συμπάθειαν ἄρρητον καὶ αὖθις ἀντιπαθεῖ ὡς ἑνὸς ζῴου τοῦ κόσμου τυγχάνοντος, καὶ πῶς ὁ Πλάτων εὐθὺς γραμμικὰ τὰ στοιχεῖα θέμενος καὶ τὴν γῆν κύβῳ εἰκάσας, τὸ δὲ ὕδωρ τῷ εἰκοσαέδρῳ, τὸν δὲ ἀέρα τῷ ὀκταέδρῳ, καὶ τὴν πυραμίδα μὲν τῷ πυρί, τὸ δὲ δωδεκάεδ ρον τῷ αἰθερίῳ κόσμῳ ἤ, ὡς ἔνιοί φασι, τῷ παντί, εἶτα ὥσπερ ἐπιλαθόμενος σφαιρικὰς ξυμπάσας τὰς ὁλότητας αὐτῶν ἀναγράφεται· καὶ ἄλλα τούτων δυσληπτότερα προσεπέφερον. ἀλλ' ὅ φασιν οἱ πολλοὶ πρὸς ἐνίους διαφερό μενοι καὶ περί τινος ἐγκαυχώμενοι, τοῦτο δὴ καὶ αὐτὸς ἐπ' αὐτοῦ ἑώρων· κάλλιον γὰρ ἐγίνωσκεν ἅπαντα ἢ τὸ οἰκεῖον ἕκαστος ὄνομα. ἀλλ' ἀφείσθω ταῦτα. Ἔτι γοῦν συνομιλούντων ἡμῶν ἕτερός τις διακόψας τὸν σύλλογον ἐπὶ τὸν προκείμενον ἄνδρα τὸν σκοπὸν ἐπανέστρεψε, καὶ μετ' ἐνίους τῶν λόγων ἐπίσκοπός τις διεδέξατο τὸν διάλογον (Ταυρηνὸν τοῦτον ὁ δῆμος οἶδε καλεῖν, τὴν αἰτίαν δὲ σιγῶ νῦν)· ἔνιοι γὰρ τῶν παρεστώτων ἐκεῖ «μέγας μέν», ἔφασαν, «καὶ ὁ μονάζων οὗτος ἀνήρ, ἀλλ' ἡ τούτου φήμη τὰς πάντων κατέλαβεν ἀκοάς». ἡμεῖς γοῦν πρὸς τοῦτο διεμαχόμεθα καὶ «οὐδ' ἂν ὅστις καὶ εἴη», διανιστάμεθα, «ὁ τοῦτον ὑπερβαλλόμενος εὑρεθή σεται· ἔστι μὲν γὰρ καὶ τοῦ καλοῦ κάλλιον, ἀλλὰ τούτου τί ποτε κρεῖττον ἀναφανήσεται;» ἦν μὲν οὖν ὁ λόγος ἀμφιβαλλόμενος πρότερον καὶ πολλὰς διδοὺς λαβὰς καὶ ἀντιλαβὰς καὶ μηδαμόθεν πῆξιν δεχόμενος· ἐγὼ μὲν γὰρ οὔπω τοῦ ἀνδρὸς ἤμην ἀκηκοώς, ἀλλ' οἱ πεῖραν εἰληφότες τούτου ἰσχυρῶς ἀπεμάχοντο. τέως γοῦν ἀμφοτέροις τηνικαῦτα τὰ βραβεῖα διεβραβεύθησαν (ἐν τοῖς ἀμφιβόλοις γάρ, φησί, χρὴ νεύειν πρὸς τὸ φιλάν θρωπον), καὶ καλῶς ἡττᾶσθαι μαθόντες οὐδέν τι πλέον ἀντείπομεν ἀλλ' ἢ ὡς παρόντων τούτων οὐδεὶς ἄλλος γε χώραν λήψεται πρὸς ἀνάγνωσιν. καὶ μεταξὺ μὲν λευκοῦ καὶ μέλανος πολλὰ ἂν παρρησιάσαιντο χρώματα, τὸ φαιόν, τὸ ἐρυθρόν, πάντα τἆλλα, καὶ ὑγείας καὶ νόσου τὸ παρὰ τοῖς ἰατροῖς οὐδέτερον τόπον κτήσαιτο (τὰς γὰρ ἐκ νόσου· ἀναλήψεις οὔτε ὑγείας φασὶν οὗτοι οὔτε τὰ ὑγιαινόντων διενεργούσας), μέσον δὲ τούτων οὐδεὶς τῶν ἄλλων αὐτομολήσειεν οὐδ' ἆραι στόμα δυνήσεταί ποτε. ἀλλὰ κἀνταῦθα καταλιμπάνω τὰ πλείονα. Τὴν γοῦν ἐπιοῦσαν ἡμέραν (λέγω δὲ τὴν μετὰ ταύτην παρασκευήν) κἀκείνου ἀναγινώσκοντος ἤκουσα· ἔρρει γὰρ ὁ λόγος πρὸς πάντας ὡς ὁ ἐπίσκοπος τὴν ἀνάγνωσιν εἴληφε. παραγεγονὼς οὖν τὰς ὑπολήψεις κατῄσχυνα καὶ τῷ παρεστὼς παρεστῶτι τὸ προδραμὸν ἐπανέλυσα. ἄναρθρός τε γὰρ τὴν φωνὴν ὑπῆρχεν ὁ γέρων καὶ κορώνῃ παμφάγῳ παρόμοιος, ἔν τισι δέ (ἀλλὰ μηδείς μοι κἀν τούτῳ μέμψοιτο μὴ λοίδορον ἴσως καλέσοι καὶ φιλοσκώμμονα) οὐδὲ τὸν εἱρμὸν τῶν λόγων διέσῳζεν, ἀλλ' ἐπλαγίαζε μᾶλλον ἐνιαχοῦ, εἴ τι κάλλιον προσεξεύρισκε· καὶ ἵνα μὴ τὸν ἄνδρα χαρακτηρίζω τὸν κακὸν χαρακτῆρα καὶ ἀτοπώτατον, τοσοῦτον διήλλαττε τοῦ προτέρου ὅσῳ καὶ τὰ καθόλου τῶν μερικῶν καὶ τὰ ἀίδια τῶν φθαρτῶν καὶ ἡ ἐπιστήμη τῆς αἰσθήσεως. εἰ δέ τινες ἀνθίστανται λέγοντες ὡς οὐχ οὕτως ἐστὶ τὰ τῆς κρίσεως οὐδ' ἀκριβῶς τὸν ἄνδρα ἐγνώκαμεν, ληρείτωσαν ὅσα βούλονται· παρὰ γὰρ τοῖς ἀπαιδεύτοις καὶ τὸ θράσος μὲν δεξιόν, ἡ δειλία δὲ τὴν λαιὰν μερίδα λελάχηκεν· εἰ δ' ὅτι πρῶτος οὗτος ἀναγνώστης ἐστὶ καὶ πολὺν ἔσχε λόγον παρὰ πολλοῖς, ἀλλὰ καὶ φωτὸς μὴ παρόντος ἡ σκιὰ περιπόθητον· δεδόσθω δ' ἴσως καὶ τὸ λεγόμενον καὶ παρρησίαν ὁ λόγος ἐχέτω. ἀλλ' ἤκμασέ ποτε καὶ ἡ Ἑλλάς, ὡς ἀκούομεν, Μακεδόνες δ' αὐτῆς τὴν πᾶσαν ἰσχὺν ἀφείλαντο· καὶ τὰ Περσῶν εὐτυχῶς εἶχεν, ἀλλὰ μία ἡμέρα τὴν πολλὴν ἐκείνην βασιλείαν καθεῖλεν· ἔπνευσέ ποτε λαμπρὸν ἡ Αἴγυπτος, ἀλλ' ὡς νέφος αὐτῆς ἡ εὐπραγία παρῆλθε. τί γοῦν θαυμαστὸν εἰ κἀκείνου πρότερον εὐτυχοῦντος νῦν ἄλλος τὴν εὐτυχίαν ἀνέλαβεν; Ἔγωγ' οὖν κἀκεῖνο θαυμάζω τοῦ ἀνδρὸς μάλιστα ὅτι τοιοῦτος ὢν καὶ τοσαῦτα κεκτημένος τὰ χαρίσματα, ὡς μικροῦ καὶ πάντας ὑπεραίρειν βροτούς, οὐδέποτέ τι κομπαστικὸν ἔφησεν οὐδὲ