ἐκεῖνος ἐπιβουλευόμενος ἦν τῶν ἔνδον αὐτῷ στασιαζόντων τῷ μὴ παρεῖναι τὸν ἁρμοστὴν καὶ τῆς ὑγείας ὑπασπιστὴν καὶ τῶν νόσων ἀντίπαλον. Ἐν εἰρήνῃ συντελεῖ, ἐν πολέμοις συμμαχεῖ· οὐδὲν γὰρ τούτου χωρίς, οὐ γάμος οὐκ εἰλαπίνη οὐκ ἔρανος οὐχ ἑορτή τις οὐδὲ πανήγυρις· ὃ γὰρ οἱ ἅλες ἐν βρώμασι τοῦτο οἶνος καὶ αὐτοῖς ἁλσὶ καὶ τοῖς ἄλλοις ἐδέσμασιν. οὗτος εὐφραίνει καρδίαν, οὗτος διεγείρει πρὸς εὐχαριστίαν καὶ πρὸς ὕμνους ἐρεθίζει καὶ κατάνυξιν ἐμποιεῖ καὶ δάκρυον ἐκκαλεῖται τὸ θεῖον ἐξιλεούμενον, συμβάλλεται δὲ κἀν τοῖς πολέμοις τὰ καίρια. ὃς γὰρ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς, ἡ ποίησίς φησι, πανημέριος πολεμίζει, καταγωνίζεται δηλαδὴ τοὺς ἐχθροὺς καὶ τρόπαιον ἵστησι. τοῦ γὰρ Ἕκτορος καταγελαστέον παραιτουμένου τὸν ἀπαραίτητον καὶ μητρικὴν συμβουλὴν ἀθετοῦντος καὶ ἀγνοοῦντος τὴν ἐμπειρίαν ἔχουσαν ὄντως εἰπεῖν τι τῶν νέων σοφώτερον. διὸ καὶ τῆς ἀπειθείας παρὰ πόδας ἐδρέψατο τὸν καρπὸν καὶ τῆς ἀκαίρου ἐγκρατείας ἀπώνατο· μονομαχίας γὰρ κηρυχθείσης Αἴας μὲν ἐπῄει βλοσυροῖσι προσώποισι μειδιῶν, αὐτῷ δὲ θυμὸς ἐνὶ στήθεσσι πάτασσε, καὶ συμβολῆς γενομένης ἡ μὲν ἀσπὶς κατ άγνυται, ὁ αὐχὴν δὲ τιτρώσκεται καὶ τὰ γόνατα τελευταῖον βληθεὶς ὕπτιος ἐκτανύεται, ὅπερ οὐκ ἂν καὶ μεθύων ἕτερος ἴσως ἔπαθεν. ἄλλο σαφέστερον δεῖγμα τῆς τοῦ ἀνδρὸς ἀβουλίας· διωκόμενος ὑπ' Ἀχιλλέως παρὰ τὸ τεῖχος ὡς ὑπὸ σκύμνου νεβρός, ἐξὸν εἰσιέναι πάντων αὐτῷ παραινούντων ἠμέ λησεν, εἴθ' ὑπὸ δέους καὶ τὸ φρονεῖν συληθείς, εἴτε τὸν πρὸς τὸ μέλλον ἀγῶνα διαφυγεῖν βουληθείς· ἀμέλει καὶ κτείνεται ὁ ἄθλιος οὔθ' ἑαυτῷ συνε τῶς ἐκεῖνος οὔτε τῇ πατρίδι βουλευσάμενος ἀσφαλῶς, ἣν ἔσωσεν ἂν περι ὼν ἴσως, ἀστρατήγητον ἀπολιπὼν καὶ τοῖς πολιορκοῦσιν ἁλώσιμον. ὁ δὲ Νέστωρ οὐχ οὕτως, οὐδ' Ὀδυσσεύς, ὧν βουλῇ πόλις ἥλω Πριάμοιο ἄνακτος, ἀλλὰ γὰρ καὶ ἄλλοις παρακελεύονται πίνειν αἴθοπα οἶνον καὶ αὐτοὶ τούτου μετέχουσι, καὶ γηραιὸς ὢν ὁ Πύλιος οὐδὲν ἐκ τούτου τὸν νοῦν παραβλάπτεται· οὐδὲ γὰρ ἡ τῆς μάχης αὐτὸν ἰαχή, κἂν ἔπινεν, ἔλαθεν. Ἐμοὶ μὲν οὕτω περὶ τοῦ οἴνου δοκεῖ καὶ πᾶσι πάντως οἷς λόγου μέτεστιν. εἰ δέ τις ὑδροποτῶν (ταὐτὸν δὲ εἰπεῖν ὑδεριῶν καὶ φρενιτιῶν) «ἔξεστι», λέγει, «καὶ δίχα τούτου βιοῦν», οὐδὲν διοισόμεθα πρὸς αὐτὸν οὐδ' ἀνθυπο φορᾶς δεησόμεθα τοῖς ἐναργέσι μαχόμενον καί, τὸ τοῦ Ἀριστοτέλους, αἰσθήσεως χρῄζοντα καὶ ζῆν ἶσα καὶ κτήνεσι δι' ἀπειροκαλίαν ἢ κενο δοξίαν αἱρούμενον. οὐδὲ γὰρ διὰ τὴν μέθην, ὡς ἄν τις εἴπῃ, καὶ τὸν οἶνον ἀτιμαστέον. ἦ γὰρ ἂν καὶ τὸ πῦρ, ὅτι δὴ τοὺς ἀμέτρως αὐτῷ πελάζοντας καὶ μὴ κατὰ χρείαν τῆς θερμότητος ἀπολαύοντας ὄλλυσι, καίτοι στοιχείων τὸ κάλλιστον ὄν, εἰς ὃ καὶ ἀναλύεσθαι τὸ πᾶν τοῖς ἀπὸ τῆς Στοᾶς ἐδόκει σοφοῖς, ὡς τῶν ἄλλων ἐπικρατέστερον. οὔκουν τὸν οἶνον παραιτητέον· ἀλλὰ τὴν ἀκρασίαν φευκτέον τὸ πᾶν μέτρον ἄριστον ἐπισταμένοις καὶ κάκιστον ὁμοίως ἐν ἅπασιν ὑπερβολήν τε καὶ ἔλλειψιν. Ἔδει μὲν ἀρκεσθέντας τοῖς εἰρημένοις μὴ πλείω συνείρειν μηδ' ἐπαίρειν πειρᾶσθαι τῇ πρὸς ἕτερα παραθέσει τὸ ἀπαράμιλλον καὶ ἀσύγκριτον, ἀλλά, τὸ τοῦ σοφοῦ Πλάτωνος, κατὰ καιρὸν εἰπόντας ἀπαλλαγῆναι. τοιοῦτο γὰρ ὄντως ἄλλο παρὰ θεοῦ ἀγαθὸν οὔτε ἧκε τοῖς ἀνθρώποις οὔθ' ἥξει πώποτε. ἐπεὶ δὲ τῇ τέχνῃ δοκεῖ, κἀκεῖνο προσθήσομεν· τί τῶν ἐκ γῆς ἀναδιδομένων τὸ κάλλιστον ὃ καὶ ἥδιστον ἅμα καὶ κράτιστον πρὸς θεραπείαν ἡμῖν τοῦ σώματος καὶ συγκρότησιν εἴποι τις ἄν; ὅτι δὲ ταῦτα ὁ οἶνος καὶ πάντων ταύτῃ τὸ κάλλιστον, οὐ χαλεπόν ἐστι συνιδεῖν ἐκ τοῦ τῶν ἄλλων μὲν ἕκαστον μιᾷ τῶν αἰσθήσεων λειτουργεῖν (τῶν γὰρ ὀπωρῶν οὐ πολὺς λόγος, ὧν ἡ ἀπόλαυσις πρὸς βραχὺ καὶ τῇ ὥρᾳ σχεδὸν συνεκλεί πουσα), τοῦτον δὲ δύο θεραπεύειν ὁμοῦ, καὶ τὰς ἀναγκαίας καὶ ὅλον δι' ἐκείνων τὸν ἄνθρωπον. εἰ γὰρ καὶ βασιλίδα φαμὲν τὴν ὄψιν, ἀλλ' οὐδὲν ἧττον χρειώδεις τὴν ὄσφρησιν εἶναι καὶ τὴν γεῦσιν, ὅτι μὴ καὶ μᾶλλον, ὁμολογήσαιμεν· καὶ