρο1.2.2 μένους ἐπ' αὐτῶν ὥσπερ ἐπὶ βάθρων καθῆσθαι. ἐν δὲ τῇ τῶν λίθων ὑπερβολῇ κίων ἐπανέστηκεν ἐξαίσιον ὅσον, οὐ μονοειδὴς μέντοι, ἀλλὰ λίθοις ἐν περιδρόμῳ εὐμεγέθεσι σύνθετος, ἐγγωνίοις μὲν τῇ ἐντομῇ οὖσιν, ἐς δὲ 1.2.3 ἀλλήλους ἐμπειρίᾳ τῶν λιθοδόμων ἐναρμοσθεῖσι. χαλκὸς δὲ ἄριστος ἔν τε πίναξι καὶ στεφάνοις διαχυθεὶς περιβάλλει πανταχόθι τοὺς λίθους, ἐν μὲν τῷ βεβαίῳ συνδέων, ἐν κόσμῳ δὲ αὐτοὺς συγκαλύπτων, καὶ τά τε ἄλλα σχεδόν τι πάντα καὶ διαφερόντως τά τε ἄνω καὶ τὰ κάτω 1.2.4 ἐς τοῦ κίονος τὸν τύπον ἀπομιμούμενος. ὁ δὲ χαλκὸς οὗτος τὸ μὲν χρῶμά ἐστι χρυσοῦ ἀκιβδήλου πρᾳότερος, τὴν δὲ ἀξίαν οὐ παρὰ πολὺ ἀποδέων ἰσοστάσιος ἀργύρῳ 1.2.5 εἶναι. ἐν δὲ τοῦ κίονος τῇ κορυφῇ χαλκοῦς ἕστηκεν ὑπερμεγέθης ἵππος, τετραμμένος πρὸς ἕω, θέαμα λόγου πολλοῦ ἄξιον. ἔοικε δὲ βαδιουμένῳ καὶ τοῦ πρόσω λαμ1.2.6 πρῶς ἐχομένῳ. ποδῶν τῶν προσθίων ἀμέλει τὸν μὲν ἀριστερὸν μετεωρίζει, ὡς ἐπιβησόμενον τῆς ἐπίπροσθεν γῆς, ὁ δὲ δὴ ἕτερος ἐπὶ τοῦ λίθου ἠρήρεισται, οὗ ὕπερθέν ἐστιν, ὡς τὴν βάσιν ἐκδεξόμενος· τοὺς δὲ ὀπισθίους οὕτω ξυνάγει ὡς, ἐπειδὰν τὸ μὴ ἑστήξειν αὐτοῖς ἐπιβάλ1.2.7 λοι, ἐν ἑτοίμῳ εἶεν. τούτῳ δὴ τῷ ἵππῳ χαλκῆ ἐπιβέβηκε τοῦ βασιλέως εἰκὼν κολοσσῷ ἐμφερής. ἔσταλται δὲ Ἀχιλ1.2.8 λεὺς ἡ εἰκών. οὕτω γὰρ τὸ σχῆμα καλοῦσιν ὅπερ ἀμπέχεται. τάς τε γὰρ ἀρβύλας ὑποδέδεται καὶ τὰ σφυρά ἐστι 1.2.9 κνημίδων χωρίς. εἶτα ἡρωϊκῶς τεθωράκισται καὶ κράνος αὐτῷ τὴν κεφαλὴν σκέπει δόξαν ὡς