1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

49

νύσσης τινὸς καμπὴν ποιεῖται ἀμφὶ τὰ πρὸς ἕω τῆς πόλεως, πλαγία τε πολλῷ ἔτι μᾶλλον γιγνομένη ἐν πορθμῷ ἵεται, ἰσθμὸν τῆς Θρᾴκης τά τε πρόσω καὶ 4.9.3 ὀπίσω, ὡς τὸ εἰκός, ἐργαζομένη. οὐχ ὅτι ἐς ἐκροὰς ἐνταῦθα ἡ θάλασσα μερίζεται δύο, ᾗπερ ἐν τοῖς ἄλλοις ἰσθμοῖς εἴωθεν, ἀλλὰ περιστρεφομένη τε θαυμασίως ὡς καὶ περιβαλλομένη ἑκατέρωθεν Θρᾴκην τε τὴν ἄλλην καὶ διαφερόντως τὰ ἐπὶ Βυζαντίου προάστεια πάντα. 4.9.4 οἰκοδομοῦνται δὲ καὶ περιστέλλουσιν οἱ ταύτῃ ἄνθρωποι τὰ προάστεια οὐχ ὅσον ἐς χρείαν, ἀλλ' ἐς ὕβριν τε καὶ τρυφὴν ὅρον οὐκ ἔχουσαν, καὶ ὅσα ἄλλα πλούτου ἐξου4.9.5 σία ἐς τοὺς ἀνθρώπους ἰοῦσα ποιεῖ. ἔπιπλά τε κατατίθενται ἐνταῦθα πολλὰ καὶ διαπονήματα ἐν αὐτοῖς ἐνδελεχέστατα ἔχουσιν· ἐπειδὰν οὖν καταθεῖν τινας τῶν πολεμίων γῆν τὴν Ῥωμαίων ἐξαπιναίως ξυνενεχθείη, οὐδὲν ὁμοίως τοῖς ἄλλοις χωρίοις προστρίβεσθαι τὴν ζημίαν ἐνταῦθα ξυμβαίνει, ἀλλὰ κακοῖς ἄγαν τοῖς ἀνη4.9.6 κέστοις βαρύνεσθαι τὰ ἐκείνῃ χωρία. ὃ δὴ ἀναστέλλειν Ἀναστάσιος βασιλεὺς διὰ σπουδῆς ἔχων ἐν χώροις οὐχ ἧσσον ἢ σημείοις τεσσαράκοντα τοῦ Βυζαντίου διέχουσι μακρὰ οἰκοδομησάμενος τείχη, ἄμφω τῆς θαλάσσης τὰς ἀκτὰς ἔζευξεν, οὗ δὴ ἀλλήλαιν διεστήκασιν ὁδῷ ἡμέραιν δυοῖν μάλιστα· ταύτῃ τε ἅπαντα ἐν τῷ ἐχυρῷ καθεστά4.9.7 ναι τὰ ἐντὸς ᾤετο. ἦν δὲ ἄρα μειζόνων τοῦτο συμφορῶν αἴτιον. οὐδὲ γὰρ οἷόν τε ἦν οἰκοδομίαν τοσαύτην τὸ μέγεθος ἢ ἐς τὸ ἀσφαλὲς ἐξειργάσθαι, ἢ φρουρεῖσθαι 4.9.8 ξὺν τῷ ἀκριβεῖ. ἐπειδάν τε μοίρᾳ τινὶ τούτων δὴ τῶν μακρῶν τειχῶν ἐπισκήψαιεν οἱ πολέμιοι, καὶ τοὺς φρουροὺς ἅπαντας ὑποχειρίους ἐποιοῦντο οὐδενὶ πόνῳ, τοῖς τε ἄλλοις ἐπιπίπτοντες ἀπροσδόκητοι κακὰ οὐκ εὐδιήγητα ἐξειργάζοντο. 4.9.9 Ἀλλὰ βασιλεὺς τά τε πεπονθότα τούτων δὴ ἀνοικοδομησάμενος τῶν τειχῶν, τά τε σφαλερὰ ἐπὶ τὸ ἐχυρώτατον κρατυνάμενος τῶν φρουρῶν ἕνεκα, προσεπετεχνήσατο 4.9.10 τάδε. τὰς μὲν ἐξόδους, αἵπερ ἐκ πύργου ἑκάστου ἐς τοὺς 4.9.11 αὐτοῦ ἐχομένους ἐξάγουσιν, ἐφράξατο πάσας. ἄνοδον δὲ καθ' ἕκαστον ἐκ τοῦ ἐδάφους ἔντοσθεν ἐτεκτήνατο μίαν· ἥνπερ ἐπὶ καιροῦ καθειργνύντες οἱ ταύτῃ φρουροὶ τοὺς πολεμίους περιφρονοῦσι τοῦ περιβόλου ἐντὸς γενομένους· ἐπεὶ πύργος ἐς ἀσφάλειαν ἕκαστος αὐτὸς κατὰ 4.9.12 μόνας τοῖς φρουροῖς ἀπόχρη. καὶ τούτων δὴ τῶν τειχῶν ἐντὸς τὰ ἐς ἀσφάλειαν ἐνδελεχέστατα διεπράξατο, τά τε ἄλλα πεποιημένος ᾗπέρ μοι ἔναγχος εἴρηται καὶ πόλεως Σηλυβρίας ἀνανεωσάμενος ὅσα πεπονθότα τοῦ περιβόλου 4.9.13 ἐτύγχανεν. ἐπὶ μὲν οὖν τῶν μακρῶν τειχῶν ταῦτα Ἰουστινιανῷ βασιλεῖ εἴργασται. 4.9.14 Ἡράκλεια δὲ ἡ πόλις ἥδε, ἡ παραλία, ἡ ἐν γειτόνων, ἡ Πέρινθος (ᾗ πάλαι μὲν τὰ πρωτεῖα τῆς Εὐρώπης ἐδίδοσαν, νῦν δὲ δὴ μετά γε Κωνσταντινούπολιν τὰ δευτερεῖα παρέχονται) διψῶσά τε καὶ λίαν αὐχμῶσα ἔναγχος ἔκειτο, οὐχ ὅτι ἄνυδρος ἦν ἡ ἀμφ' αὐτὴν χώρα οὐδὲ ὅτι ἀπημέλητο ταῦτα τοῖς ἐκ παλαιοῦ δειμαμένοις τὴν πόλιν, ἐπεὶ καὶ κατάρρυτος Εὐρώπη ταῖς κρήναις, καὶ ποιεῖσθαι τοῖς πάλαι ἀνθρώποις ὀχετοὺς ἔμελεν, ἀλλὰ τὰ ξυνειθισμένα ποιῶν ὁ χρόνος τῇ πόλει τὴν ὀχεταγωγίαν ἀνῄρηκεν, ἢ καταγεγηρακυῖαν τὴν οἰκοδομίαν ὑπεριδών, ἢ τῷ μὴ ἐπιμελεῖσθαι τοὺς Ἡρακλεώτας αὐτῆς ἐπὶ τὴν φθορὰν ποδηγούμενος. ὀλίγου τε ἀοίκητος διὰ 4.9.15 τοῦτο Ἡράκλεια ἐλέλειπτο εἶναι. ταὐτὸ δὲ τοῦτο καὶ τὰ ἐκείνῃ βασίλεια ὁ χρόνος ἐποίει ἀξιοθέατα ἐπιεικῶς ὄντα. 4.9.16 βασιλεὺς δὲ Ἰουστινιανὸς οὐ παρέργως, ἀλλὰ βασιλικῶς μάλιστα, τὴν πόλιν ἰδών, ὕδασί τε αὐτὴν ποτίμοις καὶ διειδέσιν ἐπέκλυσε, καὶ τῶν βασιλείων ἀποστερεῖσθαι τοῦ ἀξιώματος ὡς ἥκιστα ξυνεχώρησεν, ἀνοικοδομησάμενος ἅπαντα. 4.9.17 Ἡρακλείας δὲ ἄποθεν ἡμέρας ὁδὸν χωρίον ἐπιθαλασσίδιον ἦν, Ῥαιδεστὸς ὄνομα, παράπλου μὲν ἐφ' Ἑλλησπόντου καλῶς κείμενον, εὐλίμενον δὲ καὶ τῇ κατὰ θάλασσαν ἐργασίᾳ ἐπιτηδείως ἔχον τοῖς ἐπ' ἐμπορίᾳ ναυτιλλομένοις καταίρειν τε καὶ ἀποφορτίζεσθαι προσηνῶς μάλιστα, καὶ αὖ πάλιν ἀνάγεσθαι οὐδενὶ πόνῳ ἐμπλησαμένοις τοῦ γόμου τὰ πλοῖα· βαρβάροις δὲ ἀποκείμενον καταθέουσιν, ἂν οὕτω τύχῃ, ἐξαπιναίως τὰ ἐκείνῃ χωρία, τῷ μήτε