μυστήρια, ἐκεῖ δὲ τὴν τῆς γεωμετρίας ἰσότητα ἐδιδάσκοντο, καὶ φιλοσο φεῖν μὲν δεῆσαν ἐπ' Αἴγυπτον ᾔεσαν, ἀστρονομεῖν δὲ προῃρημένοι τὴν Χαλδαίων διηρευνῶντο· καὶ τῶν πατρίδων ἡ ἀλλοτρία μᾶλλον αὐτοῖς σεμνοτέρα ἐδείκνυτο καὶ πρὸς τὰς τῶν λόγων δυνάμεις ἢ ἀδυναμίας τὰς οἰκειώσεις ἢ ἀλλοτριώσεις ἐτίθεντο. τοῖς δὲ οὐδὲ λόγου εἵνεκα αἱ ἀποδημίαι γεγόνασιν, ἀλλ' ἵνα τὴν φύσιν θεάσωνται ἀπόρρητόν τι ποιοῦσαν ἢ ἐν Σικελίᾳ ἢ περὶ τὴν Αἴγυπτον, ἐκεῖ μὲν τὸ πῦρ κάτωθεν ἀναφέρουσαν, ἐνταῦθα δὲ τὸν Νεῖλον ὑψοῦσαν καὶ τὴν χώραν κατάρδουσαν. καὶ τῶν μὲν συνήθων θεαμάτων ἢ μαθημάτων ἧττον ἐφρόντιζον, τῶν δὲ περιττο τέρων καὶ ἀπορρήτων μᾶλλον ἱμείροντο· ὅθεν οἵ γε τελεώτεροι τῶν ἀποδείξεων ἀμελήσαντες αὐτόπται τῶν συμπεραινομένων γεγονέναι πολλοῖς φροντίσμασιν ἐπεχείρησαν. Ἀλλ' ἐκείνοις μὲν ἐπὶ τὸν τῆς γῆς ὀμφαλὸν ἀπὸ τῶν ἀκροτάτων μερῶν τὸ προσιέναι καὶ συνιέναι διεσπουδάζετο, ὑμῖν δὲ τὸ τῆς Βυζαντίδος μεσαίτατον ὥσπερ αἰθήρ τις ἄλλος δοκεῖ πρὸς τὴν ἄνοδον ἀκατάληπτος. διὰ ταῦτα καὶ πύκνωσις ἀέρος ἀπείργει καὶ νέφους ὑποδρομὴ καὶ ἀκτὶς ἡλίου φλογωδεστέρα. τί δὲ μὴ καὶ τοὺς λίθους αἰτιᾶσθε τοὺς ἐν ποσί; καὶ τοὺς μὲν πεζοὺς οἱ ἐπὶ τῶν ἵππων, ἐκεῖνοι δὲ τούτους; ὀχλεῖσθε γὰρ ὑπ' ἀλλήλων, οἱ μὲν ὅτι συμπατεῖσθε τοῖς ἵπποις, οἱ δὲ ὅτι τῷ πλήθει πιέζεσθε. θαυμάζω δὲ ὅπως οὐχὶ καὶ οἱ ὑπὲρ κεφαλῆς ὑμῶν οὗτοι στρουθοὶ ὄχλον ἐμποιοῦσιν ὑμῖν καὶ τοῦ μανθάνειν ἀπείργουσι, καὶ μάλιστα ὅταν οἱ τὰ μεσημβρινὰ λειτουργοῦντες τέττιγες τὸν ἀέρα περιηχήσωσι καὶ πᾶσαν ἀκοὴν καταυλήσωσι. Πρὸς οἷον δὲ ὑετὸν ἐκπεφόβησθε; ἡνίκα θέρους ἀρχὴ καὶ τὸ κατηφὲς τοῦ ἀέρος τῇ τοῦ φωστῆρος λαμπρότητι διαλύεται καὶ οὐδαμοῦ νεφῶν σύστασις οὐδὲ σύρρηξις, ἀλλὰ τῆς αὐτῆς ὥρας συννεφὴς οὐρανὸς καὶ ἀνέφελος, καὶ μᾶλλον τὸν ὑετὸν ἀσπαζόμεθα διὰ τὴν πρὸς τὸ ἐναντίον συνήθειαν. εἰ δὲ ἐπ' ἀσπίδος ἑστήκατε, ἆρ' ἂν διέλυεν ὑμῖν τὸν συν ασπισμὸν μεταβαλὼν ὁ ἀήρ; «ἦ τοῦτο ἧττον δεινόν· οὐ γὰρ πόλεμος», ἐρεῖ τις, «ἐνθάδε.» πόλεμος μὲν οὐδαμῶς, ὦ λῷστε, ψυχῆς δὲ τελείωσις καὶ ἀναγωγὴ καὶ πρὸς τὸ πρῶτον ἀγαθὸν ἄνοδος ἢ ἐπάνοδος. Ἐγὼ δὲ ᾤμην ὑμᾶς καὶ διὰ μέσου πυρὸς ἀπαντᾶν, εἴ τι δεδύνησθε, πρὸς ἡμᾶς, ὑμεῖς δὲ οὐ λανθάνετε ἄρα ἔλαττον τῶν ἐμῶν λόγων φροντίζοντες. τὸ δὲ αἴτιον ὅτι ἕτοιμός εἰμι πρὸς τὰς ἐρωτήσεις ὑμῶν, καὶ πάσης μὲν τέχνης, πάσης δὲ ἐπιστήμης πύλας ἀνέῳξα, καὶ τὸ πρόχειρον τῆς μαθήσεως ἕτοιμον ὑμῖν εἰς καταφρόνησιν γέγονεν. ἂν δ' ἐπιζυγώσω τὰς θύρας συρρέουσιν, ἂν ἐφέξω τὰς ἀποκρίσεις, τότε ὑμῖν περισπούδαστος ὁ λόγος γενήσεται. ἀλλ' οὐδαμῶς ἐγὼ τὴν ὑμετέραν γνώμην μιμήσομαι, οὐδὲ ταλαντεύσω τὸν λόγον πρὸς τὰς ὑμετέρας προθυμίας καὶ ἀμελείας· ἀλλ' ἐμοὶ μὲν τὸ ῥεῦμα τοῦ λόγου ἴσον ῥεύσει καὶ ἄφθονον, ὑμῶν δὲ οἱ μὴ νῦν ἀρυόμενοι ἐπιλείποντος ἴσως τοῦ χεύματος εἰς τὸν ἅπαντα χρόνον διψήσουσιν. 22 Ἐμβραδυνάντων τῶν μαθητῶν τῇ τῆς σχολῆς ξυνελεύσει Οὐδὲν καινὸν ποιεῖτε οἵ τε δοκοῦντες ὑμεῖς φιλοσοφεῖν καὶ οἱ πρὸς τὸν τῆς ῥητορείας δρόμον τὴν γλῶτταν ἰθύνοντες, ἀλλὰ τοῖς ἐξ ἀρχῆς κρατή σασιν ἐν ὑμῖν νόμοις στοιχεῖτε· οἷς δὴ καὶ μέχρι παντὸς ἑπόμενοι τοιοῦτοι φαίνεσθε καὶ φανήσεσθε, οἵους ἀποτελεῖν ἐκεῖνοι εἰώθασιν. ἐγὼ δὲ ὁ μάταιος ᾤμην καινοτομήσειν τι παρ' ὑμᾶς καὶ μεταποιήσειν τι τοῦ κρατήσαντος ἔθους, νῦν μὲν λέξεσί τισι θηρώσαις τοὺς ἀκροατάς, νῦν δὲ ἐννοίαις τὸν νοῦν ὑμῶν ἀναγούσαις καὶ πρὸς θεῖόν τι κάλλος ἐπαναγού σαις· ἀλλ' ὑμεῖς γε ἄθελκτοι πρὸς ἄμφω τυγχάνετε καὶ ἀνέραστοι. καὶ τὸ τῆς ῥητορείας καὶ τὸ τῆς φιλοσοφίας ὄνομα ὥσπερ τι φώριον ἔχετε, ἄλλοις μὲν προσῆκον,