1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

30

πολίσματά τε καὶ φρούρια τὸν αὐτὸν κεκοσμηκὼς τρόπον ζηλωτὰ ἐπιεικῶς κατεστήσατο. 2.11.10 Οὕτω μὲν Συρίαν Ἰουστινιανὸς βασιλεὺς ἐν τῷ ἀσφαλεῖ διεσώσατο. πόλις δέ πού ἐστιν ἐπὶ Φοινίκης τῆς παρὰ Λίβανον, Παλμύρα ὄνομα, ἐν χώρῳ μὲν πεποιημένη τοῖς πάλαι ἀνθρώποις ἀγείτονι, ἐν καλῷ δὲ τῆς τῶν πολεμίων 2.11.11 Σαρακηνῶν διόδου κειμένη. τούτου γὰρ δὴ αὐτὴν ἕνεκα καὶ ᾠκοδομήσαντο πρότερον, ὡς μὴ λάθοιεν οἱ βάρβαροι 2.11.12 οὗτοι ἐξάπινα ἐς τὰ Ῥωμαίων ἤθη ἐμβάλλοντες. ταύτην βασιλεὺς Ἰουστινιανὸς διὰ χρόνου μῆκος ἔρημον ἐπὶ πλεῖστον γεγενημένην ὀχυρώμασί τε λόγου μείζοσιν ἐπιρρώσας, πρὸς δὲ καὶ ὑδάτων περιουσίας καὶ φυλακτηρίου στρατιωτῶν ἐμπλησάμενος, τὰς τῶν Σαρακηνῶν ἐπιδρομὰς ἀνεχαίτισεν. 3.τ.1 ΛΟΓΟΣ Γʹ. 3.1.1 Χώραν μὲν τὴν ἑῴαν οὕτως Ἰουστινιανὸς βασιλεὺς ὀχυρώμασιν ἐκρατύνατο, ᾗπέρ μοι ἐν τῷ ἔμπροσθεν λόγῳ ἐρρήθη. ἀρξαμένῳ δέ μοι ἐκ τῶν παρὰ Πέρσας ὁρίων τῆς Ῥωμαίων ἀρχῆς περιηγεῖσθαι τὰ πρὸς αὐτοῦ ἐρύματα γεγενημένα, οὔ μοι ἀπὸ καιροῦ ἔδοξεν εἶναι ἐπὶ τοὺς Ἀρμενίους ἐνθένδε ἰέναι, οἳ δὴ ἐκ πόλεως Ἀμίδης ἄχρι ἐς Θεοδοσιούπολιν τὴν ἑτέραν προσοικοῦσι Πέρσαις. 3.1.2 μέλλοντι δέ μοι τῶν ἐκείνῃ οἰκοδομημάτων ἐπιμνησθῆναι προυργιαίτατον φαίνεται εἶναι ὑπειπεῖν πρότερον ὅντινα δὴ τρόπον σφαλερῶς ἄγαν βιοτεύοντας τοὺς Ἀρμενίους ὁ βασιλεὺς οὗτος ἐς τὴν παροῦσαν ἀσφάλειαν 3.1.3 βεβαιότατα μεθηρμόσατο. οὐ γὰρ δὴ ὅσον οἰκοδομίαις τούτους τοὺς κατηκόους ἐσώσατο, ἀλλὰ καὶ τῇ ἄλλῃ προνοίᾳ, ᾗπέρ μοι αὐτίκα μάλα γεγράψεται. ἀρκτέον δὲ μικρὸν ἄνωθεν. 3.1.4 Βασιλεὺς μὲν ὁμογενὴς πάλαι τοῖς Ἀρμενίοις καθίστατο, ᾗπερ τοῖς ἀναγραψαμένοις τῶν ἱστοριῶν τὰ ἀρ3.1.5 χαιότατα δεδιήγηται. ἐπειδὴ δὲ Ἀλέξανδρος ὁ Μακεδὼν τὸν Περσῶν βασιλέα καθεῖλε, Πέρσαι μὲν δεδουλωμένοι ἡσυχῇ ἔμενον, Πάρθοι δὲ Μακεδόσιν ἐπαναστάντες καὶ τῷ πολέμῳ περιγενόμενοι ἐξήλασάν τε αὐτοὺς ἐνθένδε καὶ τὰ μέχρι ἐς Τίγριν ποταμὸν ἔσχον, ὑπ' αὐτοῖς τε τὸ λοιπὸν ἐς ἔτη πεντακόσια ἔκειτο τὰ Περσῶν πράγματα, ἕως Ῥωμαίοις ὁ Μαμαίας Ἀλέξανδρος βασιλεὺς γέγονε. 3.1.6 καί ποτέ τις τῶν ἐν Πάρθοις βασιλέων τὸν ἀδελφὸν τὸν αὑτοῦ Ἀρμενίοις βασιλέα κατεστήσατο, Ἀρσάκην ὄνομα, ὥσπερ ἡ τῶν Ἀρμενίων ἱστορία φησί. μὴ γάρ τις Ἀρ3.1.7 μενίους τοὺς Ἀρσακίδας οἰέσθω εἶναι. εἰρήνη γοῦν αὐτοῖς ἐς ἔτη τὰ πεντακόσια κατὰ τὸ ξυγγενὲς δια3.1.8 γέγονε. καὶ ὁ μὲν τῶν Ἀρμενίων βασιλεὺς ἐν Ἀρμενίᾳ τῇ μεγάλῃ καλουμένῃ καθῆστο, τῷ Ῥωμαίων αὐτοκράτορι ἐκ παλαιοῦ ὑποχείριος ὤν, χρόνῳ δὲ ὕστερον παῖδες ἐγένοντο Ἀρσάκῃ τινὶ Ἀρμενίων βασιλεῖ δύο, Τιγράνης τε 3.1.9 καὶ Ἀρσάκης ὀνόματα. ὅσπερ, ἐπεὶ ἔμελλε τὸν βίον διαμετρήσασθαι, διαθήκας τιθείς, ἄμφω τὼ παῖδε ποιεῖται διαδόχους αὑτῷ τῆς ἀρχῆς, οὐκ ἰσοστάσιον διορίσας ἑκατέρῳ τὸ κράτος, ἀλλὰ τῷ Τιγράνῃ τετραπλασίαν ἀπο3.1.10 λιπὼν μοῖραν. Ἀρσάκης μὲν οὖν ὁ πατὴρ οὕτω τὴν βασιλείαν διοικησάμενος ἐξ ἀνθρώπων ἠφάνιστο, Ἀρσάκης δὲ ὁ παῖς, ἐφ' οἷς δὴ αὐτῷ ἐλασσοῦσθαι ξυνέβη ἀγανακτῶν τε καὶ δυσφορούμενος ἐπὶ τὸν Ῥωμαίων αὐτοκράτορα τὸ πρᾶγμα ἦγε, τοῦ τε ἀδελφοῦ καταλῦσαι τὴν βασιλείαν μηχανῇ πάσῃ ἐλπίδα ἔχων καὶ ἄδικον οὖσαν τὴν 3.1.11 πατρὸς γνώμην ἀβέβαιον καταστήσεσθαι. Θεοδόσιος δὲ τότε Ἀρκαδίου υἱὸς ἔτι παῖς ὢν κομιδῇ Ῥωμαίων ἦρχε. τίσιν τε δειμαίνων τὴν ἐκ βασιλέως Τιγράνης Πέρσαις αὑτὸν ἐνεχείρισε, τὴν βασιλείαν παραδιδούς, περὶ πλείονός τε πεποιημένος ἰδιώτης ἐν Πέρσαις εἶναι ἢ πρὸς τὸν ἀδελφὸν τὰ δίκαια θέσθαι, καὶ συμβασιλεύειν Ἀρμε3.1.12 νίων αὐτῷ ὀρθῶς καὶ δικαίως. καὶ Ἀρσάκης δὲ οὐδέν τι ἧσσον τὴν ἐκ Περσῶν τε καὶ τ' ἀδελφοῦ ἐπιβουλὴν δείσας ἐξέστη τῆς βασιλείας τῆς αὑτοῦ Θεοδοσίῳ τῷ αὐτοκράτορι ἐπὶ ξυνθήκαις τισίν, αἵ μοι ἐν τοῖς ὑπὲρ τῶν πολέ3.1.13 μων δεδήλωνται λόγοις. καὶ χρόνον μέν τινα περιμάχητος Ῥωμαίοις τε καὶ Πέρσαις ἡ τῶν Ἀρμενίων γεγένηται χώρα, ἐν ὑστάτῳ δὲ ξυνέβησαν, Πέρσας μὲν τὴν Τι3.1.14 γράνου μοῖραν, Ῥωμαίους δὲ τὴν Ἀρσάκου ἔχειν. ἐπὶ τούτοις τε σπονδαὶ ἀμφοτέροις ξυνετελέσθησαν, καὶ τὸ