βαρύτερόν τι κακὸν καὶ ἀνιαρότερον. ὡς λίαν δὲ θυμῆρες τούτοις καὶ τὸ κλητώριον. ὥσπερ γὰρ ἐν στενῷ τινι χωρίῳ καὶ μή τινα διέξοδον ἔχοντι συγκλειόμενοί πως καὶ συσφιγγόμενοι πιέζουσί πως ἀλλήλους καὶ καταθλίβουσιν ἐπὶ πλευραῖς κείμενοι, ὥστε καὶ τὰ δάκρυα ἀκουσίως τῶν ὀφθαλμῶν ἀκοντίζεσθαι καὶ τὸν σίελον ἐκπίπτειν τοῦ στόματος καί, ἵνα τὸ δυσφημότερον εἴπω, καὶ τῆς πυγῆς τὸ ἀφόδευμα· ἐντεῦθεν ἧπαρ τούτοις συνθλίβεται καὶ σπλὴν συγκέκλασται καὶ ἡ καρδία συμπέπνικται καὶ ἡ κεφαλὴ ἰλίγγου καὶ δίνης πληροῦται καὶ τὸ ἆσθμα ἐπιλεῖπον πνιγηρὰν αὐτοῖς ποιεῖ τὴν ἀναφοράν. ἀλλ' εὐφραίνουσι τὰ παρατιθέμενα, εἴποι τις ἂν ἴσως· ἀλλὰ βαβαί, μὴ εἴπῃς, μὴ γρύξῃς, μήτε τῶν ἰχώρων τοῦ Ἰὼβ ἀναμνήσῃς, μηδὲ τῶν ἐν ᾅδου νεκρῶν· ἀποπνιγήσομαι γὰρ καὶ μόναις ταῖς ἀναμνήσεσιν. εἰ οὖν οὕτω τὰ πρὸς τέρψιν ἡμῖν μεμηχανημένα βαρύτερα πάσης κολάσεως, τὰ λυπηρὰ ἐν τεῦθεν εἰκάσειας ὁ βουλόμενος. 12 δε ινῃιδια ετ αεμυλατιονε α σεξρετις Ἔοικεν ἡ περὶ ἑαυτὸν ἑκάστου φιλοτιμία καὶ τὸ φίλαυτον μεγάλων ἀρχὴ κακῶν γίνεσθαι· τοῦτο δὲ πολλοῖς μὲν καὶ ἄλλοις παραδείγμασιν ἱκανῶς ἀποδέδεικται, οὐχ ἥκιστα δὲ ταῖς τῶν ἀσηκρῆτις περὶ ἑαυτοὺς οἰήσεσι καὶ φαντασίαις ἀλόγοις. οὐ γὰρ ὡς πρός τινα κανόνα τὸ δίκαιον ἀποβλέποντες ἐντεῦθεν τὸ διανεμητικὸν ὡρίσαντό τε καὶ ἐτυπώσαντο, ἀλλά, μέγα τι περὶ ἑαυτοὺς φαντασθέντες, οὐκ ἴσῃ φαντασίᾳ, ἀλλ' ἔκαστος τὸν πλησίον ὑπερβεβηκέναι φιλονεικῶν τῆς πλείονος διανεμήσεως ὡς αὐτῷ ἁρμοζούσης ἀντείχετο· καὶ ὁ μὲν τὴν περὶ τὸ γράφειν ὀξύτητα προβαλλόμενος ἐντεῦθεν τὸ ἰσχυρὸν ἔχειν ᾤετο, ὁ δὲ τὸ περὶ τὴν γνῶσιν ὑπερέχον προτεινόμενος τῷ κατ' ἄλλό τι κρείττονι τῶν πρωτείων ἀμ φισβητεῖν ἔσπευδε, καὶ ὁ μὲν ῥώμην σώματος καὶ τὸ περὶ πάλην προΐσχετο ἐπιδέξιον, ὁ δὲ τὴν εὐστροφίαν τῆς γλώττης, ὁ δὲ τὸ βωμολοχικόν τε καὶ ἀγοραῖον, οἷος ὁ Σαμοσατεὺς Παῦλος, ὁ δὲ τὸ κατὰ χρόνον πρεσβύτερον (οὐκ εἰδώς, ὁ τάλας, ὡς τὰ ἐν ὕλῃ θηρία πολὺ τῶν ἐκεῖσε μοναζόντων πρεσβύτερα καὶ οὐ διὰ τοῦτο καὶ τιμιώτερα), καὶ ἄλλος ἄλλο ψυχῆς ἢ σώματος προβαλλόμενος πλεονέκτημα ἐντεῦθεν τὸν κατὰ πάντων ἀναδήσασθαι ἐβούλετο στέφανον. πολλοὶ δὲ καὶ προτερημάτων ἀποροῦντες ἀπὸ τῆς ἐναντίας ἕξεως τὸ νῖκος ὑπενοσφίζοντο οἷον πολυπραγμοσύνης πραγμάτων καὶ τῆς περὶ τὴν γλῶτταν λέσχης. Κἀντεῦθεν πῦρ ἔριδος ἀνήφθη πολὺ καὶ μάχη τις ἀδιάκριτος· καὶ ὁ καταλλάττων οὐκ ἦν, οὐχ ὁ Φασουλᾶς γέρων, οὐχ ὁ παλαιότερος Ἀχυρᾶς, οἷς ἐκ χρόνου διαλλακταῖς καὶ μεσίταις εἶναι ἀποκεκλήρωται, ἀλλὰ τὸ τῶν φρενῶν ἐλλεῖπον τὰ ἐκ τοῦ χρόνου πρεσβεῖα ἀνέκοπτε καὶ τοῖς λοιποῖς, καὶ οὗτοι παραπλησίως ἀντήριζον. τί οὖν τὰ ἐντεῦθεν; ὕβρις κατ' ἀλ λήλων, κρυπτῶν πραγμάτων δημοσίευσις καὶ φανέρωσις· οὐ νεότης, οὐ πολιά, οὐχ ὁ κατὰ σύνεσιν ὑπερέχων, οὐχ ὁ κατὰ γνῶσιν ὑπερβαλλόμενος τῶν ὕβρεων ἀπηλλάττοντο, ἀλλὰ πάντες ἐπίσης ὀνειδισμοῖς καὶ λοιδορίαις ἐπλύνοντο. ὁ μέν τις εἶπε τὸν σύντροφον ἀνόητον γέροντα· λαβὼν ἐκεῖνος τὴν ὕβριν ἐδιπλασίασε καὶ τὸ κακόηθες καὶ πολύπραγμον προσεπηύξησε, κακοηθέστατον καὶ πολυπραγμονέστατον τὸν ὑβρικότα καλέσας· οὗτος τὸν λόγον αἰσχίστοις ἐδεξιώσατο πράγμασι, χεῖρα σιδηροφόρον κατὰ τοῦ φίλου ἀνατείνας ὁ ἄθλιος καὶ πυγμῇ παίσας καὶ λὰξ κατὰ τοῦ κενεῶνος λίαν αὐθαδῶς ἐναλλόμενος. πάντων γὰρ ἐπίσης μανέντων καὶ μηδενὸς φρενήρους εὑρισκομένου, πάντα φύρδην συνεχεῖτο καὶ διεφθείρετο. Τούτων οὕτω γινομένων ὁ χρηστὸς οὐκ ἦν, ἀλλὰ μάτην ἕκαστος φίλερις καὶ φιλόνεικος ἦν· οὐ γὰρ