1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

62

θρησκείαν γὰρ πάντες καὶ εἰς ἐμὲ τὴν τῆς πολυ6.2.16 θεΐας ἐνόσουν. ἐνταῦθα ἐκ παλαιοῦ τῷ τε Ἄμμωνι καὶ 6.2.17 Ἀλεξάνδρῳ τῷ Μακεδόνι ἀνέκειτο ἕδη. οἷς δὴ καὶ ἐσφαγιάζοντο μέχρι ἐς τὴν Ἰουστινιανοῦ βασιλείαν οἱ ἐπι6.2.18 χώριοι. ἦν δὲ καὶ ὅμιλος αὐτοῖς τῶν ἱεροδούλων καλουμένων πολύς. νῦν δὲ δὴ ὁ βασιλεὺς οὗτος οὐχ ὅσον ἐς τὰ σώματα τοῖς κατηκόοις ἐκποριζόμενος τὴν ἀσφάλειαν, ἀλλὰ καὶ τὰς ψυχὰς διασώσασθαι ἐν ἐπιμελείᾳ ποιούμενος, καὶ τῶν ταύτῃ ᾠκημένων ἀνθρώπων κατὰ πάντα 6.2.19 προὐνόησε τρόπον. τά τε γὰρ ἄλλα διαφερόντως αὐτῶν ἐπιμελεῖσθαι οὐδαμῇ ἀπηξίωσε καὶ τὴν τῆς εὐσεβείας ἐδίδαξε δόξαν Χριστιανοὺς πανοικεσίᾳ πεποιημένος καὶ μεταπορευόμενος λελυμασμένα σφίσι τὰ πάτρια ἤθη. 6.2.20 οἷς δὴ καὶ νεὼν τῆς θεοτόκου ἐδείματο, φυλακτήριον ταῖς πόλεσι τῆς τε σωτηρίας καὶ τῆς ἀμφὶ τῇ δόξῃ ἀληθείας ἐσόμενον. ταῦτα μὲν οὖν τῇδέ πη ἔσχε. 6.2.21 Βόρειον δὲ ἡ πόλις Μαυρουσίοις γειτνιῶσα βαρβάροις φόρου ὑποτελὴς οὐ γεγένηται ἐς τόδε τοῦ χρόνου· οὐδέ τινες πώποτε δασμολόγοι ἢ φορολόγοι ἐς αὐτὴν 6.2.22 ἵκοντο, ἐξ οὗ γεγόνασιν ἄνθρωποι. οἱ δὲ Ἰουδαῖοι ᾤκηντο ἐκ παλαιοῦ αὐτῶν ἄγχιστα· οὗ δὴ καὶ νεὼς ἦν ἀρχαῖος αὐτοῖς, ὅνπερ ἐσέβοντό τε καὶ ἐτεθήπεσαν μάλιστα, δειμαμένου τοῦτο Σολομῶνος, ὥσπερ φασί, βασι6.2.23 λεύοντος Ἑβραίων τοῦ ἔθνους. ἀλλὰ καὶ αὐτοὺς ἅπαντας Ἰουστινιανὸς βασιλεὺς μεταγνῶναί τε τὰ πάτρια ἤθη, καὶ Χριστιανοὺς γεγονέναι διαπραξάμενος, τοῦτον δὴ τὸν νεὼν ἐς ἐκκλησίας μεθηρμόσατο σχῆμα. 6.3.1 Μετὰ τούτους αἱ Σύρτεις εἰσὶν αἱ μεγάλαι ὠνομασμέναι. ἐφ' οὗ δέ εἰσι σχήματος αὗται, καὶ ὅτου δὴ ἕνεκα τούτου μεταλαγχάνουσι τοῦ ὀνόματος, ἐγὼ δηλώσω. 6.3.2 προβέβληταί τις ἐνταῦθα ἠϊών· σχιζομένη δὲ αὐτὴ τῇ τῆς θαλάσσης ἐπιρροῇ, τῷ τε ῥοθίῳ ἀφανιζομένη, ἀποβαίνειν δοκεῖ, καὶ ἐφ' ἑαυτὴν ὑποχωροῦσα ὀπίσω ἰέναι· 6.3.3 ἐς κόλπον δὲ μηνοειδῆ ἐπὶ μακρότατον τέτραπται. καὶ ὁ μὲν ἀρχομένης πλευρᾶς διάπλους ἐς τετρακοσίους διήκει σταδίους· τοῦ δὲ μηνοειδοῦς τὸ περίμετρον ἐς ἡμε6.3.4 ρῶν ἓξ ὁδὸν κατατείνει. ταύτης γὰρ ἡ θάλασσα πεπιε6.3.5 σμένη τῆς ἠπείρου ἐντὸς τὸν κόλπον ποιεῖται. ἐπειδάν τε ναῦς ἀνέμῳ ἢ κλύδωνι βιαζομένη τοῦ διάπλου ἐντὸς ὑπὲρ τοῦ μηνοειδοῦς τὴν ἀρχὴν γένηται, τὸ ἐνθένδε αὐτῇ ἐπανιέναι ἀμήχανά ἐστιν, ἀλλὰ συρομένῃ τὸ λοιπὸν 6.3.6 ἔοικε, καὶ διαφανῶς ἐπίπροσθεν ἀεὶ ἑλκομένῃ. καὶ ἀπ' αὐτοῦ, οἶμαι, τὸν χῶρον οἱ πάλαι ἄνθρωποι τοῦ πάθους 6.3.7 τῶν νεῶν ἕνεκα Σύρτεις ὠνόμασαν. οὐ μὴν οὐδὲ διανεῦσαι τοῖς πλοίοις ἄχρι ἐς τὴν ἠϊόνα δυνατὰ γεγένηται. πέτραι γὰρ ὕφαλοι διακεκληρωμέναι τὰ πλεῖστα τοῦ κόλπου πλώϊμα οὐ ξυγχωροῦσιν ἐνταῦθα εἶναι, ἀλλ' ἐν τοῖς 6.3.8 βράχεσι τὰς ναῦς διαχρῶνται. μόνοις δὲ τοῖς λέμβοις οἱ πλωτῆρες τούτων δὴ τῶν νηῶν οἷοί τέ εἰσι διασώζεσθαι, ἂν οὕτω τύχοι, μετὰ κινδύνων τὰς διεξόδους ποιούμενοι. 6.3.9 Τριπόλεως τῇδε τῆς καλουμένης τὰ ὅριά ἐστι. Μαυρούσιοί τε βάρβαροι ἐνταῦθα οἰκοῦσι, Φοινικικὸν ἔθνος. 6.3.10 οὗ δὴ καὶ πόλις ἐστὶ Κιδαμὴ ὄνομα. ἐνταῦθά τε Μαυρούσιοι ᾤκηνται Ῥωμαίων ἔνσπονδοι ἐκ παλαιοῦ ὄντες· οἵπερ ἅπαντες πεισθέντες Ἰουστινιανῷ βασιλεῖ, δόγματι 6.3.11 τῷ Χριστιανῶν ἐθελούσιοι προσεχώρησαν. Πακᾶτοι δὲ οὗτοι τανῦν οἱ Μαυρούσιοι ἐπικαλοῦνται, ἐπεὶ πρὸς Ῥωμαίους ἀεὶ σπονδὰς ἔχουσι. πάκεν γὰρ τὴν εἰρήνην 6.3.12 τῇ Λατίνων καλοῦσι φωνῇ. Πενταπόλεως δὲ Τρίπολις ἡμερῶν διέχει ὁδῷ εἴκοσιν εὐζώνῳ ἀνδρί. 6.4.1 Πόλις ἐνθένδε ἡ Λεπτιμάγνα ἐκδέχεται, μεγάλη μὲν καὶ πολυάνθρωπος τὸ παλαιὸν οὖσα, ἔρημος δὲ χρόνῳ ὕστερον γεγενημένη ἐκ τοῦ ἐπὶ πλεῖστον, ψάμμου 6.4.2 τε πλήθει τὰ πολλὰ τῷ ἀπημελῆσθαι καταχωσθεῖσα. καὶ ταύτης δὲ τὸν περίβολον ἐκ τῶν θεμελίων ὁ καθ' ἡμᾶς ᾠκοδομήσατο βασιλεύς, οὐ τοσοῦτον μέντοι, ὅσος τὸ πρότερον ἦν, ἀλλὰ κατὰ πολὺ ἥσσονα, ὡς μὴ τῷ μεγέθει σφαλερὰ καὶ αὖθις ἡ πόλις εἴη, καὶ πολεμίοις μὲν ἁλωτή, 6.4.3 ψάμμῳ δὲ πρόχειρος. νῦν δὲ δὴ τῆς πόλεως τὸ μὲν καταχωσθὲν ἐφ' οὗπερ ἦν σχήματος εἴασεν οὕτω δὴ ψάμμῳ ἐς λόφους συνειλεγμένῃ κεκαλυμμένον,