παροράσεις, καὶ τἆλλα ὧν οἱ τραγικοὶ δαίμονες χορηγοί· ἄφθονα γὰρ πάντα ὥσπερ ἀπό τινος πηγῆς τῶν κακῶν ἀποστάζοντα. οὐκ ἔστιν ἀνάνευσις ἐν ἡμῖν, οὐκ ἀπαλλαγὴ τῶν κακῶν, ἀλλ' ὁσημέραι προστίθεται ταῦτα καὶ ἐπαυξάνει καὶ πληθύνει τῆς ἀθυμίας ἡ θάλασσα ὥσπερ ποταμῶν εἰσβαλλόντων καὶ πλημμυρούντων αὐτῇ. καὶ μέχρι μέν τινος φορητὸν ἡμῖν ἐδόκει τὸ πρᾶγμα τῇ τῶν προεστώτων κακίᾳ λογιζομένοις τὸ πᾶν, ὡς μηδὲ τῶν ἄλλων ἀπηλλαγμένοις πάντῃ τῶν συμφορῶν, καί τις ἐλπὶς ὑπέθαλπέ πως ἡμᾶς καὶ ἀνεζωπύρει καὶ τὸ πολὺ τῆς ἀθυμίας βάρος ὑπεκούφιζέ τε καὶ ἀπεκρούετο, νῦν δὲ καὶ τὸ τῆς ἐλπίδος ἀπῆλθε φάρμακον καὶ ἐς τὸ ἄπορον τὰ τῆς συμφορᾶς περιγέγονε, τοῦ κρατοῦντος ἄνακτος ποταμοῦ δίκην πλημμυροῦντος τὰς χάριτας καὶ πᾶσιν ἐπιρρέοντος ἀφθονώ τατα, ἡμῖν δὲ οὐδὲ κατὰ στράγγα ψεκάζοντος. Τί μοι Προμηθεὺς κολαζόμενος ἢ Τάνταλος τὸν ὑπὲρ κεφαλῆς λίθον φοβούμενος ἢ ἐν μέσῃ πηγῇ στερούμενος τοῦ ποτοῦ (τὸ γὰρ ληρῶδες ἐῶ τοῦ Ἰξίονος); ὁ μὲν γάρ, εἰ καὶ τὸ ἧπαρ περιεκείρετο, ἀλλὰ μεταβολὴν ἐλπίζων τοῦ πράγματος ὑπεκουφίζετό πως τῆς συμφορᾶς, καὶ μέντοι καὶ ὧν ἤλπιζεν οὐ διήμαρτε, τῷ ∆ιὶ τὴν πρὸς τὴν Θέτιν ὁρμὴν μαντευσάμενος κἀντεῦθεν τῆς τιμωρίας ἀπολυθείς· ὁ δέ, εἰ καὶ μήτε τοῦ ὕδατος μήτε τῶν ὑπὲρ κεφαλῆς μετεῖχε καρπῶν, ἀλλ' οὖν ταῖς ὀσφρήσεσι τῆς τούτων εὐωδίας ἀπέλαυε καὶ τὸν ὀφθαλμὸν ἑστιώμενον εἶχεν ἀντὶ τοῦ φάρυγγος· εἰ δὲ καὶ τὸν ὑπὲρ κεφαλῆς φήσειας λίθον, ἀλλὰ μέχρι δέους κἀνταῦθα τούτῳ ἡ συμφορά· ἔστι γάρ, εἴπερ καὶ ἀληθὲς δοίημεν, οὐ πείρᾳ ἀλλ' ὑπο λήψεσι κολαζόμενος. Ἡμεῖς δὲ ὅλῳ τραχεῖ λίθῳ καὶ πάντοθεν ἀκίδας ἔχοντι δεινῶς τιμωρού μεθα, καὶ οὐ καταφερόμενον ἀποφεύγομεν, ἀλλ' ἐπικείμενον ἀποβαλεῖν οὐ δυνάμεθα. ἐσταυρώμεθα δὲ οὐκ ἐν Καυκάσῳ (ἧττον γὰρ ἂν ἦν τὸ δεινόν) μὴ ἔχοντες θεατήν, ἀλλ' ἐν πόλει μέσῃ, ἵνα καὶ παρὰ πάντων γελώμεθά τε καὶ ὀνειδιζώμεθα, καὶ ταῦτα οὐδὲν τοιοῦτον δεδρακότες δεινόν, οὐ τὰ τῶν κρειττόνων τοῖς μέροψιν ἐξαγγείλαντες, οὐ τὸ πῦρ ἐν νάρθηκι κλέψαντες, ἵν' ἐξαπατήσωμεν βελτίονα φύσιν ἡμῶν, ἀλλὰ καὶ Μούσαις ἐντραφέντες καὶ τῷ λογίῳ Ἑρμῇ καθομιλησάμενοι καὶ πολλάκις ἐν τῷ Ἑλικῶνι χορεύσαντες· καὶ οὐδὲ τοῦτο εἰπεῖν ἀποκνήσαιμι ὡς καὶ Καλλιόπη τὸν ἑαυτῆς μαζὸν ὑποθεμένη ἡμῖν τὸ καθαρὸν τῆς γνώσεως ἐχορήγησεν. ἀλλ' ὥσπερ κακιῶν τινων κολάσεις ἀποτιννύντες βαλλόμεθα πάντοθεν καὶ τιτρωσκόμεθα καὶ ἐν κόποις ἐσμὲν ἀνθρώπων, καί, ἵνα μικρὸν τὸ τοῦ ∆αυὶδ μεταλλάξαιμι, καὶ μόνοι τῶν ἄλλων μεμαστιγώμεθα· ὡς γὰρ ἐν εἰρκτῇ συγκλειόμεθα καὶ φύλαξί τισι πάντοθεν φυλαττόμεθα καὶ πολλαῖς κολάσεσι καὶ τιμωρίαις ταλαιπωρούμεθα. αἱ δὲ βασιλικαὶ χάριτες μέχρις ἀκοῆς ἡμᾶς θέλγουσιν, ἢ μᾶλλον ἀνιῶσι βαρύτερον. Εἰ μὲν γὰρ ἰσοτίμως ἅπαντες σὺν ἡμῖν τῶν καλῶν ἀπεστέρηντο, οὐκ ἂν οὕτω κατωδυνώμεθα, τὸ δ' ἐκείνους μὲν καὶ ὑπὲρ κόρον πλουτεῖν, ἡμᾶς δὲ τῇ καμίνῳ τῶν συμφορῶν καταφλέγεσθαι, τοῦτο πάντων δεινό τερόν τε καὶ ἀνιαρότερον. οὐδὲ γὰρ ἔχει παραμυθίας τοῦτ' ἀφορμὴν ὅτι, τοῦ ποταμοῦ πλημμυροῦντος καὶ τῆς πηγῆς πηγαζούσης καὶ τῆς θαλάσσης περικλυζούσης τοῖς κύμασιν, ἡμεῖς μόνοι τῶν ἐν αὐτοῖς ῥευμάτων ἀμέθεκτοι. Αἰθίοψ ἀρύεται πόρρωθεν, ἄλλος ἐξ Ἰνδίας ἀπολαύει τῆς χάριτος, τῷ Σκύθῃ καὶ μέχρις αὐτοῦ τοῦ φάρυγγος ὁ τῆς πηγῆς πλοῦτος ἀνήνεκται· ἡμῖν δὲ πρὸς τοῖς χείλεσιν αὐτῶν καθημένοις ἐσπάνισται πάντα, καὶ οὐδ' ὡς αἱ ∆αναΐδες ἐς τετρημένον κἂν ἀντλῆσαι πίθον κατηξιώθημεν, ἵν' εἴ πως τῆς ἀντλίας κατετρυφήσαμεν. Ἐντεῦθεν ὁρμώμενος δευτέρας κολάσεις οὐ δέχομαι, κἂν ὁ μὲν βασανι στὴν ὑπόθοιτο σκώληκα, ὁ δὲ πυρὸς ῥύακας ἐκ βασιλικοῦ βήματος τὰς ἀρχὰς ἐχούσας τῆς ῥύσεως, ὁ δὲ σκότος βαθύτερον ἤ τι ἄλλο φοβερώτερον καὶ δειματωδέστερον. καὶ φλογὸς γὰρ καὶ σκότους καὶ σκώληκος ἡ τῶν ἀσηκρῆτις ὑπηρεσία