ποιότητα καὶ ἀρύεται ὅσον ἐβουλήθη ἡ ὄρεξις· εἰ δὲ διεφθορότα τὸν χυμὸν ἴδοι τοῦ ὕδατος, ταύτην μὲν ἐᾷ τὴν πηγήν, ἐφ' ἑτέραν δὲ ἄπεισι καὶ τὴν κατάλληλον διερευνᾶται τροφήν. οὕτω μεγαλοπρεπὲς τουτὶ τὸ ζῷόν ἐστιν. ἡμῖν μὲν γὰρ καὶ ὁ Μαρώνειος οἶνος ἡδύ τι δοκεῖ ὅ τε Χῖος καὶ ὁ Λέσβιος. ἀλλὰ τοῦτο μὲν ἥκιστ' ἄν τις κακίσειεν· οἱ δέ γε πολλοὶ καὶ τὸν ἐν πιθάκναις ἄρτι καθιστάμενον ἀπορροφῶσι γλευκίτην καὶ τὸν διεφθορότα ἀσπάζονται, καὶ κυπέλλοις τοῖς παρατυχοῦσιν εἶδον χρωμένους ἐνίους. ἀλλ' ἥ γε ψύλλα πίνει μὲν τοῦ ποτίμου, καταφρονεῖ δὲ τοῦ δυσ ώδους· καὶ γέγηθε μὲν τῷ εὐκράτῳ, ἀποστρέφεται δὲ τὸ διεφθορός τε καὶ σεσηπός. καὶ τὸ φλεβῶδες ὁρᾷ κύπελλον· κἂν μὲν ἴδῃ κεκαθαρμένον ὡς κάλλιστα, γέγηθέ τε τῇ ἀγλαΐᾳ καὶ τῇ χάριτι ἐγκαλλύνεται· εἰ δὲ τὸν ἀπὸ τῆς χολῆς καὶ μάλιστα τῆς μελαίνης σκίρρον ἔχει, ἀθετεῖ καὶ καταφρονεῖ, καὶ οὐκ ἄν ποτε πίοι οὐδὲ καθαροῦ αἵματος ἀπὸ διεφθορυίας φλεβός. Ἔγωγ' οὖν τῶν ἀνθρώπων ἐκείνους ἠγάπησα ὅσοι τὸ μεγαλοπρεπὲς κἀν τοῖς προχόοις κἀν τοῖς κυπέλλοις ἐτήρησαν. οἱ δέ γε χαριέστεροι καὶ φιάλας καὶ ψυκτῆρας ἡτοιμάκασιν ἑαυτοῖς· οἷα δὴ τούτοις καὶ τὰ Θηρί κλεια, ὕελος καθαρὰ τοῦ καλλίστου μετάλλου βαθεῖαν μὲν ἔχουσα τὴν κοιλότητα, προμήκη δὲ τὸν αὐχένα καὶ στενωπόν· ἀφ' οὗ τὸ πόμα διηθού μενον καθαρώτατον ἐκχεῖται καὶ χαριέστατον καὶ μάλιστα τὴν φιλότιμον ἡδῦνον ψυχήν. ἐν ἡμῖν γὰρ οἱ μὲν οὕτως, οἱ δὲ ἄλλως ἔχουσι· τὸ δὲ γένος τῆς ψύλλης ὅλον εὐγενὲς καὶ φιλότιμον καὶ μεγαλοπρεποῦς ἀνάπλεων χάριτος. καὶ οὔτε τὸν πικρὸν χυμὸν οἶδεν ἀσπάζεσθαι οὔτε τὸν ἁλυκόν, μόνῳ δὲ τῷ γλυκεῖ πρόσεισι· καὶ ἡδύνει τοῦτο ὁ κρατὴρ τοῦ γλυκέος καὶ εὐώδους αἵματος. Ὁρᾷς, ὁ φίλτατός μοι καὶ γνησιώτατος Σέργιος, πῶς τὸ δρᾶμα ἐκ κωμικῆς βωμολοχίας εἰς τραγικόν σοι πέρας συγκατηνέχθη; σὺ μὲν γὰρ ᾤου ὑπὲρ τοὺς πολλοὺς εἶναι ὅτι τὴν ψύλλαν διέφυγες κατὰ περιουσίαν ὥσπερ δυνάμεως τὰς λαβὰς ἀποδρὰς αὐτῆς. ἡ δέ σε οὐκ ἐδειλίασεν, ἀλλ' ὀσφρανθεῖσά πως ἀπεσείσατο· προσῆλθέ σου τοῖς φρεατίοις τοῦ σώματος, εἶδε μὴ κεκαθαρμένας τὰς κύλικας, εἶδε τὸ νᾶμα διεφθορός, ἔνευσε τοῦ πιεῖν, καὶ ἀπεῖρξε ταύτην ἡ ἐκεῖθεν ἀποφορά. διὰ ταῦτα ἐπέσχε τε ἑαυτὴν καὶ ἀθεράπευτον τὴν οἰκείαν εἴασεν ὄρεξιν. Καὶ πρὸς ἐμὲ τυχὸν μεταβέβηκε καὶ τοῖς κρατῆρσί μου πᾶσι συμπέφυκε, τοῖς περὶ τὸν αὐχένα, τοῖς περὶ τὴν σφαγήν, τοῖς περὶ τὴν ὀσφὺν καὶ τὴν κλεῖδα. ἐναγάλλεται ταῖς νομαῖς, περισκιρτᾷ μου τοῖς νάμασι· πάντα γὰρ χαρίτων εὑρίσκει μεστὰ καί, ἢν ἀναστομώσῃ μου φλέβα, εὐθὺς ἡδεῖαι ῥυΐσκονται χάριτες. διὰ ταῦτα οὐκ ἔχει πῶς ἂν τῷ πλήθει χρήσηται τῆς χαρᾶς. ἐφάλλεται ταῖς πλευραῖς, εὐθὺς ἐκεῖθεν ἐπὶ τὸν νῶτον μεταπηδᾷ, ἐκμυζᾷ τὴν ἰγνύν, τοῖς περὶ τὴν κερκίδα πόμασιν ἐπιγέγηθεν· οὐ γὰρ ἥδε μὲν αὐτῇ τῶν πηγῶν κατάλληλον τὴν πόσιν ἐκδίδωσιν, ἐκείνη δὲ ἀλλοιότε ρον ἀπορρεῖ νᾶμα, ἀλλ' ἐκ πασῶν ἡ χάρις ἴση προκέχυται. Τί οὖν; ἐπὶ τούτῳ με ἡ φύσις εὖ συνεκέρασεν, ἵνα γένωμαι τῇ ψύλλῃ κατάβρωμα; οὐκ ἐφίεμαι ταύτης τῆς χάριτος· τὴν τοῦ αἵματος ἡδονὴν ἀποπέμπομαι. διεφθάρθω μοι τοῦτο, καὶ ζήσομαι ἥδιστα· οὐ γάρ, εἴ τίς με κοσμήσας εὐθὺς κακακόψειεν, ἐπισκιρτήσω τῷ κόσμῳ, ἀλλ' εὐθὺς ἀποστραφήσομαι τὴν περιβολήν. Ὁμολόγησον τῷ θεῷ χάριτας, κάλλιστε Σέργιε, ὅτι σου τὸ σῶμα οὕτως ὠχύρωσεν, ὅτι σε τοῖς λῃστεύειν ἐθέλουσι ζῴοις ἀνάλωτον ἔδειξεν, ὅτι σε ἀρραγεῖ ἑρκίῳ κατησφαλίσατο· καὶ οὔτε ψύλλα πολιορκήσει, οὐ φθεὶρ λυμανεῖται, οὐ κόρεις σοι ἐπιθήσονται, ἀλλὰ πάντα φοβηθήσονταί τε καὶ δειλιάσουσι καὶ ὡς τυράννου πόρρω σου στήσονται. ἀλλὰ μὴ τὰς ὀφρῦς αἶρε· ἑλοίμην γὰρ ἂν πολλάκις ἀναλωθῆναι ὑπὸ ψυλλῶν ἢ τοῦ χρωτὸς ἀπόζειν καὶ δεδίττεσθαι τὸ ἐπίβουλον. εἴπω σοι τἀληθές; ἡ φύσις, ὡς ἄρα πρῶτον ἐβούλετο, τὰς φύσεις ἡμῶν συνεκέρασε καὶ τὴν μὲν σὴν ἴσως ἀποτρόπαιον τῇ ψύλλῃ πεποίηκε, τὴν δὲ ἐμὴν γλυκεῖαν ἐκείνῃ καὶ τρόφιμον.