1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

64

ἕξειν ἀτειχίστων ὄντων τῶν τῇδε χωρίων, ὡς μή τι καταλαβόντες αὐτῶν 6.5.4 Ῥωμαῖοι Βανδίλους κακουργεῖν ἔχοιεν. ἅπαντα οὖν τὰ τείχη ἐς τὸ ἔδαφος καθεῖλον εὐθύς. βάρβαροι γὰρ ἅπαντες ἐκ τοῦ ἐπὶ πλεῖστον ἐπὶ πονηρῷ τῷ Ῥωμαίων βουλεύονται μὲν ὡς ὀξύτατα, ἐπιτελοῦσι δὲ ὡς ταχύτατα, 6.5.5 ὅσα ἂν αὐτοῖς δοκοῦντα εἴη. μόνον δὲ αὐτοῖς τό τε Καρχηδόνος καὶ ὀλίγα ἄττα ἐφ' οὗπερ ἦσαν σχήματος ἔμειναν, ὧνπερ ἐπιμελεῖσθαι ἀπαξιοῦντες, διαφθορεῖν 6.5.6 αὐτὰ τῷ χρόνῳ ἀφῆκαν. βασιλεὺς δὲ Ἰουστινιανὸς (ἀνθρώπων μὲν οὐδενὸς ἐπαινοῦντος, ἀλλὰ καὶ πεφρικότων τὸ ἔργον ἁπάντων, μόνου δὲ τοῦ θεοῦ εἰσηγουμένου τε καὶ ἐπαγγελλομένου καὶ ξυλλαμβάνοντος) Βελισάριόν τε καὶ στράτευμα ἐπὶ Λιβύην πέμψας, Γελίμερά τε καὶ δύναμιν τὴν Βανδίλων καθεῖλε, πολλοὺς μὲν κτείνας τοὺς δὲ λοιποὺς δορυαλώτους πεποιημένος, ᾗπέρ μοι ἐν 6.5.7 λόγοις τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται. καὶ τὰ μὲν καθῃρημένα τῶν ἐν Λιβύῃ ὀχυρωμάτων ἀνενεώσατο ἅπαντα, ἕτερα δὲ παμπληθῆ ἐπετεχνήσατο νεοχμώσας αὐτός. 6.5.8 Πρῶτα μὲν οὖν Καρχηδόνος, τῆς νῦν καὶ Ἰουστινιανῆς, ὡς τὸ εἰκός, καλουμένης ἐπεμελήσατο, διερρυηκότα μὲν τὸν περίβολον ἀνοικοδομησάμενος ἅπαντα, καὶ τά6.5.9 φρον ἐν περιδρόμῳ διορύξας οὐ πρότερον οὖσαν. ἀνέθηκε δὲ καὶ ἱερὰ τεμένη, τῇ μὲν θεοτόκῳ, ὅπερ ἐν Παλατίῳ ἐστί, καὶ τούτου ἐκτὸς τῶν τινι ἐπιχωρίων ἁγίων 6.5.10 ἁγίᾳ Πρίμῃ. ἔτι μέντοι καὶ στοὰς ἑκατέρωθι τῆς Μαριτίμου ἀγορᾶς καλουμένης ἐδείματο, καὶ βαλανεῖον ἐν δημοσίῳ ἀξιοθέατον, ὅπερ ἐπωνύμως τῇ βασιλίδι Θεο6.5.11 δωριανὰς ἐπωνόμασαν. ἐδείματο δὲ καὶ μοναστήριον τοῦ περιβόλου ἐντὸς ἐπιθαλασσίδιον, ἄγχιστα τοῦ λιμένος, ὅπερ Μανδράκιον ὀνομάζουσιν, ἐρύματί τε αὐτὸ ἐχυρωτάτῳ περιβαλὼν φρούριον ἀνανταγώνιστον ἀπειργάσατο. 6.5.12 Ταῦτα μὲν οὖν ἐπὶ Καρχηδόνος τῆς νέας Ἰουστινιανῷ εἴργασται. ἐν δὲ χώρᾳ τῇ ἀμφ' αὐτήν, ἣ Προκονσουλαρία ὠνόμασται, πόλις ἀτείχιστος ἦν, Βάγα ὄνομα, μὴ ὅτι βαρβάροις ἐπιοῦσιν, ἀλλὰ καὶ τύχῃ τινὶ παριοῦσιν 6.5.13 ἁλωτὴ οὖσα. ταύτην ἐρύματι ἐχυρωτάτῳ περιβαλὼν Ἰουστινιανὸς βασιλεὺς πόλιν τε διεπράξατο εἶναι καὶ τοὺς οἰκήτορας ἐν τῷ ἀσφαλεῖ διασώσασθαι οἵαν τε εἶναι. 6.5.14 οἳ δὴ τετυχηκότες τῆς χάριτος ἐς τὴν τῆς βασιλίδος 6.5.15 τιμὴν Θεοδωριάδα καλοῦσι τὴν πόλιν. φρούριον δὲ ᾠκοδομήσατο ἐν ταύτῃ τῇ χώρᾳ, ὃ Τούκκα καλοῦσιν. 6.6.1 Ἐν Βυζακίῳ δὲ πόλις, Ἀδράμυτος ὄνομα, ἐν τῇ παραλίᾳ οἰκεῖται, μεγάλη καὶ πολυάνθρωπος ἐκ παλαιοῦ οὖσα, καὶ δι' αὐτὸ τὸ τῆς μητροπόλεως ὄνομά τε καὶ ἀξίωμα κληρωσαμένη ἐν ταύτῃ τῇ χώρᾳ, ἐπεὶ πρώτην αὐτὴν μεγέθει τε καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ ξυμβαίνει 6.6.2 εἶναι. ταύτης Βανδίλοι μὲν τὸν περίβολον ἐς ἔδαφος καθεῖλον, ὡς μή ποτε Ῥωμαῖοι αὐτῆς ἀντιλαβέσθαι δυνατοὶ εἶεν. Μαυρουσίοις τε καταθέουσι τὰ ἐκείνῃ χωρία 6.6.3 ἐν ἐπιτηδείῳ ἀπέκειτο. Λίβυες δὲ κατὰ ταύτην οἰκήτορες, ὅσα γε δυνατὰ τῆς σφῶν σωτηρίας ἐπιμελούμενοι, τὰ διῃρημένα τῶν τοίχων ἀποτριγχώσαντες, τὰς οἰκίας 6.6.4 ἀλλήλαις ἐνῆψαν· ἐξ ὧν δὴ τοῖς ἐπιοῦσι διαμαχόμενοι ἔν τε τῷ σφαλερῷ τῆς ἐλπίδος καὶ τῷ ἐπικινδύνῳ ἠμύ6.6.5 νοντο. ἦν δὲ αὐτοῖς ἐπὶ τριχὸς ἡ σωτηρία διηνεκὲς καὶ ἐπὶ θατέρου σκέλους ἑστῶσα, πολεμουμένοις μὲν ὑπὸ τῶν Μαυρουσίων, ὑπὸ δὲ τῶν Βανδίλων ἀμελουμένοις. 6.6.6 ἀλλ' ἡνίκα Λιβύης κύριος τῷ πολέμῳ βασιλεὺς Ἰουστινιανὸς γέγονε, τεῖχός τε τῇ πόλει εὐμέγεθες ἄγαν περιβαλὼν καὶ φρουρὰν ἐνταῦθα στρατιωτῶν καταστησάμενος ἀξιόχρεων θαρσεῖν τε ὑπὲρ ἀσφαλείας τοὺς τῇδε ᾠκημένους πεποίηται ἀφροντιστῆσαί τε πολεμίων ἁπάν6.6.7 των. διὸ δὴ αὐτὴν καὶ Ἰουστινιανὴν καλοῦσι τανῦν, σῶστρα τῷ βασιλεῖ ταῦτα ἐκτίνοντες, μόνῃ τοῦ ὀνόματος τῇ παρενθήκῃ τὴν εὐγνωμοσύνην ἐπιδεικνύμενοι, ἐπεὶ ἄλλο οὐδὲν ὅτῳ ἂν καὶ βασιλέως τὴν ἀγαθοεργίαν ἀμείβοιντο οὔτε αὐτοὶ εἶχον οὔτε οὗτος ἐβούλετο. 6.6.8 Ἦν δέ τι καὶ ἄλλο ἐν τῇ τοῦ Βυζακίου παραλίᾳ χωρίον, ὅπερ ἐκάλουν Καπούτβαδα οἱ ἐπιχώριοι. ἐνταῦθα καταπλεύσας τὰ πρῶτα ὁ τοῦ βασιλέως στόλος