1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

28

οὐδενὶ λόγῳ, πὴ δὲ τὰς τῶν σκοπέλων ὑπερβολάς, 2.10.4 καὶ ἀπ' αὐτοῦ πλείοσιν ἐπιβουλαῖς ὑποκείμενος. συστείλας δὲ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς κατὰ τὸ χρείᾳ ξυνοῖσον, οὐ ταῦτα φρουρεῖν, ἅπερ καὶ πρότερον, ἀλλὰ τὴν 2.10.5 πόλιν ἐς τὸ ἀκριβὲς πεποίηκε μόνην. τὰ μὲν γὰρ κάτω τοῦ περιβόλου, ἔνθα ἡ πόλις ἐπικινδύνως εὐρύνετο, ἐν μαλακῷ τε πεδίῳ κειμένη καὶ περιουσίᾳ τειχίσματος ἀφύλακτος οὖσα, μεταβιβάζει ὡς ἐνδοτάτω, ἐπικαιριώτατα στενοχωρήσας ἐνταῦθα τὴν πόλιν, περιστελλομένην τῷ 2.10.6 πεπιέσθαι. ποταμὸν δὲ Ὀρόντην, ὅσπερ αὐτὴν παρέρρει ἐν περιόδοις τὰ πρότερα οὖσαν, διωθήσατο μεταπο2.10.7 ρευθέντα τὸ ῥεῖθρον τῷ περιβόλῳ γειτονεῖν. αὖθις ὀχεταγωγίᾳ τὸν ῥοῦν ὡς ἀγχοτάτω περιελίξας, ταύτῃ τε καὶ τὸ σφαλερὸν τῆς ἀμετρίας ἀνῆκε τῇ πόλει καὶ τὴν ἐκ 2.10.8 τοῦ Ὀρόντου ἀσφάλειαν ἀνεσώσατο. ἐνταῦθά τε νεοχμώσας γεφύρας ἑτέρας ζεύγματα τῷ ποταμῷ νέα ἐντέθεικε, περιαγαγὼν δὲ ὡς πορρωτάτω τῆς χρείας αὐτόν, εἶτα τὴν 2.10.9 προτέραν ἀπέδωκε πορείαν τῷ ῥείθρῳ. τὰ μέντοι ἄνω ἐς τὸ κρημνῶδες αὐτῷ κατὰ τάδε διαπεπόνηται. ἐν τῇ τοῦ ὄρους ὑπερβολῇ, ἥνπερ Ὀροκασσιάδα καλοῦσι, πέτρα τις τοῦ τείχους ἐκτὸς ὡς ἀγχοτάτω ἐτύγχανεν οὖσα, ἐξ ἀντιπάλου τε τοῦ περιβόλου ἐνταῦθα κειμένη καὶ λίαν ἐπι2.10.10 μαχώτατον αὐτὸν τιθεμένη. Χοσρόῃ ἀμέλει ἐνθένδε ἡ πόλις ἑάλω, ᾗπέρ μοι ἐν λόγοις τοῖς ἐπιτηδείοις ἐρρήθη. τὰ δὲ τοῦ περιβόλου ἐντὸς ἔρημός τε χώρα ἐπὶ πλεῖστον 2.10.11 καὶ δύσοδος ἦν. πέτραι γὰρ ὑψηλαὶ καὶ χαράδραι ἀνέκβατοι διακεκλήρωνται τὸν χῶρον ἐκεῖνον, ἀδιεξόδους τὰς ἐνθένδε ποιούμεναι τρίβους, ὥσπερ ἀλλοτρίου ἐνταῦθά 2.10.12 τινος, ἀλλ' οὐ τῶν Ἀντιοχέων τοῦ τείχους ὄντος. χαίρειν τοίνυν πολλὰ τῇ πέτρᾳ φράσας, ἥπερ ἐν γειτόνων τῷ τείχει οὖσα εὐάλωτον αὐτὸ διαφανῶς ἐσκαιώρητο, ὡς πορρωτάτω αὐτῆς περιβάλλειν τὴν πόλιν ἔγνω, ἀβουλίας πέρι τῶν πρότερον αὐτὴν δειμαμένων ἀπὸ τῶν πραγμάτων 2.10.13 τῆς πείρας πεποιημένος τὴν μάθησιν. χώραν τε ὁμαλὴν μάλιστα τοῦ τείχους ἐντὸς τὴν τὰ πρότερα κρημνώδη οὖσαν ἀπεργασάμενος, ἀνόδους ταύτῃ πεποίηται οὐχ ὅσον ἀνδράσι πεζοῖς, ἀλλὰ δὴ καὶ ἱππεῦσι βασίμους, ἔτι μέν2.10.14 τοι καὶ ἁμαξηλάτους τὸ λοιπὸν οὔσας. ἀλλὰ καὶ βαλανεῖα καὶ ὑδάτων ταμιεῖα ἐν τοῖς ὄρεσι πεποίηται τούτοις τοῦ τείχους ἐντός. φρέαρ τε ὤρυξεν ἐν πύργῳ ἑκάστῳ, τὴν πρότερον ἀνυδρίαν ἐνταῦθα οὖσαν ὕδασιν ὑετίοις ἰώμενος. 2.10.15 Ὅσα δὲ καὶ ἀμφὶ τῷ χειμάρρῳ πεποίηται, ὃς ἐκ τούτων δὴ τῶν ὀρέων κάτεισιν, εἰπεῖν ἄξιον. ὄρη μὲν ἀπότομα δύο τῇ πόλει ἐπῆρται, ἀλλήλοιν ξυνιόντα ὡς ἀγχο2.10.16 τάτω. τούτων θάτερον μὲν Ὀροκασσιάδα καλοῦσι, τὸ δὲ δὴ ἕτερον Σταυρὶν κέκληται. ἀπολήγοντα δέ πη αὐτὰ νάπη τις ζεύγνυσι καὶ χαράδρα μεταξὺ οὖσα, χειμάρρουν ἀποτελοῦσα, ἐπειδὰν ὕοι, Ὀνοπνίκτην ὄνομα, ὃς δὴ ἐξ ὑπερδεξίων κατιὼν ὕπερθέν τε τοῦ περιβόλου φερόμενος ἐπὶ μέγα τε, ἂν οὕτω τύχῃ, ἐξανιστάμενος, διεσκεδάννυτο μὲν ἐς τοὺς τῆς πόλεως στενωπούς, ἀνήκεστα 2.10.17 δὲ κακὰ τοὺς ταύτῃ ᾠκημένους εἰργάζετο. ἀλλὰ καὶ τούτου τὴν ἄκεσιν Ἰουστινιανὸς βασιλεὺς εὕρατο τρόπῳ τοιῷδε. πρὸ τοῦ περιβόλου, ὅνπερ ἄγχιστα τῆς χαράδρας ξυμβαίνει εἶναι, ἐξ ἧς ὁ χειμάρρους ἐπὶ τὸ τείχισμα ἵετο, τοῖχον ἐδείματο ὑπερμεγέθη, ἐκ κοίλης χαράδρας διήκοντα ἐς ἑκάτερον τοῖν ὀροῖν μάλιστα, ὡς μηκέτι περαιτέρω ἰέναι κυματοῦντι τῷ ποταμῷ δυνατὰ εἴη, ἀλλ' 2.10.18 ἐπὶ μακρότερον ξυνιστάμενος ἐνταῦθα λιμνάζοι. ἐν δὲ τῷ τοίχῳ θυρίδας ποιησάμενος ἐνθένδε ἀπορρέοντα ὑπολήγειν κατὰ βραχὺ ἀνάγκῃ χειροποιήτῳ τὸν χειμάρρουν διεσκευάσατο, οὐκέτι λάβρως τῷ παντὶ ῥεύματι τῷ περιβόλῳ προσβάλλοντα, καὶ διὰ τοῦτο ὑπερβλύζοντά τε καὶ τὴν πόλιν κατεργαζόμενον, ἀλλὰ πρᾴως τε καὶ προσηνῶς ὑπορρέοντα, ᾗπέρ μοι εἴρηται, ταύτῃ τε τῇ ἐκροῇ διὰ τῆς ὀχεταγωγίας ἰόντα ὅποι ἂν αὐτὸν βουλομένοις ᾖ περιάγειν οὕτω μέτριον γεγενημένον τοῖς πάλαι ἀνθρώποις. 2.10.19 Τὰ μὲν οὖν ἀμφὶ τῷ Ἀντιοχείας περιβόλῳ τῇδε Ἰουστινιανῷ βασιλεῖ εἴργασται. καὶ ξύμπασαν δὲ πρὸς τῶν πολεμίων καταφλεχθεῖσαν