27 Ἐγκώμιον εἰς τὴν ψύλλαν Τὸν κώνωπα φασὶν ὡς ἐλέφαντα. καὶ ἵνα γε καθ' ὁδὸν ἡμῖν ὁ λόγος προΐῃ, τῇ ψύλλῃ ὡς παρδάλει ἐπιχειρήσωμεν. οὐ γὰρ ἐπειδὴ κατὰ τὸν σωματικὸν ὄγκον ἠλάττωται διὰ ταῦτα καὶ τῆς ἐν τοῖς κρατίστοις δυνάμεως ἀπεστέρηται· ἡ γάρ τοι φύσις ἐναλλάττειν οἶδεν ἐπ' ἐνίων τοῖς τῶν ζῴων μεγέθεσι τὰς συμφύτους δυνάμεις, καὶ ᾧ μὲν τὸν ὄγκον ἠλάττω σε τὸν τόνον σαφῶς ἐμεγέθυνεν, ᾧ δὲ σαρκῶν περιουσίαν προσέπλασε τὴν ἰσχὺν τούτῳ ἐσμίκρυνε. δηλοῦσι δὲ τοῦτο καὶ οἱ πρῶτοι τῶν μάλιστα φιλοσοφησάντων· τὸ γὰρ εἰς ὄγκον προβὰν ἐλαττοῦσι κατὰ τὴν δύναμιν, ὥσπερ τὸ εἰς ἑαυτὸ συστραφὲν εὐτονώτερον ἀπεργάζονται. οὐ τοίνυν σοφιστικόν τι πρᾶγμα ποιοῦμεν εὐφημίας ὑπόθεσιν τὴν ψύλλαν ποιούμε νοι, ὥσπερ οἱ τοὺς βομβυλίους ἢ τοὺς ἅλας ἐπαινεῖν προελόμενοι, ἀλλὰ ῥητορικόν τε καὶ τεχνικὸν περὶ μεγάλων τε λέγειν προθέμενοι καὶ τοὺς λόγους ταῖς ὑποθέσεσιν ἴσους ποιούμενοι. Τοῦτο τοίνυν πρῶτον περὶ τοῦ ζῴου κάλλιστον εἰπεῖν ἔχομεν ὅτι, ὥσπερ τὰ εὐωδέστερα τῶν φυτῶν (ῥόδα φημὶ καὶ ὑακίνθους καὶ μυρρίνας), συνανατέλλει τῷ ἔαρι, τῶν ὡρῶν τὴν καλλίστην ἀπολεξάμενον. γεννᾶται δὲ οὐκ ἐξ ἑτέρας οὐσίας, ὥσπερ σκνίπες καὶ κηροδύται καὶ κώνωπες καὶ τἆλλα, ὧν τὰ μὲν τῆς ἰλύος, τὰ δὲ τῆς τῶν κεκμηκότων ἀπογεννᾶται σήψεως, ἀλλὰ πρὸς ἑαυτὸ τὸ γένος χωρεῖ καὶ τὸ γεννῆσαν ἐν τούτοις καὶ τὸ γεννώμενον πέφυκε· τὸ μὲν γὰρ ἀπελήλυθε τὸ σπέρμα καταλιπόν, τὸ δ' ἐκεῖθεν φύεται. εἰσὶ γὰρ καὶ παρὰ τούτοις, ὥσπερ τινὲς ἱστορήκασι, σπερματικοὶ πόροι καὶ φύσις ζωογόνος καὶ δύναμις· καὶ τὴν ὀχείαν ἡ θήλεια φέρει τοῦ ἄρρενος, καὶ σωμάτων ἀποιχομένων οὐ συναπόλωλεν ὁ τῆς γονῆς λόγος, ἀλλὰ τοῖς καθήκουσι μέρεσι τοῦ παντὸς ζῳογονεῖται καὶ φαίνεται. Καὶ ὥσπερ τοῖς ἄλλοις τῶν μεγίστων καὶ θαυμαζομένων οὐσιῶν συμβάλλεταί τι λοξούμενος ὁ ἥλιος καὶ τρεπόμενος, οὕτω δή τι καὶ τὸ γένος τοῦτο οὐσιοῦν εἴωθε πρὸς τὴν ἰσημερίαν εὐθὺς καθιστάμενος. ὁμοῦ τε γὰρ ἐκεῖνος τοῦ ἰσημερινοῦ σημείου κινούμενος ἥψατο, καὶ τὸ ζῷον κατὰ σύνθημα μορφωθὲν ὁμοῦ καὶ ζωωθὲν ἥλατο, ἐπὶ τῷ δεσπότῃ σκιρτῆσαν ἡλίῳ καὶ τῆς ἑαυτοῦ ζωῆς αἰτίῳ τε καὶ κοσμήτορι· συγχορεύει γοῦν ἀτεχνῶς ἐκείνῳ καὶ οἷον ἐπιγαννύμενον τῷ γεννήτορι σκιρτᾷ τε καὶ ἐφάλλεται, τῇ ὥρᾳ ἐνεαρίζον καὶ λαμπρυνόμενον. ὥσπερ οὖν οἱ πάλαι σοφοὶ τὰ συντρεπόμενα τῶν ζῴων ταῖς τῆς σελήνης αὐξήσεσι καὶ μειώσεσι σεληνιακὰ κατωνόμασαν, οὕτω δὴ καὶ τοῦτο θῶμεν ἡμεῖς ζῷον ἡλιακόν. Μία μὲν γὰρ τῶν πάντων ἀρχή, τὸ ἀπόρρητον ὅ τι ποτέ ἐστιν ἐκεῖνο καὶ ἀνονόμαστον· ἀλλὰ τοῦτο πόρρω καὶ τῆς ἑαυτοῦ ἑνότητος ἀνεκφοίτη τον, ὅσα δὲ μετ' ἐκεῖνο ὑφέστηκεν ἕτερα ἑτέροις οὐσιῶν καθέστηκεν ἀρχηγά. καὶ τὰ μὲν δι' ἔτους, τὰ δὲ ταῖς καθέκαστα τῶν ὡρῶν ἀποτίκτε ται, ταῦτα χειμῶνος, ἐκεῖνα θέρους, τοῖς δὲ ἀρχὴ ζωῆς τὸ μετόπωρον· ἡ δὲ τῶν ὡρῶν χαριεστάτη, τὸ ἔαρ, τὴν ψύλλαν γεννᾷ, ἡ δυναμικωτέρα τὸ εὐτονώτερον. κατὰ ταύτην γὰρ ὁ ἥλιος βορειότερός τε καὶ λαμπρότερος γίνεται καὶ ἀντικαθίστησι τὸ μέτρον τῆς ἡμέρας τῷ τῆς νυκτός, καὶ πρὸς ὠδῖνας ἡ γῆ τῶν οἰκείων γεννημάτων χωρεῖ. καὶ τὸ μὲν ῥόδον τῶν οἰκείων καλύκων ὑπανατέλλει, τὸ δὲ κρίνον σχίζεται ταῖς ἀκτῖσι καὶ ὑπεμφαίνει καὶ τὸ φαινόμενον κάλλος καὶ τὸ κρυπτόμενον· ἐφ' οἷς καὶ ἡ ψύλλα ὥσπερ αὐτόματος ὀπώρα τῆς γῆς καρπογονεῖται καὶ ἀναδίδοται. Ἀλλ' ἰδεῖν μέν ἐστιν οὐ πάνυ τι χαριέστατον· οὐ γὰρ αἰσθητοῖς κομᾷ κάλλεσι καὶ τῶν ὀφθαλμῶν καταφρονοῦν ἀναφέρει τὴν ἰσχὺν πρὸς τὸν νοῦν. καὶ τὸν κύκλον τοῦ ζῳάρχου μεμίμηται, ἐν ὀλίγῳ τῷ εἴδει οὐ μετρίαν ἔχον τὴν δύναμιν. δείκνυσι δὲ καὶ τῷ χρώματι