1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

54

καὶ καταλυτήρια ταῖς ἀρχαῖς ἐδείματο τῇδε, καὶ τοῖς ἄλλοις ἐπιδέδεικται αὐτὴν πόλιν εὐδαίμονα. 5.2.6 Ταύτης δὲ ῥεῖ τῆς πόλεως ἄγχιστα ποταμός, ὅνπερ ὁμωνύμως τῷ σχήματι ∆ράκοντα καλοῦσιν οἱ ἐπιχώριοι. 5.2.7 περιστρέφεται γὰρ ἑλισσόμενος ἐφ' ἑκάτερα καὶ ἀπ' ἐναντίας αὐτῷ ἀντιπεριάγων τὰς δίνας, σκολιῷ τε τῷ ῥοθίῳ, πὴ μὲν ἐν δεξιᾷ, πὴ δὲ ἐν ἀριστερᾷ προσιών· ὥστε ἀμέλει διαβαίνειν αὐτὸν πλεῖν ἢ εἰκοσάκις ἐπάναγκές ἐστι 5.2.8 τοῖς τῇδε ἰοῦσι. πολλοῖς τε οὕτω διεφθάρθαι ξυνέβαινε τοῦ ποταμοῦ ἐξαπιναίως παρὰ τὰ ξυνειθισμένα πλημ5.2.9 μύροντος. πρὸς δὲ καὶ δάσος ἀμφιλαφὲς καὶ καλάμου τῇδε φυομένου μέγα τι χρῆμα συμποδίζον αὐτοῦ τὴν ἐπὶ τὴν θάλασσαν ἐκβολὴν χαλεπώτερον αὐτὸν ἐσκευω5.2.10 ροῦντο εἶναι τοῖς ἐκείνῃ χωρίοις. χρόνῳ γοῦν οὐ πολλῷ πρότερον, ὄμβρων οἱ ἐπιγενομένων πολλῶν, λιμνάζων τε καὶ κυρτούμενος καὶ σκεδαννύμενος ἐπὶ πλεῖστον τῆς 5.2.11 γῆς, ἀνήκεστα κακὰ εἴργασται. χωρία τε γὰρ παμπληθῆ καθεῖλε, προρρίζους τε ἀμπέλους, ἔτι μέντοι ἐλαίας τε καὶ δένδρων ἄλλων παντοδαπῶν ἀνάριθμα πρέμνα, πρὸς δὲ καὶ τὰς οἰκίας, αἳ πρὸ τοῦ περιβόλου τῆς πόλεως ἐτύγχανον οὖσαι, πάθεσί τε ἄλλοις ὑπερμεγέθεσι τοὺς 5.2.12 ἐπιχωρίους ἐπέτριψεν. οὕσπερ ἐποικτισάμενος Ἰουστινιανὸς βασιλεὺς ἐπενόει τοιάδε. τὰ μὲν ἄλση περικαθήρας καὶ τὸν κάλαμον ἐκτεμὼν ἅπαντα, ἐλευθέρας ποιεῖσθαι τῷ ποταμῷ ξυνεχώρησε τὰς ἐς τὴν θάλασσαν ἐκβολάς, ὡς μηκέτι αὐτῷ διασκεδάννυσθαι ἐπάναγκες εἴη· τὰ δὲ ὄρη κατὰ μέσον ἀποτεμών, ἃ δὴ ἀνέχει ἀμφὶ τὰ ἐκείνῃ χωρία, ἐν ταῖς πρότερον ἀποτόμοις καὶ κρημνώ5.2.13 δεσι χώραις ὁδὸν ἁμαξιτὸν ἐξειργάσατο. ταύτῃ τε τοῦ ποταμοῦ τὴν διάβασιν οὐκ ἀναγκαίαν ἐκ τοῦ ἐπὶ πλεῖ5.2.14 στον τοῖς ἐνταῦθα οὖσι πεποίηκεν εἶναι. καὶ γεφύρας δύο ἐς ἄγαν εὐρείας τῷ ποταμῷ τούτῳ ἐντέθειται, καὶ ἀπ' αὐτοῦ ἀκινδύνως αὐτὸν διαβαίνουσι τὸ λοιπὸν ἅπαντες. 5.3.1 Οἷα δὲ καὶ τὴν ἐν Βιθυνοῖς Νίκαιαν ἐξείργασται ἀγαθὰ εἰπεῖν ἄξιον. πρῶτα μὲν τὴν ὀχεταγωγίαν παντάπασί τε διεφθαρμένην καὶ τὴν χρείαν ὡς ἥκιστα παρεχομένην ἀνανεωσάμενος ἅπασαν, ὕδασι τὴν πόλιν κατα5.3.2 κορῆ διεπράξατο εἶναι. ἔπειτα δὲ ἱερά τε καὶ μοναστήρια 5.3.3 τὰ μὲν γυναιξί, τὰ δὲ ἀνδράσιν ἐδείματο. καὶ τὰ ἐκείνῃ βασίλεια, ἐκ μοίρας ἤδη καταπεπτωκότα τινός, ἀνενεώσατο σπουδῇ ἅπαντα, ἔτι μέντοι καὶ βαλανεῖον ἐν τῷ καταλυτηρίῳ τῶν βερεδαρίων καλουμένων ἐκ παλαιοῦ 5.3.4 διεφθαρμένον. ταύτης δὲ τῆς πόλεως ἐς τὰ πρὸς δύοντα ἥλιον ὡς ἀγχοτάτω χειμάρρους ὡς τὰ πολλὰ ἐπισκήπτειν 5.3.5 φιλεῖ, ἄπορον ὅλως ἐργαζόμενος τὴν ταύτῃ ὁδόν. καὶ γέφυρα μέν τις ἐνταῦθα πεποίηται τοῖς πάλαι ἀνθρώποις, ἣ προϊόντος χρόνου προσβάλλουσαν οὐδαμῆ ἐνεγκοῦσα τὴν τοῦ χειμάρρου ἐπιρροὴν (ἐπεὶ οὐκ ἐν ἐπιτηδείῳ διασκευασθεῖσα ἐτύγχανεν) ὑπεχώρησέ τε τῷ ῥοθίῳ βιαζομένῳ καὶ ἀπιοῦσα σὺν αὐτῷ ᾤχετο, οὐδὲ ἴχνος 5.3.6 αὐτῆς ἐν τῷ χώρῳ ἀπολιποῦσα, οὗ πρότερον ἦν. βασιλεὺς δὲ Ἰουστινιανὸς γέφυραν ἐπήξατο ἐνταῦθα ἑτέραν ἐς τόσον ὕψους τε καὶ εὔρους διήκουσαν, ὥστε δὴ αὐτῆς οὐδὲ κατὰ πολλοστημόριον τὴν προτέραν οὖσαν γεγονέναι δοκεῖν, ἣ τὸν χειμάρρουν, ἡνίκα μορμύρει, κατὰ πολὺ ὑπεραίρουσα ἐν τῷ βεβαίῳ διασώζεται τοὺς ταύτῃ ἰόντας. 5.3.7 Ἐν δὲ Νικομηδείᾳ τὸ βαλανεῖον τὸν Ἀντωνῖνον ἀνενεώσατο. μοῖρα γὰρ αὐτοῦ ἡ ἀξιολογωτάτη καταπεπτώκει, μεγέθει τοῦ ἔργου ἀπροσδόκητος ὅτι δὴ ἀνοικοδο5.3.8 μηθήσεται γεγενημένη. ὁ μέγας δὲ ποταμὸς οὗτος, ὅνπερ Σάγαριν καλοῦσι νῦν, σφοδρῷ μὲν κατιὼν ἐς ἄγαν τῷ ῥείθρῳ, ἐπὶ μέσης δὲ πεφυκὼς ἄβυσσος, εὐρυνόμενος δὲ θαλάσσῃ ἴσα, διαγέγονε μὲν τά γε εἰς γέφυραν ἀνέπαφος πᾶσιν, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἀκάτων δὲ συνδέοντες πλῆθος καὶ φορμηδὸν αὐτὰς ἀλλήλαις ἐναρμοσάμενοι, ἐνταῦθα διαπορθμεύεσθαι τολμῶσι πεζοί, ὥσπερ ποτὲ δέει τοῦ Ξέρξου τὸν Ἑλλήσποντον ὁ τῶν Μήδων στρα5.3.9 τός. ἀλλὰ καὶ τοῦτο οὐκ ἀνεπικινδύνως αὐτοῖς γίνεται. πολλάκις γὰρ ὁμοῦ τοῖς δεσμοῖς συλλαβὼν τὰς ἀκάτους ἁπάσας, εἶτα τὴν διάβασιν ἀνεχαίτισε τοῖς τῇδε ἰοῦσι. 5.3.10 βασιλεὺς δὲ Ἰουστινιανὸς γέφυραν αὐτῷ ἐγκεχείρηκεν ἐποικοδομεῖσθαι τανῦν.