1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

10

ἐπῆρται, ἡ δὲ πρῷρα ἐν τῇ γῇ κάθηται, ὥσπερ ἀλλήλοις τῶν στοιχείων ἁμιλλωμένων, ὁπότερον ἂν αὐτοῖν δύναιτο μᾶλλον τὴν ἐς τὴν πόλιν ἐνεργολαβεῖν ὑπουργίαν. 1.6.1 Τὰ μὲν οὖν τοῦ κόλπου τοῦδε τοιαῦτά ἐστι. βασιλεὺς δὲ Ἰουστινιανὸς κάλλος ἀμφ' αὐτὸν ἐξ οἰκοδομίας 1.6.2 πεποιημένος ἐπιφανέστερον ἐξειργάσατο. τό τε γὰρ ἐν ἀριστερᾷ τοῦ κόλπου Λαυρεντίου ἁγίου μαρτύριον ἀφεγγές τε τὰ πρότερα ὂν καὶ σκότους ἀτεχνῶς ἔμπλεων μεθαρμοσάμενος, ὡς διὰ βραχέων εἰπεῖν, ἐς τὸν νῦν φαι1.6.3 νόμενον ἀνέθηκε τρόπον. καὶ αὐτοῦ ἐπίπροσθεν τὸν τῆς θεοτόκου νεὼν ἐν χώρῳ καλουμένῳ Βλαχέρναις τοιοῦτον 1.6.4 δεδημιούργηκεν οἷός μοι ἔναγχος δεδιήγηται. ἐπέκεινά τε Πρίσκῳ τε καὶ Νικολάῳ ἁγίοις ἱερὸν ᾠκοδομήσατο, καινουργήσας αὐτός, οὗ δὴ οἱ Βυζάντιοι ἐμφιλοχωροῦντες ἐνδιατρίβουσιν ἐκ τοῦ ἐπὶ πλεῖστον, πὴ μὲν σέβοντές τε καὶ τεθηπότες τοὺς ἁγίους ἐνδήμους σφίσι γινομένους, πὴ δὲ τῆς τοῦ τεμένους ἀπολαύοντες εὐπρεπείας, ἐπεὶ τῆς θαλάσσης τὸ ῥόθιον βιασάμενος βασιλεὺς ὕπερθέν τε τοῦ κλυδωνίου ἐπὶ μακρότατον ἐνθέμενος τὰ θεμέλια τὸ ἱερὸν κατεστήσατο. 1.6.5 Κατὰ δὲ τοῦ κόλπου τὸ πέρας ἔν τε τῷ ἀνάντει καὶ ἰσχυρῶς ὀρθίῳ τέμενος ἐκ παλαιοῦ Κοσμᾷ τε καὶ ∆αμιανῷ ἁγίοις ἀνεῖται· οὗ δὴ αὐτόν ποτε νενοσηκότα πικρότατα καὶ δόκησιν παρεχόμενον ὅτι δὴ ἀποθάνοι, πρός τε τῶν ἰατρῶν ἀπολελειμμένον ἅτε δὴ ἐν νεκροῖς κείμενον, ἐς ὄψιν ἐλθόντες ἐσώσαντο οἱ ἅγιοι οὗτοι ἐκ τοῦ παρα1.6.6 δόξου καὶ τοῦ παραλόγου καὶ ὀρθὸν ἔστησαν. οὓς δὴ εὐγνωμοσύνῃ ἀμειβόμενος ὅσα γε τὰ ἀνθρώπεια, ὅλην ἐναλλάξας τε καὶ μετασκευασάμενος τὴν προτέραν οἰκοδομίαν ἄκοσμόν τε καὶ ἄδοξον οὖσαν οὐδὲ ἀξιόχρεων τηλίκοις ἁγίοις ἀνεῖσθαι, κάλλει τε καὶ μεγέθει τὸν νεὼν κατελάμπρυνε καὶ φωτὸς αἴγλῃ, ἄλλα τε πολλὰ οὐ πρό1.6.7 τερον ὄντα ἀνέθηκεν. ἐπειδάν τέ τινες ἀρρωστήμασιν ὁμιλήσαιεν ἰατρῶν κρείττοσιν, οἵδε τὴν ἀνθρωπείαν ἀπογνόντες ἐπικουρίαν ἐπὶ τὴν μόνην αὐτοῖς ὑπολελειμμένην ἐλπίδα χωροῦσι, καὶ γενόμενοι ἐν ταῖς βάρεσι πλέουσι 1.6.8 διὰ τοῦ κόλπου ἐπὶ τοῦτον δὴ τὸν νεών. ἀρχόμενοί τε τοῦ εἴσπλου εὐθὺς ὁρῶσιν ὥσπερ ἐν ἀκροπόλει τὸ τέμενος τοῦτο ἀποσεμνυνόμενόν τε τῇ τοῦ βασιλέως εὐγνωμοσύνῃ καὶ παρεχόμενον τῆς ἐντεῦθεν ἐλπίδος αὐτοῖς ἀπολαύειν. 1.6.9 Τοῦ δὲ κόλπου ἐπὶ θάτερα μαρτύριον οἰκοδομησάμενος βασιλεὺς οὐ πρότερον ὂν ἀνέθηκεν Ἀνθίμω μάρτυρι παρ' 1.6.10 αὐτὴν μάλιστα τὴν τοῦ κόλπου ἠϊόνα. καὶ τὰ μὲν κράσπεδα τοῦ ἱεροῦ πραϋνομένῃ ἐπικλυζόμενα τῇ τῆς θα1.6.11 λάσσης ἐπιρροῇ τὸ εὔχαρι ἐπιεικῶς ἔχει. οὐ γὰρ ξὺν θορύβῳ τὸ κλυδώνιον ἐπανεστηκὸς εἶτα εἰς τοὺς ἐκείνῃ λίθους ἀράσσεται, οὐδὲ μεγάλα τὸ κῦμα ἠχῆσαν, οἷά γε τὰ θαλάττια, καὶ σχιζόμενον ἀποκρίνεται, εἰς εἶδος ἀφρῶδες, ἀλλὰ πρόεισι μὲν προσηνές, σιωπηλὸν δὲ ὂν ἐπιψαύει 1.6.12 τῆς γῆς, ἀναστρέφει δὲ μόνον. ἐκδέχεται δὲ τὸ ἐνθένδε αὐλὴ ὁμαλή τε καὶ λίαν ὑπτία, μαρμάροις μὲν πανταχόθι κεκομψευμένη καὶ κίοσιν, ὄψει δὲ ὡραϊζομένη τῇ 1.6.13 ἐς τὴν θάλασσαν. στοὰ μετὰ ταύτην καὶ ὁ νεὼς ἐντὸς ἐν τετραγώνῳ ἐς ὕψος ἐπῆρται λίθων εὐπρεπείᾳ καὶ χρυσῷ 1.6.14 κατακεχυμένῳ καλλωπιζόμενος. τοσοῦτον δὲ προέχει μόνον τοῦ εὔρους τὸ μῆκος ἐς ὅσον δὴ χῶρον τὸν ἀβέβηλον, ἐν ᾧ ὄργια τὰ ἄρρητα τελεῖσθαι θέμις, κατὰ τὴν πλευράν, ἣ πρὸς ἀνίσχοντα ἥλιον τέτραπται, διήκειν ξυμβαίνει. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει. 1.7.1 Ἐπέκεινα δὲ κατ' αὐτὸ μάλιστα τοῦ κόλπου τὸ στόμα Εἰρήνης μάρτυρος νεὼς ἵδρυται. ὃς δὴ οὕτω μεγαλοπρεπῶς τῷ βασιλεῖ ὅλος ἐξείργασται ὡς οὐκ ἂν ἔγωγε 1.7.2 φράσαι ἱκανῶς ἔχοιμι. ἀντιφιλοτιμούμενος γὰρ τῇ θαλάσσῃ ἀμφὶ τοῦ κόλπου τῇ εὐπρεπείᾳ, ὥσπερ ὅρμῳ περιφερεῖ ἐγκαλλώπισμα τὰ ἱερὰ ταῦτα ἐντέθεικεν. ἀλλ' ἐπεὶ τούτου δὴ τοῦ τῆς Εἰρήνης νεὼ ἐπεμνήσθην, καὶ τὸ ἐκείνῃ 1.7.3 ξυνενεχθὲν οὔ μοι ἀπὸ τρόπου τῇδε γεγράψεται. ἐνταῦθα ἔκειτο λείψανα ἐκ παλαιοῦ ἀνδρῶν ἁγίων οὐχ ἧσσον ἢ τεσσαράκοντα· οἳ στρατιῶται μὲν Ῥωμαῖοι ἐτύγχανον ὄντες, ἐν λεγεῶνι δὲ δυοδεκάτῃ ἐτάττοντο, ἣ ἐν πόλει 1.7.4 Μελιτηνῇ τῆς