τῶν πράξεων, οὐ ποιεῖς δὲ τὸν καθήκοντα τρόπον, οὐδὲ ζηλοῖς τοὺς ἀρχαίους ἐκείνους ῥήτορας, τὸν Περικλέα, τὸν Κίμωνα, τὸν ∆ημοσθένην καὶ τοὺς ἄλλους ὅσοι τὰς Ἑλληνικὰς πράξεις ἀνῄρηνται, καὶ γράφεις μὲν παρανόμων ἡμᾶς, εἰσάγεις δὲ εἰς τὸ βῆμα ἐνδείξει ἢ προβολῇ χρώμενος; καὶ ὁ δεινότατος γὰρ ἐκεῖνος Ἄνυτος Σωκράτην ἀσεβείας γραψάμενος τοῖς τῆς δημοκρατίας ἐχρήσατο ἔθεσιν, εἰσαγωγῇ, φάσει, καὶ ἔρρευσεν ἐφ' ἑκατέ ροις τὸ τῆς πολιτείας ὕδωρ καὶ λαμπρῶς ἑκάτεροι ὁ μὲν κατηγόρησεν, ὁ δὲ ἀπολελόγηται· σὺ δὲ οὐ τυραννίδων καθαίρειν τὰς πόλεις βουλόμενος, ἀλλὰ τοὺς τὰς τυραννίδας ἀναιροῦντας μισῶν κατ' ἐκείνων πρῶτον πεποίησαι τὴν γραφήν, ἵνα τὴν ἀκρόπολιν χειρωσάμενος εὔκαιρον ἔχῃς κατὰ τῶν λοιπῶν ἀφετήριον. εἶτα δή σοι καὶ τοσαύτη προσπέπτωκε φρενοβλάβεια, καὶ οὕτω σοι ὁ πρὸς τοῦτο ἐλάσας δαίμων τὰς γνώμας ἠλλοίωσεν, ὅτι μὴ καθ' ἕνα τοὺς ἀρίστους, ἀλλ' ὁμοῦ συλλαβὼν ὥσπερ τις Ζεὺς ἕτερος ἀνασπάσειν τῆς γῆς ἐπεχείρησας τῆς χρυσῆς ἐξάψας σειρᾶς ὥσπερ ἐξεπίτηδες ἀντίθετον σαυτὸν δείξας τοῖς κρείττοσιν ἀστράπτων καὶ βροντῶν ἀπὸ γῆς. καὶ οἱ μὲν τὰς τυραννίδας αἱρούμενοι οὔτε μεγάλῳ παρανομήματι κινοῦσι τὴν πολιτείαν εὐθύς, ἀλλὰ προσχρῶνται καὶ τοῖς κρείττοσι γένεσι· σὺ δὲ διασεῖσαι τὴν πόλιν ἑλόμενος ὥσπερ οἱ ἄτεχνοι τῶν ῥητόρων οὐχ ὁμαλὴν πεποίησαι τοῦ προοιμίου τὴν εἰσβολήν, ἵνα κατὰ βραχὺ τὸν λόγον αὐξήσῃς, οὐδέ τινας μὲν τῶν ἀρίστων τῷ λόγῳ διέσυρας, τοὺς δὲ ἀφῆκας, ἵνα μή σοι ὑπονοηθείη τὸ σύγγραμμα, οὐδ' ὡς ὁ ∆αρεῖος ἤλασας καὶ δι' ἀμφοτέρων, οὐδ' ὅσον ἐν νυκτομαχίᾳ τοῖς ἐχθροῖς τοὺς φίλους ἴσως κατέσφαξας, ἀλλ' ὥσπερ οἱ ἀριθμητικοὶ τὸ ταὐτὸν ἀπὸ τοῦ θατέρου διακρίνειν αἱρούμενοι ἀμιγεῖς τὰς διακρίσεις ποιοῦνται, οὕτω δὴ καὶ σὺ οὐδένα τῶν τῆς ἐναντίας ἡμῖν παρέμιξας ἕξεως, ἀλλ' ἐξελὼν τῶν ἄλλων κατὰ πάντων ἡμᾶς ἐστεφάνωσας. οὕτω γοῦν καὶ ὁ Σωφρονίσκου πλέον ἔσχεν Ἀντισθένους καὶ Ἐπιγένους καὶ Κέβητος μόνος τὴν γραφὴν ὑποστὰς καὶ τοῦ φαρμάκου πιών. εἶτα δὴ ὥσπερ ἐπὶ ζυγοῦ ἐπὶ τῆς κρείττονος ἡμᾶς πλάστιγγος θεὶς σαυτὸν ἐπὶ τῆς ἑτέρας ἀφῆκας. Ἐρήσομαι δέ σε καὶ αὖθις· πότερον ἐπαινεῖς σαυτὸν τὸ δρᾶμα πεποιηκὼς καὶ σεμνύνῃ τῷ πράγματι ἢ καὶ μετὰ τῶν ἐχθίστων τάττῃ τῆς πόλεως; εἰ μὲν οὖν τὸ πρῶτον, ἐπίδειξαι σαυτὸν τοῖς ὑπὲρ ὧν πεπολίτευσαι, τύχε τῆς ἀναρρήσεως, παρὰ τοῦ δήμου κηρύχθητι· εἰ δὲ πᾶσιν ἔχθιστος εἶ, τοῦτό σοι πρὸ τῶν ἄλλων καλῶς μεμηχάνηται τὸ μηδενὶ τῶν ἁπάντων ἐγνῶσθαι ὥσπερ ἡ ἐμμύθιος ψάμμος. εἰ δὲ μηδὲ τοῦτο ἴσως καθαρῶς ἐπορίσω, ἀλλά τις σὲ Λυγγεὺς ὑψόθεν ἑώρακε, δύο γοῦν σοι τὰ πρῶτα ἡμάρτηται, αὐτό τε τὸ τῆς διαβολῆς εἶδος καὶ ὁ τρόπος τοῦ πονηρεύματος· ἐκεῖνό τε γὰρ ἠσέβηταί σοι καὶ τοῦτο οὐ διηκρίβωται. ἀλλὰ μῶμον ἑτέροις προσεπάγειν ἐπιχειρήσας σαυτῷ βασκανίαν προσετρίψω καὶ ἀτεχνίαν ἡμῖν τε φθονήσας καὶ μηδὲ σαυτῷ τὴν ὁδὸν ἐξομαλίσας τῆς ἐπὶ τὸ χεῖρον κινήσεως. ἀλλὰ τὴν μὲν χεῖρα μεταποιεῖν ἔγνωκας, οὐδὲν δὲ ἧττον καὶ τὴν τῆς γλώττης μεταβάλλειν περιβολήν, ἐφευρεῖν δὲ τὸ δέον, ἵν' οὕτως εἴπω, τοῦ κακουργήματος παντάπασιν ἀνόητος εἶ. ἀλλά σοι τὸ σοφὸν βούλευμα εἰς τὸ ἄτεχνον περιέστηκε καὶ κατὰ τῶν κρειττόνων τὴν γλῶτταν ἀφεὶς καὶ μηδένα τῶν τῆς ἑτέρας καταμίξας ἡμῖν ἕξεως ὑπὲρ ἡμῶν τὸν λόγον πεποίησαι. ὅθεν καὶ τοὺς λοιπούς, ὅσοι καθ' ἡμᾶς βεβιώκασιν, ἀμφιβόλους ἀφῆκας. καὶ οὐχ ἡμεῖς ἐξαιρεθῆναί σου τῆς γλώττης ζητοῦμεν ἢ ἐκεῖνοι παρεμβεβλῆσθαι τῇ κωμῳδίᾳ. ἐπεὶ καὶ Σωκράτης ἡδέως ταῖς Ἀριστοφάνους Νεφέλαις ἐνέτυχε καὶ οὐκ ἠγανάκτησε τῷ καλῷ ἐκείνῳ διασυρόμενος δράματι, ἀλλ' ἐσεμνύνετο ὅτι Ἀριστοφάνης αὐτοῦ κατηγορεῖ ἄνθρωπος πρὸς φιλοσοφίαν ἀντίθετος. ἀλλ' ἐκεῖ μὲν δρᾶμα λαμπρὸν καὶ περιττὴ ἡ σκηνὴ καὶ ὁ Ἀριστοφάνους λόγος ἐπαγωγὸς καὶ ἡ μίμησις εὔπλαστος καὶ πολὺς ὁ χορὸς καὶ ἡ τοῦ