1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

45

φρούριόν τε ἄλλο διαφερόντως ἐχυρὸν ἀνέστησε νέον, πόλεως Σιγγηδόνου ὀκτὼ μάλιστα σημείοις διέχον, 4.5.17 ὅπερ Ὄκταβον λόγῳ τῷ εἰκότι καλοῦσιν. ἐπίπροσθεν δὲ αὐτοῦ πόλις ἦν ἀρχαία τὸ Βιμινάκιον, ἥνπερ ὁ βασιλεὺς (ἐκ θεμελίων γὰρ ἀπωλώλει τῶν ἐσχάτων πολλῷ πρότερον) ἀνοικοδομησάμενος ξύμπασαν ἀπέδειξε νέαν. 4.6.1 Ἐκ δὲ Βιμινακίου προϊόντι ὀχυρώματα τρία πρὸς τῇ τοῦ Ἴστρου ἠϊόνι ξυμβαίνει εἶναι, Πιγκούς τε καὶ 4.6.2 Κούπους καὶ Νοβάς. οἷς δὴ πρότερον ἥ τε οἰκοδομία καὶ τὸ ὄνομα ἐπὶ πύργου ἑνὸς ἔκειτο. ἀλλὰ νῦν Ἰουστινιανὸς βασιλεὺς τά τε οἰκία καὶ τὰ ἐρύματα ἔς τε πλῆθος καὶ μέγεθος ἐν τούτοις δὴ τοῖς χωρίοις ἀνενεγκὼν μέγα, πόλεων αὐτοῖς ἀξιώματα οὐκ ἀπὸ τοῦ εἰκότος ἐν4.6.3 τέθεικε. Νοβῶν δὲ καταντικρὺ ἐν τῇ ἀντιπέρας ἠπείρῳ πύργος ἐκ παλαιοῦ ἀπημελημένος ἑστήκει, ὄνομα Λιτε4.6.4 ρατά· ὅνπερ οἱ πάλαι ἄνθρωποι Λεδέρατα ἐκάλουν. ὃν δὴ ἐς φρούριον μέγα τε καὶ διαφερόντως ἐχυρώτατον 4.6.5 ὁ καθ' ἡμᾶς βασιλεὺς μετεστήσατο. μετὰ Νοβὰς δὲ φρούρια Κανταβαζά τε καὶ Σμόρνης τε καὶ Κάμψης καὶ Τανάτα καὶ Ζέρνης καὶ ∆ουκεπράτου. ἐν δὲ τῇ ἀντιπέρας ἠπείρῳ ἄλλα τε πολλὰ φρούρια ἐκ θεμελίων καὶ 4.6.6 ταῦτα τῶν ἐσχάτων ἐδείματο. μετὰ δὲ Καπούτβοες ὠνόμασται, τοῦ Ῥωμαίων αὐτοκράτορος Τραϊανοῦ ἔργον, 4.6.7 καὶ πολίχνιον ἐφεξῆς παλαιόν, Ζάνες ὄνομα. οἷσπερ ἅπασιν ἐρύματα περιβαλὼν ἐχυρώτατα προβόλους εἶναι 4.6.8 τῆς πολιτείας ἀνανταγωνίστους πεποίηται. τούτου δὲ τοῦ Ζάνες οὐ πολλῷ ἄποθεν φρούριον μέν ἐστι, Πόντες ὄνομα· ὁ δὲ ποταμὸς ἐκροήν τινα ἐνταῦθα ἐκβάλλων, ταύτῃ τε περιπολῶν ὀλίγην τινὰ τῆς ἀκτῆς μοῖραν, ἐπιστρέφει αὖθις ἐς ῥοῦν τὸν οἰκεῖον, καὶ ἐφ' ἑαυτὸν ἀνα4.6.9 μίγνυται. ποιεῖ δὲ ταῦτα οὐκ αὐτόματος, ἀλλ' ἀνθρώ4.6.10 πων ἐπινοίαις ἀναγκασθείς. ὅτου δὲ δὴ ἕνεκα Πόντες τε ὁ χῶρος ἐκλήθη καὶ ἀναγκαστὸν περιάγουσιν αὐτόσε τὸν Ἴστρον, ἐγὼ δηλώσω. 4.6.11 Ὁ Ῥωμαίων αὐτοκράτωρ Τραϊανός, θυμοειδής τε ὢν καὶ δραστήριος, ὥσπερ ἀγανακτοῦντι ἐῴκει, ὅτι δὴ οὐκ ἀπέραντος αὐτῷ ἡ βασιλεία εἴη, ἀλλὰ ποταμῷ Ἴστρῳ 4.6.12 ὁρίζεται. ζεῦξαι οὖν αὐτὸν γεφύρᾳ διὰ σπουδῆς ἔσχεν, ὡς διάβατός τε αὐτῷ καὶ οὐδαμῆ ἐμπόδιος εἴη ἐς τοὺς 4.6.13 ἐπέκεινα βαρβάρους ἰόντι. ὅπως μὲν οὖν τὴν γέφυραν ἐπήξατο ταύτην, ἐμοὶ μὲν οὐκ ἂν ἐν σπουδῇ γένοιτο, Ἀπολλόδωρος δὲ ὁ ∆αμασκηνός, ὁ καὶ παντὸς γεγονὼς 4.6.14 ἀρχιτέκτων τοῦ ἔργου, φραζέτω. οὐ μέντοι τις τὸ λοιπὸν γέγονεν ὄνησις ἐνθένδε Ῥωμαίοις, ἀλλὰ καὶ τὴν γέφυραν ὅ τε Ἴστρος ἐπιχυθεὶς ὕστερον καὶ ὁ χρόνος 4.6.15 ἐπιρρεύσας καθεῖλον. πεποίηται δὲ Τραϊανὸς τότε καὶ φρούρια δύο τοῦ ποταμοῦ ἐφ' ἑκάτερα, καὶ αὐτοῖν Θεοδώραν μὲν ἐπωνόμασαν τὸ ἐν τῇ ἀντιπέρας ἠπείρῳ, Πόντες δὲ τὸ ἐπὶ ∆ακίας ὁμωνύμως τῷ ἔργῳ ἐκλήθη. 4.6.16 πόντην γὰρ τὴν γέφυραν Ῥωμαῖοι τῇ Λατίνων καλοῦσι φωνῇ. ἀλλ' ἐπεὶ ἐνταῦθα γινομέναις ναυσὶν ἄπλους τὸ λοιπὸν ὁ ποταμὸς ἦν, τῶν τῆς γεφύρας αὐτόθι ἐρειπίων τε καὶ θεμελίων ἐνταῦθα κειμένων, τούτου δὴ ἕνεκα τὸν ποταμὸν ἀναγκάζουσι μεταπορεύεσθαι τὸν αὑτοῦ δρόμον καὶ τὴν πορείαν ἀνακυκλεῖν αὖθις, ὅπως ἂν 4.6.17 πλώϊμον καὶ τὸ ἐνθένδε αὐτὸν ἔχοιεν. ἄμφω μὲν οὖν καταπεπονηκότα τὰ φρούρια ταῦτα διά τε χρόνου μῆκος καὶ οὐχ ἥκιστα ἐπισκηψάντων ἐνταῦθα βαρβάρων διε4.6.18 φθάρθαι ξυνέβη. βασιλεὺς δὲ Ἰουστινιανὸς Πόντην μέν, ὅπερ ἐστὶ τοῦ ποταμοῦ ἐπὶ δεξιᾷ, νέᾳ τε καὶ ἀμάχῳ ἐπιεικῶς ἀνανεωσάμενος οἰκοδομίᾳ, τὴν ἀσφάλειαν Ἰλλυριοῖς ἀνεσώσατο· τοῦ δὲ αὐτοῦ ἐπὶ θάτερα ὄντος, ὅπερ Θεοδώραν καλοῦσιν, ἅτε ἀποκειμένου τοῖς ἐκείνῃ βαρβάροις, προσήκειν οἱ ἐπιμελεῖσθαι οὐδαμῆ ᾤετο· τὰ δὲ νῦν ἑστῶτα μετὰ τὴν Πόντην ὀχυρώματα ᾠκοδομήσατο καινουργήσας αὐτός, ἅπερ καλεῖται Μαρεβούργου τε καὶ Σουσίανα, Ἁρμάτα τε καὶ Τιμένα, καὶ Θεοδωρούπολίς τε καὶ Στιλιβούργου καὶ Ἁλικανιβούργου. 4.6.19 Ἦν δέ τι πολίχνιον ἐγγὺς κείμενον, Ἀκυὲς ὄνομα, οὗπερ ὀλίγα ἄττα σαθρὰ γεγονότα ὁ βασιλεὺς ἐπηνώρθωσε. 4.6.20 καὶ μετ' ἐκεῖνο Βουργονόβορε καὶ Λακκόβουργο, καὶ τὸ ∆ορτικὸν ἐπικαλούμενον φρούριον, ὅπερ τῷ