κατεξανέστη τινὸς οὐδὲ μεγαλαυχοῦντος τὸν ὅλον χρόνον ἀκήκοα, ἀλλ' ὥσπερ φασὶ τοὺς πολυ μαθεῖς ἀμαθίαν δεινὴν κατηγορεῖν ἑαυτῶν, οὕτω καὶ οὗτος καθ' ἡμέραν ποιεῖ καὶ τὸ ταπεινὸν ἀσκεῖ μᾶλλον ἢ ἕτεροι τὸ μεγάλαυχον. οὐδὲ γὰρ τὸ Αἰγυπτιακὸν φῦλον μιμεῖται, ἀλλὰ τοῦ πράου Χριστοῦ τὸ ταπεινόν τε καὶ ἥμερον, οὐδὲ τὸ τοῦ Ἀλεξάνδρου καὶ οὗτος ἐφθέγξατό ποτε· φασὶ γὰρ ἐκεῖνον, ἡνίκα Εὐρώπης καὶ Ἀσίας τὸ κράτος ἀνήψατο, ἐν ἐπικαίρῳ στάντα χωρίῳ καὶ πάντα περιαθρήσαντα πρὸς τοὺς παρόντας εἰπεῖν· «τὰ τῇδε καὶ τὰ τῇδε πάντα ἐμά». οἶδε γὰρ ὅτι τὸ εἶναι δοκεῖν ἄπρακτόν ἐστι μέγιστον, ἔργοις γὰρ οὗτος οὐ λόγοις ἀπατηλοῖς τοὺς ἀκούοντας πείθει τὰ πάναγρα λίνα τείνων καὶ πάντας κατέχων τοῖς ἐνοῦσι καλοῖς. Ἀλλὰ μηδεὶς ἀπείπῃ τῷ ἀγαθῷ, μηδ' ὥσπερ ἄπελπις γένηται τοῦ καλοῦ, ὡς οὐκ ἀφίξεται πρὸς μέτρον τοιοῦτον, οἷα τοῦ ἀνδρὸς ὑπερνικήσαν τος ἅπαντας· πόνος ἐστὶν ἀρχὴ παντὸς ἀγαθοῦ, μᾶλλον δὲ ῥίζα τῶν ἀγαθῶν ὁ πόνος ἐστί. μηδεὶς οὖν ἡμῶν καθευδέτω, μηδεὶς ῥαθυμείτω, μηδεὶς ἀμελείτω τοῦ ἀγαθοῦ· κἀγὼ πάροχος καὶ ὀφειλέτης τοῦ πράγματος. τὸ γὰρ γένος ἡμῶν οὐδέποτε τῶν τοῦ θεοῦ καλῶν ἀμοιρεῖ, ἀλλὰ φέρειν ἡμῶν τὴν πολλὴν ῥᾳθυμίαν ἀδυνατῶν πρὸς τὴν τῶν λαμβανόντων ἰσχὺν σταθμᾶται καὶ τὰ διδόμενα. κἂν μὴ πάντες τῶν πρωτείων κατευμοιρή σωμεν, μηδ' οὕτως ἀσχάλλωμεν· σπάνιον γὰρ τὸ καλόν, τὸ δὲ τῶν ἐναντίων πλῆθος ὑπὲρ κατάληψιν. τριττὸν δὲ καὶ τὸ γένος τῶν ἀνθρώπων ἐστίν· οἱ μὲν γάρ εἰσι γῆς ἄνθρωποι, οἱ δὲ οὐρανοῦ, οἱ δὲ τοῦ θεοῦ· καὶ οἱ μὲν θηρευτικοὶ τῶν σωμάτων εἰσί, οἱ δὲ τεχνῖται καὶ ἐπιστήμονες, οἱ δὲ προφῆται καὶ ἱερεῖς. καὶ τὸ πέρας δὲ τῆς τοῦ Σὴθ ἐπιστήμης οὐ πολλῶν ἀρχὴ γέγονε, ἀλλὰ τοῦ δικαίου Νῶε, τούτου δὲ τὴν τελείωσιν Ἀβραὰμ μόνος παιδεύεται, ἡ δὲ ἀκροτάτη τούτου σοφία Μωσέως ἄσκησις γέγονεν. οὔκουν πολλῶν τὸ καλόν, μᾶλλον δὲ τὸ μὴ καλὸν πολλῶν, εἷς δὲ τυγχάνει τούτου καὶ δυσχερῶς. Ἀλλὰ δέον καταπαῦσαι τὸν λόγον πολλὰ καὶ ἄλλα λέγειν βουλόμενον· ὁ γὰρ φίλτατός μοι τῶν φίλων καὶ κάλλιστος, ὁ πάντας ἐν φρονήσει καὶ συνέσει καὶ λόγων ἰσχύι ὑπερβάλλων καὶ ὑπὲρ πάντα μοι περιπόθητος ἕτερον, ὁ δεῖνα, τῆς πρόσω με γραφῆς διεκώλυσε, ἀρκετὰ φάμενος τὰ πάροντα καὶ πρὸς Ἡρακλέας πολλούς. ἐγὼ δὲ χάριτας ἔχω τῇ κεχαριτω μένῃ Μητρὶ καὶ ὕμνους ταύτῃ προσκομίσω καὶ ᾄσματα τὰ εἰκότα ὅτι δυσὶν ἀνδράσι τοιούτοις με συνηρμόσατο. χαῖρέ μοι οὖν, ὦ ὁ δεῖνα, ἡ λογικὴ λύρα, ἡ καλλίφθογγος σάλπιγξ, ὁ κρατὴρ τῶν λόγων, τὸ ἀνεξάντλη τον πέλαγος· χαῖρέ μοι, ὦ μονάζων, καὶ σύ, τὸ πνευματικὸν ὄργανον, ὁ μουσικὸς τέττιξ, ὁ μὴ σιγῶν μέν ποτε, ἀπενιαυτίζων δέ πως τὸ μέλος μοι· χαίρω νυνὶ καὶ αὐτὸς ὅτι χαρᾶς ἑταίρους προξένους εὕρηκα. 38 Εἰς τὸν αὐτοῦ ἔκγονον ἔτι νήπιον ὄντα Οὐκ ὄψομαί σε ἴσως, φίλτατόν μοι βρεφύλλιον καὶ ψυχῆς ἐμῆς ἔκγονον, οὔτε ἡβάσκον, εἴ γε θεὸς βούλοιτο, οὔτε μειρακευόμενον, ἐπειδή μοι τὸ ζῆν ἐπιλείψιμον ἤδη καὶ ὁ χρόνος ἥκει φέρων τὴν τομὴν τοῦ κλωστῆρος. διὰ ταῦτά σοι προλαμβάνω τὸν λόγον καὶ χάριτάς τινας λογικὰς ταῖς σαῖς ἐμφύτοις ἀντιδίδωμι χάρισιν. ἀγνώμων δὲ ἂν εἴην καὶ πάντῃ ἀλόγιστος εἴ, σου ἀτελῶς ἔχοντος καὶ αἰσθήσεως καὶ συνέσεως, ἔπειτά μοι μόνῳ ταῦτα ἀπακριβοῦντος καὶ τῆς ἐμῆς αἰσθανομένου καὶ φωνῆς καὶ στοργῆς προσφυομένου τε περὶ τὸν τράχηλον καὶ τὴν ἐμὴν ὑποδεδυκότος ἀγκάλην καὶ ἀνεχομένου <μου> διενοχλοῦντός σε τοῖς φιλήμασιν, αὐτός σε τῆς προσ ηκούσης ἐλλείψω ἀντεισφορᾶς πλουτῶν τά τε ἄλλα καὶ τὴν τῶν λόγων φοράν. ∆ιὰ ταῦτά σοι ὥσπερ ἐγκώμιον τουτονὶ τὸν λόγον ποιοῦμαι, ἵν' ἔχοις ἀναγινώσκων ποτὲ τὴν γραφὴν