1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

42

μάχη, ὡς οἱ μῦθοι ἡμῖν ἐκ παλαιοῦ ἰσχυρίζονται, νεανιευόμενοι γεγονέναι ἀνθρώπων γένος ἐν τοῖς ἄνω χρόνοις ἀλλόκοτον καὶ 4.3.13 ζῴων φύσιν τινὰ δυοῖν σύμμικτον. ἀφῆκε δέ τι καὶ τῷ μύθῳ ἐν προσηγορίᾳ μαρτύριον ὁ παλαιὸς χρόνος, φρουρίου ἐν τοῖς τῇδε ὄρεσιν ὄντος. Κενταυρόπολις γὰρ τὸ 4.3.14 χωρίον καὶ εἰς ἐμὲ ὀνομάζεται. οὗπερ τὸ τεῖχος Ἰουστινιανὸς βασιλεὺς καταπεπτωκὸς ἤδη σὺν Εὐρυμένῃ τῷ φρουρίῳ ἐνταῦθά πη ὄντι καὶ ταὐτὸ πεπονθότι ἀνοικο4.3.15 δομησάμενος ἐκρατύνατο. πολλὰ δὲ καὶ ἄλλα φρούρια ἐπὶ Θεσσαλίας ὁ βασιλεὺς οὗτος ἀνενεώσατο, ὧνπερ τὰ ὀνόματα σὺν τοῖς ἐν Μακεδονίᾳ τετειχισμένοις ἐν καταλόγῳ γεγράψεταί μοι οὐ πολλῷ ὕστερον. 4.3.16 Ἀλλὰ νῦν, ἵνα μηδὲν τῆς Ἑλλάδος ἀπολειφθείη μένον ἄρρητον, ἐς Εὔβοιαν ἡμῖν τὴν νῆσον ἰτέον, ἐπεὶ Ἀθηνῶν 4.3.17 τε καὶ Μαραθῶνος ἄγχιστα ἕστηκεν. Εὔβοια τοίνυν ἡ νῆσος ἥδε προβέβληται μὲν τῆς Ἑλλάδος εἰς θάλασσαν, δοκεῖ δέ που ἀπενεχθῆναι, μιᾶς μὲν οὔσης τῆς γῆς πρό4.3.18 τερον, ἀποσχισθείσης δὲ πορθμῷ ὕστερον· ῥήγνυσι γάρ τις τὴν ἤπειρον ἐνταῦθα τῆς θαλάσσης ἐπιρροὴ ἀμφὶ Χαλκίδα πόλιν, ἐν στενῷ τε ξυνιοῦσα καὶ ταῖς ὄχθαις 4.3.19 ἑκατέρωθι σφιγγομένη ἐς ῥύακος εὖρος. καὶ νῆσος μὲν τὸ ἀποτετμημένον τῆς γῆς γέγονεν· Εὔριπος δὲ ὁ πορ4.3.20 θμὸς ἐπωνόμασται. τοιαύτη μὲν οὖν τις ἡ Εὔβοια τυγχάνει οὖσα· ζεῦγμα δὲ τῷ πορθμῷ μία τις ἐγκειμένη ποιεῖται δοκός· ἥνπερ ἐπιτιθέντες μέν, ἡνίκα ἂν ᾖ βουλομένοις σφίσιν, οἱ ἐπιχώριοι ἠπειρῶται δοκοῦσιν εἶναι καὶ εἰς γῆν τὴν ἀντιπέρας πεζοὶ ἴασιν, ἀφαιρούμενοι δὲ ταῖς τε ἀκάτοις διαπορθμεύονται τὸν ἀνάπλουν καὶ νησιῶται γίνονται αὖθις, ἑνός τε ξύλου ἐπιβολῇ καὶ ἀφαιρέσει καὶ πεζεύουσι καὶ ναυτίλλονται· *** ἐντὸς καθειργμένην 4.3.21 καλοῦσι Παλλήνην. τὴν μέντοι εἴσοδον διατειχίσματι τὸ παλαιὸν καταλαβόντες οἱ ἐπιχώριοι, ταύτῃ τε τὴν ἑκατέρωθι συζεύξαντες θάλασσαν, πόλιν ἐνταῦθα ἐδείμαντο, ἣν πάλαι μὲν Ποτίδαιαν, τανῦν δὲ Κασανδρίαν 4.3.22 ὀνομάζουσιν. οὕτω δὲ τὰς ἐνταῦθα οἰκοδομίας ὁ χρόνος διέφθειρε πάσας ὥστε δὴ Οὐννικόν τι ἔθνος οὐ πολλῷ πρότερον καταθέοντες τὰ ἐκείνῃ χωρία, ὥσπερ τι διαχειρίζοντες οἷόν τι πάρεργον, τό τε ξύμβαμα τοῦτο καὶ τὴν πόλιν ἄφοβοι ἐξεῖλον, καίπερ ἐξ οὗ γεγόνασιν ἄν4.3.23 θρωποι οὐ τειχομαχήσαντες πώποτε. ἀλλὰ καὶ τοῦτο Ἰουστινιανῷ βασιλεῖ γέγονε πρόφασις ἀρετήν τε καὶ 4.3.24 μεγαλοφροσύνην ἐνδείξασθαι. τοῖς γὰρ ξυμπίπτουσι χαλεποῖς ἀντίξουν ποιούμενος ἀεὶ τὴν αὑτοῦ πρόνοιαν, τῶν ξυμβεβηκότων τὰ πονηρότατα ταῖς ἐπιγινομέναις 4.3.25 ἀγαθοεργίαις εὐθὺς μεταβιβάζεται ἐς τύχην ἀμείνω. καὶ Παλλήνης ἀμέλει πόλιν τε τὴν προβεβλημένην τῆς χώρας ἁπάσης καὶ τὸ κατὰ τὴν εἴσοδον διατείχισμα τοῖς ἐπιβουλεύειν ἐθέλουσιν ἄμαχόν τε καὶ ἀνανταγώνιστον διε4.3.26 πράξατο διαφανῶς εἶναι. ταῦτα μὲν οὖν ἐν πράξεσιν αὐτῷ ταῖς ἐπὶ Μακεδονίαν διαπεπόνηται. 4.3.27 Ῥεῖ δέ τις ποταμὸς Θεσσαλονίκης οὐ πολλῷ ἄποθεν, Ῥήχιος ὄνομα· ὃς δὴ χώραν ἀγαθήν τε καὶ γεώδη περιερχόμενος τὰς ἐκβολὰς εἰς θάλασσαν τὴν ἐκείνῃ ποιεῖται. 4.3.28 προσηνὴς δὲ ὁ ποταμός ἐστι, γαληνὸν τὸ ὕδωρ καὶ πό4.3.29 τιμον, ἡ γῆ χθαμαλή, ἀρόματα πολλά, ἕλος εὔνομον. καὶ ταύτῃ μὲν εὐδαιμονίας ἡ χώρα εὖ ἔχει, βαρβάροις δὲ λίαν εὐέφοδος οὖσα ἐτύγχανεν, οὔτε φρούριον ἐν σημεί4.3.30 οις τεσσαράκοντα οὔτε ἄλλο τι ἔρυμα ἔχουσα. διὸ δὴ ὁ βασιλεὺς παρά τε τὰς τοῦ Ῥηχίου ποταμοῦ ἐκβολὰς καὶ τὴν τῆς θαλάσσης ἠϊόνα φρούριον ᾠκοδομήσατο ἐχυρώτατον, καινουργήσας αὐτός, ὅπερ Ἀρτεμίσιον ἐπωνόμασται. 4.4.1 Ὅσα δὲ καὶ ἄλλα ὀχυρώματα ἐν τῇδε τῇ τῆς Εὐρώπης πεποίηται μοίρᾳ εἰπεῖν ἄξιον. καὶ εἰ μὲν παρ' ἄλλοις ἀνθρώπων τισὶ μακράν τε ᾠκημένοις καὶ πολιτείαν ἑτέραν ἔχουσι τὸν κατάλογον ἐποιούμεθα τῶν τῇδε φρουρίων, ἅπερ Ἰουστινιανῷ βασιλεῖ εἴργασται, ἵνα δὴ ἔμελλεν ὁ λόγος ἀμάρτυρος εἶναι, εὖ οἶδ' ὅτι μυθολόγος τε ἂν τῶν ἔργων τῷ ἀριθμῷ ἔδοξεν εἶναι καὶ ἄπιστος ὅλως. 4.4.2 νῦν δὲ (ἥ τε γὰρ ὄψις οὐ μακράν που τυγχάνει οὖσα καὶ παμπληθεῖς ἄγαν οἱ ἐκεῖθεν ἐπιχωριάζοντες ἡμῖν ἄνθρωποι) φέρε