1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

40

πρὸς ἐπὶ τούτοις δὲ καὶ ἀνύδρῳ παντάπασιν 4.2.7 ὄντι ταμιεῖον ὑετίων ὑδάτων ἐπετεχνήσατο. ἔπειτα δὲ καὶ ἀνόδους πολλὰς ἀφυλάκτους τε καὶ ἀτειχίστους τὰ 4.2.8 πρότερα οὔσας ἐς τὸ ἀκριβὲς ἐτειχίσατο. θαυμάσειεν ἄν τις εἰκότως τὸν Περσῶν βασιλέα, ὅτι δὴ χρόνον ἐνταῦθα κατατρίψας πολύν, μίαν τινὰ στενὴν ἀτραπὸν εὕρατο, καὶ ταῦτα προδοτῶν Ἑλλήνων τυχών, ὁδῶν τε ἀτειχίστων 4.2.9 ἐκείνῃ πολλῶν καὶ ἁμαξιτῶν σχεδόν τι οὐσῶν. ἥ τε γὰρ θάλασσα τοὺς πρόποδας ἐπικλύζουσα τῶν ὀρῶν, ἀνεστομωμένας ἐκ τοῦ ἐπὶ πλεῖστον ἐποιεῖτο εἶναι τὰς ἐνθένδε ἀνόδους, καὶ σηράγγων τε καὶ χαραδρῶν ἀδιεξόδων ἐνταῦθα οὐσῶν, ἀμήχανα ἔδοξεν εἶναι τοῖς πάλαι ἀνθρώποις τειχίσμασιν ἐς τὸ ἀκριβὲς περιβαλέσθαι τὰ διῃρημένα τῇ φύσει, τῇ τε πρὸς τὰ χαλεπώτατα τῶν ἔργων ὀκνήσει ἀταλαίπωρον ἀφέμενοι τὴν ἀσφάλειαν ἐπὶ τῇ τύχῃ κατέλιπον, ἐς τὴν ἐσομένην βαρβάροις τῆς ὁδοῦ 4.2.10 ἄγνοιαν ἀποθέμενοι τὰς τῆς σωτηρίας ἐλπίδας. ἐπεὶ πρὸς τὴν ταλαιπωρίαν ἀπολέγοντες ἀεὶ ἄνθρωποι, τὰ σφίσιν αὐτοῖς δυσκολώτατα δόξαντα εἶναι οὐδὲ ἄλλοις 4.2.11 τισὶν οἴονται ῥᾴδια ἔσεσθαι. διὸ δὴ οὐκ ἄν τις ἔτι φιλονεικοίη μὴ οὐχὶ ἀνθρώπων ἁπάντων, οἳ δὴ ἐς τὸν πάντα αἰῶνα γεγένηνται, Ἰουστινιανὸν βασιλέα προμηθέστατον γεγονέναι καὶ διαφερόντως ἐπιμελέστατον, ᾧ γε οὐδὲ θάλασσα χαλεπὴ γέγονε, γειτνιῶσά τε τοῖς ὄρεσι καὶ περιχεομένη καὶ ἐπικλύζουσα, ἐν κλυδωνίῳ τε καὶ ψάμμῳ ὑγρᾷ τοῖς θεμελίοις στηρίζεσθαι, καὶ τοῖς ἐναντιωτάτοις διαφανῶς ἐναρμόζεσθαι, ἀνθρώπων τε προσ4.2.12 χωρεῖν τέχνῃ καὶ βιαζομένοις ὑπείκειν. οὐ μέντοι οὐδὲ τάς τε λόχμας καὶ νάπας ἀλλήλαις ἀνάψας, οὐδὲ τὴν θάλασσαν τῷ ὄρει ἐναρμοσάμενος ὁ βασιλεὺς οὗτος, ὅλην τε τὴν Ἑλλάδα περιβαλὼν τοῖς ὀχυρώμασι, κατέπαυσε τὴν ὑπὲρ τῶν κατηκόων σπουδήν, ἀλλὰ καὶ φρούρια πολλὰ τοῦ τείχους ἐντὸς ἐτεκτήνατο, ἄξια τύχης τῆς ἀνθρωπείας βεβουλευμένος, ᾗ βέβαιον οὐδὲν οὐδὲ ἀκατα4.2.13 γώνιστον γίνεται. ὥστε εἰ τοῖς τείχεσι τούτοις τρόπῳ ὁτῳοῦν ἢ χρόνῳ ἁλῶναι ξυμβαίη, ἐν τοῖς φρουρίοις τὰ 4.2.14 φυλακτήρια διασώζοιτο. καὶ μὴν καὶ σιτῶνας ἐν τῷ ἀσφαλεῖ καὶ ὑδάτων ἔλυτρα πανταχόθι πεποίηται, στρατιώτας τε φρουροὺς ἐς δισχιλίους μάλιστα τῇδε ἱδρύσατο· ὃ οὐδέ τις τῶν πρώην βασιλέων πώποτε ἐκ τοῦ 4.2.15 παντὸς χρόνου πεποίηκεν. ἀφύλακτα γὰρ τὸ παράπαν τὰ τείχη ταῦτα ἄνωθέν τε καὶ ἐς ἐμὲ ἦν, ἀγροίκων τε τῶν ἐπιχωρίων τινὲς τῶν πολεμίων καταθεόντων μεθαρμοσάμενοι τὴν δίαιταν ἐν τῷ παραυτίκα, ἐπὶ καιροῦ τε αὐτοσχεδιάζοντες τὰ πολέμια, ἐκ περιτροπῆς ἐνταῦθα ἐφρούρουν, ἁλώσιμοί τε τοῖς πολεμίοις ἀπειρίᾳ τοῦ ἔργου ῥᾷστα ξὺν τῇ Ἑλλάδι ἐγίνοντο, ταύτῃ τε τῇ σμικρολογίᾳ ἡ χώρα ἐπὶ μακρότατον ἀπέκειτο ἐπιοῦσι βαρβάροις. 4.2.16 Οὕτω μὲν Ἰουστινιανὸς βασιλεὺς τὰ ἐν Θερμοπύλαις ἐρύματα ἐκρατύνατο. καὶ πόλεων δὲ ἁπασῶν, αἵπερ αὐτῶν ἐκτὸς τῇ χώρᾳ ἐξικανοῦσιν οὖσαι, ξὺν ἐπιμελείᾳ πολλῇ τείχη ᾠκοδομήσατο ἰσχυρά, ἔν τε Σάκκῳ καὶ Ὑπάτῃ καὶ Κορακίοις καὶ Οὐννῷ καὶ Βαλέαις καὶ τῷ 4.2.17 καλουμένῳ Λεονταρίῳ. ἐν δὲ τῇ Ἡρακλείᾳ πεποίηται τάδε. ἐξ Ἰλλυριῶν ἐς Ἑλλάδα ἰόντι, ὄρη δύο ἐπὶ μακρότατον ἀλλήλοιν ὡς ἀγχοτάτω ξυνίασι, στενωπὸν ἐν βραχεῖ ἀπεργαζόμενα τὴν μεταξὺ χώραν (κλεισούρας νενομίκασι 4.2.18 τὰ τοιαῦτα καλεῖν)· πηγὴ δὲ κατὰ μέσον κάτεισιν, ἐν μὲν ὥρᾳ θερινῇ πότιμον ἀποβλύζουσα καὶ καθαρὸν ὕδωρ ἀπὸ τῶν ὀρῶν, ἃ ταύτῃ ἀνέχει, ἐς ῥύακά τε ἀποκεκριμένη 4.2.19 βραχύν. ἐπειδὰν δὲ ὕοι, χειμάρρους ἐνταῦθα ἐπικυρτοῦται ὑψηλός τε ὑπερφυῶς καὶ δεινῶς ἄγριος ἐπὶ πλεῖστον τῶν ἐκείνῃ σκοπέλων ἀπὸ τῶν χαραδρῶν συνάγων 4.2.20 τὸ ῥεῦμα. ἐνθένδε τοῖς βαρβάροις εἰσιτητὰ ἐπί τε Θερμοπύλας οὐδενὶ πόνῳ ἐγίνετο καὶ τὴν ταύτῃ Ἑλλάδα. 4.2.21 τοῦ δὲ στενωποῦ ἐφ' ἑκάτερα δύο ἐκ παλαιοῦ ὀχυρώματα ἦν, πὴ μὲν Ἡράκλεια πόλις, ἧσπερ ἐπεμνήσθην ἀρτίως, πὴ δὲ ὁ Μυροπώλης καλούμενος, οὐκ ὀλίγῃ διεστηκὼς 4.2.22 χώρᾳ. ταῦτα δὲ ἄμφω τὰ ὀχυρώματα ἐν ἐρειπίοις ἐκ παλαιοῦ ὄντα Ἰουστινιανὸς ἀνῳκοδομήσατο βασιλεὺς καὶ διατειχίσματι τὸν στενωπὸν