λυποῦν. ∆ύο γοῦν τῶν ἁπάντων δεσπότας ἑαυτῷ προεστήσατο, τὸν μὲν ἥλιον τῆς γενέσεως, τὸν δὲ ἄνθρωπον τῆς αὐξήσεως· ἐκεῖθεν μὲν γὰρ εἰς τὸ εἶναι ἐλήλυθεν, ἐντεῦθεν δὲ κεχώρηκεν εἰς ἀκμήν. τῶν γὰρ ἄλλων ζῴων τὰ μὲν ἰλὺν νέμεται, τὰ δὲ τῶν σωμάτων τὰ σεσηπότα· ἡ δέ γε ψύλλα κατεψυγμέ νοις μὲν οὐδαμοῦ πρόσεισι σώμασιν οὐδὲ τὸ τεθολωμένον ἀσπάζεται τῶν τροφῶν, ἀλλ' ὥσπερ αἱ βδέλλαι τὸ ἡμεδαπὸν ἐκμυζᾷ αἷμα καὶ ἄμισθος γίνεται ἰατρός. Γεννᾶται μὲν οὖν, ὥσπερ μοι εἴρηται, μετὰ τῆς συμπάσης ῥοδωνιᾶς, ἀκμάζει δὲ μετὰ τεττίγων καὶ ὅσα θέρους τὸν ἄνθρωπον καταυλεῖ, οἴχεται δὲ χειμῶνος, καὶ πάλιν κατὰ κύκλον συμπρόεισι τῷ παντὶ καὶ συνανατέλλει τῷ ἔαρι καὶ συναυξάνει τῷ τοῦ ἡλίου φωτί· ὅθεν γὰρ ἔχει τὴν γένεσιν, ἐκείνου παροιχομένου φυσικοῖς λόγοις εἰς τὸ μὴ εἶναι αὖθις ἐπαναλύεται. 28 Ἐγκώμιον εἰς τὴν φθεῖρα Ἀλλ' ἡ φθεὶρ ἴσως τῇ ψύλλῃ τῆς εὐφημίας ἐπιβασκήνειεν. εἰσὶ μὲν γὰρ ἄμφω τὰ ζῷα διῃρημένα τοῖς γένεσιν, ἡμεῖς δὲ ταῦτα κατὰ συζυγίαν προφέρομεν, τὸ μὲν ἀρρενοῦντες ὥσπερ, τὸ δὲ θηλύνοντες· εἰσὶ δὲ ὅμως τῶν ἐπικοίνων. πολλοὶ μὲν οὖν καὶ μεγάλοι λόγοι ἐπὶ θατέρῳ μέρει ἐλέχθησαν (ἰσημερίας τε γὰρ τόκον τὴν ψύλλαν ἐδείξαμεν καὶ δορυφόρον τῆς ἡλιακῆς αὐξήσεως καὶ θεράπαιναν), οὐδὲν δὲ ἔλαττον καὶ ἐπὶ θατέρῳ μέρει συσκευασόμεθα τὸ ἐγκώμιον· καὶ ἵνα γε καθ' ὁδὸν ἡμῖν ὁ λόγος χωρήσῃ, τῇ γενέσει ταύτης φιλοχωρήσωμεν. Τὴν μὲν οὖν ψύλλαν ἀλληλοτόκον ἡρμηνεύσαμέν τε καὶ ἀπεδείξαμεν καὶ τὸ εἶδος τῆς οἰκείας μὴ ἀφιεῖσαν γονῆς, καὶ ἔπαινον ἐπὶ τῷ πράγματι συνεθήκαμεν· ἡ δὲ φθεὶρ ἄλλον τε τρόπον γεννᾶται καὶ τοῦ κατὰ τὴν ψύλλαν θαυμασιώτερον, γονῆς γὰρ αὐτῇ μὴ ὑπούσης μηδὲ ὑλικοῦ σπέρματος ἀποκειμένου αὐτόματον ὥσπερ ἔχει τὴν γένεσιν. Θαυμάζομεν δὲ τῶν συνήθων μᾶλλον τὰ σπάνια· κἂν τὰ μὲν μείζονα ᾖ, τὰ δὲ ἐλάττονα, ἐπὶ τοῖς ἐλάττοσιν ἐκπληττόμεθα. ἡλίου μέντοι οὐδὲν θαυμασιώτερον οὐδὲ δημοσιώτερον πέφυκεν, ἀλλὰ τὸν κομήτην ἰδόντες μᾶλλον ἀπεθαυμάσαμεν. οὕτω δή τι καὶ τὴν δρεπανίδα τῆς χελιδόνος μᾶλλον ἀγάμεθα, καὶ τὸν πτερωτὸν μύρμηκα τοῦ ἐλέφαντος. ἔνθεν τοι καὶ τὸ ἀσύνηθες τῆς γονῆς τοῦ συνήθους θαυμασιώτερον. ἄνθρωπος μὲν γὰρ ἐξ ἀνθρώπου φύεται καὶ τὸ πρᾶγμα οἶδεν ἡ φύσις καὶ οὐκ ἐκπλήττει τὸ γινόμενον τὴν διάνοιαν· φθεὶρ δέ, ὅσον ἐπὶ ταῖς σπερματικαῖς καταβο λαῖς, ἀπὸ τοῦ μηδενὸς φύεται. ὑπερβολὴ δὲ τοῦτο ἐκπλήξεως· τὸ γὰρ ἀπὸ τοῦ μηδενός τι φῦναι, ὡς ἀδύνατον παρὰ τοῖς φυσικοῖς νοούμενόν τε καὶ λεγόμενον, ἡ φθεὶρ τοῦτο τὸ δόγμα καινοτομεῖ, ἐξ οὐδενὸς γένους κυϊσκομένη ἀλλ' αὐτὴ καθ' ἑαυτὴν ἀνατέλλουσα. Ἐπειδὴ δὲ πολλαχῶς τό τε ὂν καὶ τὸ μὴ ὂν τοῖς φιλοσόφοις σημαίνεται, οὐ πᾶσαν αὐτῇ ὕλην πρὸς γένεσιν ἀφαιρήσομεν, ἀλλὰ τὸ μέν τι δώσομεν, τὸ δὲ ὑφαιρήσομεν. ὑφῃρήκαμεν οὖν αὐτῇ τὴν ἀλληλοῦχον τῆς ὑποστάσεως γένεσιν, ἑτερογενῆ δὲ ὕλην διδόαμεν ἀφ' ἧς τὴν ὕπαρξιν εἴληχεν. ὄνοι μὲν οὖν σηπόμενοι κανθάρους ἀπογεννῶσι καὶ ἵπποι σφῆκας καὶ ταῦροι μελίσσας καὶ ὕδωρ διαφθαρὲν κώνωπας· τὴν δέ γε φθεῖρα (ὢ τοῦ καινοῦ λόγου) ζῷον τὸ κάλλιστον οἶδε γεννᾶν, οὐ φθειρόμενον, οὐ σηπόμενον, ἀλλ' ἔμψυχον ὄν τε καὶ ζώπυρον· τῆς γὰρ τοῦ ἀνθρώπου ἀποφύεται κεφαλῆς. τῶν γάρ τοι τροφῶν ταῖς φυσικαῖς ἡμῶν ἀλλοιουμένων δυνάμεσι τὸ μέν τι τῷ σπληνί, τὸ δὲ ταῖς κύστεσιν ἀποτίθεται, ἕτερον δὲ πρὸς τὰς τοῦ ἥπατος ἄνεισι πύλας, τὸ δ' ὅσον ἐν τῇ γαστρὶ θερμαινόμενόν τε καὶ ἀλλοιούμενον εἰς ἀτμίδας διαλύεσθαι πέφυκεν. ἡ δὲ ἀποφορὰ αὕτη κούφη τε καὶ ἐλαφροτάτη καθέστηκε καὶ ὡς πρὸς οὐρανὸν τὴν κεφαλὴν ἄνεισιν. ἵνα δὲ μὴ ἐμφιλοχωροῦσα κάρους καὶ