1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

35

ἔφοδον. 3.5.13 Ἐς μέντοι τὰ Βιζανὰ οὐδὲν εἴργασται τῷ βασιλεῖ τούτῳ ἐξ αἰτίας τοιᾶσδε. κεῖται μὲν ἐν τῷ ὁμαλῷ τὸ χωρίον, πεδία τε ἀμφ' αὐτὸ ἐπὶ μακρὸν ἱππήλατά ἐστιν, ὕδατος δὲ σηπεδόνες πολλαὶ ξυνισταμένου ἐνταῦθά εἰσι. 3.5.14 καὶ ἀπ' αὐτοῦ τοῖς μὲν πολεμίοις ἐπιμαχώτατον, τοῖς δὲ 3.5.15 οἰκήτορσι λοιμωδέστατον αὐτὸ ξυμβαίνει εἶναι. ὧν δὴ ἕνεκα τὸ χωρίον τοῦτο ὑπεριδὼν ἑτέρωθι πόλιν ἐδείματο αὐτοῦ βασιλέως ἐπώνυμον, ἀξιολογωτάτην τε καὶ ἄμαχον ὅλως ἐν χωρίῳ Τζουμινᾷ καλουμένῳ, ὅπερ σημείοις μὲν τρισὶ Βιζανῶν διέχει, ἐν κρημνώδει δὲ μάλιστα κείμενον εὐεξίας ἀέρων εὖ ἔχει. 3.6.1 Τὰ μὲν οὖν ἐν Ἀρμενίοις Ἰουστινιανῷ βασιλεῖ τῇδέ πη ἔχει. τὰ δὲ δὴ κατὰ τὰ Τζάνων ἔθνη ἀναγράψασθαί μοι ἐνταῦθα τοῦ λόγου οὔ τι ἀπὸ τρόπου ἔδοξεν εἶναι, 3.6.2 ἐπεὶ καὶ πρόσοικοι Ἀρμενίοις εἰσίν. αὐτόνομοι μὲν Τζάνοι ἐκ παλαιοῦ καὶ ἄναρχοι ᾤκουν, θηριώδη τινὰ βιοτὴν ἔχοντες, θεοὺς μὲν τά τε ἄλση καὶ ὄρνις καὶ ἄλλα ἄττα ζῷα ἡγούμενοί τε καὶ σέβοντες, ἐν ὄρεσι δὲ οὐρανομήκεσί τε καὶ ἀμφιλαφέσι τὸν πάντα αἰῶνα δίαιταν ἔχοντες, γῆν δὲ οὐδαμῆ γεωργοῦντες, ἀλλὰ λῃστεύοντές 3.6.3 τε καὶ τοῖς φωρίοις ἀεὶ ἀποζῶντες. αὐτοί τε γὰρ ἀμελέτητοί εἰσιν ἐργάζεσθαι γῆν καὶ ἡ χώρα σφίσιν, ἔνθα δὴ μὴ ὄρη τά γε ἀποτομώτατα περιβέβληται, λοφώδης 3.6.4 ἐστίν. οὐ γήλοφοι δέ εἰσι τὰ ἐπανεστηκότα τῆς γῆς οὐδὲ γεώδη οὐδὲ οἷα καρποὺς ἀφεῖναι, εἴ τις αὐτῶν ἐπιμελοῖτο, ἀλλὰ τραχέα τε ὑπερβαλλόντως καὶ σκληρὰ ὑπεράγαν καὶ 3.6.5 καρπῶν ἁπάντων δεινῶς ἄφορα. καὶ οὔτε ἀρόσαι τὴν γῆν οὔτε ἀμήσασθαι λήιον οὔτε λειμῶνι ἐντυχεῖν ἐνταῦθά πη δυνατὰ γίνεται, ἀλλὰ καὶ τοῖς δένδροις, οἷσπερ ἡ Τζανικὴ τέθηλεν, ἀκάρποις τε οὖσιν ἀνθεῖ καὶ ὅλως ἀγόνοις, ἐπεὶ οὐδὲ ἀλλήλους ἐκδέχονται καιροὶ ἐκ τοῦ ἐπὶ πλεῖστον, οὐδὲ νῦν μὲν ἡ γῆ τῷ τῆς ὥρας ὑγρῷ τε καὶ ψυχρῷ βάλλεται, νῦν δὲ δὴ αὐτὴν ἡ τοῦ ἡλίου θέρμη ὀνίνησιν, ἀλλὰ χειμῶνί τε ἀπεράντῳ ξυνῴκισται ἡ χώρα 3.6.6 καὶ χιόσιν ἀϊδίοις κατάρρυτός ἐστι. διὰ ταῦτα μὲν αὐτόνομοι τὸ παλαιὸν οἱ Τζάνοι ἐβίουν, ἐπὶ τούτου δὲ Ἰουστινιανοῦ βασιλεύοντος ἡττήθησάν τε Ῥωμαίων τῇ μάχῃ, Τζίττα στρατηγοῦντος Ῥωμαίων, καὶ τὴν ἀγώνισιν ἀπογνόντες εὐθὺς προσεχώρησαν αὐτῷ ἅπαντες, πρὸ τῆς ἐπικινδύνου ἐλευθερίας τὴν ἄπονον δουλείαν ἑλόμενοι 3.6.7 σφίσι. καὶ τήν τε δόξαν ἐπὶ τὸ εὐσεβὲς αὐτίκα μετέθεντο ἅπαντες Χριστιανοὶ γεγενημένοι, τήν τε δίαιταν ἐπὶ τὸ ἡμερώτερον μεθηρμόσαντο, λῃστείας μὲν ἀφέμενοι πάσης, τοῖς δὲ Ῥωμαίοις συστρατεύοντες, ἐπὶ πολεμίους ἀεὶ 3.6.8 τοὺς σφετέρους ἰοῦσι. δείσας δὲ Ἰουστινιανὸς βασιλεὺς μή ποτε Τζάνοι μεταπορευσάμενοι τὴν δίαιταν αὖθις τὰ σφέτερα ἤθη ἐπὶ τὸ ἀγριώτερον μεταστρέψωνται ἐπενόει τοιάδε. 3.6.9 ∆ύσοδος ἦν ἡ Τζανικὴ λίαν καὶ ἄφιππος ὅλως, κρημνοῖς τε πανταχόθεν καὶ χώροις περικεκλεισμένη ἐκ τοῦ 3.6.10 ἐπὶ πλεῖστον ὑλώδεσιν, ᾗπέρ μοι εἴρηται. καὶ ἀπ' αὐτοῦ Τζάνοις ἐπιμίγνυσθαι τοῖς πλησιοχώροις ἀμήχανον ἦν, ἀλλὰ κατὰ μόνας ἐν σφίσιν αὐτοῖς ἀπηγριωμένοι θηρίων 3.6.11 τρόπον τὴν δίαιταν εἶχον. τὰ τοίνυν δένδρα ἐκτεμὼν ἅπαντα, οἷσπερ τὰς ὁδοὺς ξυνέβαινε ξυμποδίζεσθαι, καὶ τὰς ἐκείνῃ δυσχωρίας μεθαρμοσάμενος, εὐπετεῖς τε αὐτὰς καὶ ἱππασίμους καταστησάμενος, ἐπιμίγνυσθαι αὐτοὺς κατὰ ταὐτὰ τοῖς ἄλλοις ἀνθρώποις καὶ προσχωρεῖν τῇ 3.6.12 ὁμιλίᾳ τῶν πλησιοχώρων πεποίηκεν. ἔπειτα δὲ αὐτοῖς ἐκκλησίαν ἐν χωρίῳ Σχαμαλινίχων καλουμένῳ δειμάμενος, ἱερᾶσθαί τε διεπράξατο καὶ μυστηρίων μεταλαμβάνειν λιταῖς τε τὸν θεὸν ἱλεοῦσθαι, καὶ τὰ ἄλλα ἐξοσιοῦ3.6.13 σθαι, συνιέντες ὡς ἄνθρωποι εἶεν. καὶ φρούρια δὲ οἰκοδομησάμενος πανταχόθι τῆς χώρας φρουρούς τε ἐνταῦθα Ῥωμαίων στρατιωτῶν ἱδρυσάμενος βεβαιότατα, Τζάνοις ἐς τοὺς ἄλλους ἀνθρώπους τὰς ἐπιμιξίας ἀκωλύτους 3.6.14 πεποίηκεν. ὅπη ποτὲ δὲ Τζανικῆς τὰ φρούρια ταῦτα ἐδείματο, ἐρῶν ἔρχομαι. 3.6.15 Χώραν ἐνταῦθά τινα ἐς τρίοδον ἀποκεκριμένην ξυμβαίνει εἶναι. Ῥωμαίων τε γὰρ καὶ Περσαρμενίων τὰ ὅρια καὶ Τζάνων αὐτῶν τῇδε ἀρξάμενα ἐνθένδε διασκε3.6.16 δάννυται. ἐνταῦθα φρούριον ἐχυρώτατον, οὐ πρότερον ὄν, ὄνομα Ὁρονῶν,