1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

16

καὶ ἱερὰ τεμένη πεποίηται, ᾗπέρ μοι ἔμπροσθεν δεδιήγηται, καὶ στοάς τε καὶ ἀγορὰς καὶ λουτρῶνας ἐν δημοσίῳ καὶ τὰ ἄλλα σχεδόν τι πάντα· ὥστε δὴ ταῦτα τῶν ἐν τῇ 1.11.22 πόλει βασιλείων ἐλασσοῦσθαι μηδέν. καὶ λιμένα δὲ ἄλλον ἐτεκτήνατο ἐν τῇ ἀντιπέρας ἠπείρῳ, ἐν τοῖς Εὐτροπίου ἐπωνύμοις, τοῦ Ἡραίου τοῦδε οὐ πολλῷ ἄποθεν, κατὰ ταὐτὰ εἰργασμένον τοῖς ἄλλοις, ὧνπερ ἐπεμνήσθην ἀρτίως. 1.11.23 Τὰ μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ ἐν πόλει δεδημιουργημένα τῇ βασιλίδι, ὡς διὰ βραχυτάτων εἰπεῖν, ταύτῃ πη ἔχει. ὃ δὲ μόνον ἡμῖν ἐνταῦθα δὴ ἀπολέλειπται 1.11.24 αὐτίκα δηλώσω. τῇδε τοῦ βασιλέως τὰ διαιτητήρια ἔχοντος, διὰ μέγεθος τῆς βασιλείας, ἐκ πάσης γῆς ὅμιλος ἀν1.11.25 θρώπων τῇ πόλει παντοδαπὸς ἐπεισέρχεται. παραγίνεται δὲ αὐτῶν ἕκαστος ἢ πράξει τινὶ ποδηγούμενος ἢ ἐλπίδι ἢ τύχῃ, πολλοὶ δέ τινες, οἷς δὴ τὰ κατὰ τὴν οἰκίαν οὐκ ἐν καλῷ κεῖται, βασιλέως δεησόμενοι, τῇ πόλει ἔνδημοι γίνονται διὰ βίαν τινὰ ἢ πιέζουσαν ἢ ἐγκειμένην 1.11.26 ἢ μέλλουσαν. οἷσπερ συμβαίνει πρὸς τῇ ἄλλῃ ἀμηχανίᾳ καὶ οἰκίας ὑποσπανίζειν, οὐχ οἵοις τε οὖσι τὴν ὑπὲρ τῆς 1.11.27 ἐνταῦθα διατριβῆς προέσθαι μίσθωσιν. ταύτην δὲ αὐτοῖς βασιλεύς τε Ἰουστινιανὸς καὶ ἡ βασιλὶς Θεοδώρα τὴν ἀπορίαν διέλυσαν. τῆς γὰρ θαλάσσης ὡς ἀγχοτάτω, ἵνα δὴ Στάδιον ὁ χῶρος καλεῖται (ἀγῶσι γάρ, οἶμαι, τὸ παλαιὸν ἀνεῖτό τισι) ξενῶνας ὑπερμεγέθεις ἐδείμαντο, τοῖς τὰ τοιαῦτα ταλαιπωρουμένοις ἐπὶ καιροῦ γενησομένους καταλυτήρια. 2.τ.1 ΛΟΓΟΣ Βʹ. 2.1.1 Ὅσα μὲν δὴ ἐπί τε Κωνσταντινουπόλεως καὶ τῶν ἐκείνῃ προαστείων ἱερὰ τεμένη βασιλεὺς Ἰουστινιανὸς νέα ἱδρύσατο, καὶ ὅσα καταπεπονηκότα διὰ χρόνου μῆκος ἀνενεώσατο, τά τε ἄλλα οἰκοδομήματα, ὅσα δὴ ἐνταῦθα 2.1.2 πεποίηται, ἐν τῷ ἔμπροσθεν λόγῳ δεδήλωται. τὸ δὲ λοιπὸν ἐπὶ τὰ ἐρύματα ἡμῖν ἰτέον, καὶ οἷσπερ τὰς ἐσχατιὰς περιέβαλε Ῥωμαίων τῆς γῆς. ἔνθα δὴ καὶ ταλαιπωρεῖσθαι τῷ λόγῳ τὰ μάλιστα ἐπάναγκες ἂν εἴη καὶ 2.1.3 τὰ ἀμήχανα διαπονεῖσθαι. οὐ γὰρ τὰς πυραμίδας ἀφηγησόμεθα, τοῦτο δὴ τῶν ἐν Αἰγύπτῳ βεβασιλευκότων τὸ διαθρυλλούμενον ἐπιτήδευμα, ἐς χάριν ἀποκεκριμένον ἀνόνητον, ἀλλὰ τὰ ὀχυρώματα σύμπαντα, οἷς ὁ βασιλεὺς οὗτος τὴν βασιλείαν ἐσώσατο, τειχισάμενός τε αὐτὴν καὶ ἀμήχανον τοῖς βαρβάροις καταστησάμενος τὴν ἐς Ῥωμαίους ἐπιβουλήν. ἐκ δὲ ὁρίων τῶν Μηδικῶν ἄρξασθαι οὔ μοι ἀπὸ τρόπου ἔδοξεν εἶναι. 2.1.4 Ἐπειδὴ Μῆδοι ἀνεχώρησαν ἐκ Ῥωμαίων τῆς γῆς, πόλιν αὐτοῖς Ἄμιδαν ἀποδόμενοι, ᾗπερ ἐν λόγοις τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται, βασιλεὺς μὲν Ἀναστάσιος ἄγχιστά πη τῶν Περσικῶν ὅρων κώμην ἄδοξόν τινα τὰ πρότερα οὖσαν, ∆άρας ὄνομα, τείχει περιβαλεῖν διὰ σπουδῆς ἔσχε, πόλιν τε αὐτὴν ἐπιτείχισμα ἐσομένην τοῖς 2.1.5 πολεμίοις ἐργάσασθαι. ἐν δὲ ταῖς σπονδαῖς ἀπειρημένον, ἅσπερ ποτὲ βασιλεὺς Θεοδόσιος ἔθετο πρὸς τὸ Περσῶν γένος, μηδετέρους ἐν χωρίῳ οἰκείῳ ἐν γειτόνων που τοῖς τῶν ἑτέρων ὁρίοις κειμένῳ ὀχύρωμα νεώτερόν τι ἐπιτεχνᾶσθαι, προτεινόμενοι Πέρσαι τὰς ἐπὶ τῇ εἰρήνῃ ξυνθήκας ἐμπόδιοι τῷ ἔργῳ σπουδῇ τῇ πάσῃ ἐγίνοντο, καί2.1.6 περ Οὐννικοῦ πολέμου πιεζόμενοι τῇ ἀσχολίᾳ. Ῥωμαῖοι δὲ αὐτοὺς ἀπαρασκεύους διὰ ταῦτα ὁρῶντες ὀξύτερον τῆς οἰκοδομίας ἀντελαμβάνοντο, προτερῆσαι διὰ σπουδῆς ἔχοντες πρὶν οἱ πολέμιοι τὴν πρὸς Οὔννους ἀγώνισιν 2.1.7 διαλύσαντες ἐπὶ σφᾶς ἴωσιν. ὑποψίᾳ οὖν τῇ ἐκ τῶν πολεμίων περίφοβοι ὄντες καὶ καραδοκοῦντες ἀεὶ τὰς ἐφόδους, οὐκ ἐς τὸ ἀκριβὲς τὴν οἰκοδομίαν ἐξῆγον, τοῦ τάχους αὐτοῖς τῷ ὑπερβάλλοντι τῆς σπουδῆς παραιρου2.1.8 μένου τὴν ἐς τὸ ἔργον ἀσφάλειαν. τῷ γὰρ συντόμῳ τό γε ἀσφαλὲς οὐδαμῆ εἴωθε ξυνοικίζεσθαι, οὐδὲ τῷ ὀξεῖ τὸ 2.1.9 ἀκριβὲς φιλεῖ ἕπεσθαι. οὕτω τοίνυν ἐπισπερχῶς ἀπειργάσαντο τὴν τοῦ περιβόλου ἀνάστασιν οὐκ ἀνανταγώνιστον τοῖς πολεμίοις πεποιημένοι, ἀλλ' ὅσον αὐτῷ ἀναγκαῖον ὕψος ἐνθέμενοι, οὐ μὴν οὐδὲ αὐτοὺς ἐμβεβλημένοι ἐν ἐπιτηδείῳ τοὺς λίθους, ἢ αὐτῶν ἐν δέοντι εἰργασμένοι τὴν σύνθεσιν, ἢ τῷ τέλματι τῆς τιτάνου κατὰ λόγον 2.1.10 ἐναρμοσάμενοι. χρόνου οὖν ὀλίγου (χιόσι τε γὰρ καὶ ἡλίου θέρμῃ τῷ τῆς οἰκοδομίας