καθήμενον καὶ τοῖς δακτύλοις τοὺς ἐν σκιαῖς ἵππους ζευγνύοντα καὶ μεταζευγνύοντα· ἀλλ' ἐκεῖ μὲν τὸν ἀνέμων ἀντιπνοίαις μαχόμενον καὶ ταχὺ πρύμναν κρουόμενον καὶ εὐπετῶς τὸ ἱστίον μεταχειριζόμενον πρὸς τὰς διαφόρους κινήσεις τοῦ πνεύματος, ἐνταῦθα δὲ τὸν τὴν προβολὴν ὑπερχόμενον τοῦ παλαίοντος καὶ ἀκροχει ριζόμενον εὐφυῶς καὶ τοῖν ποδοῖν τὼ πόδε λανθάνοντα καὶ τῷ δοκεῖν πίπτειν καταπαλαίοντα, ὥσπερ δὴ καὶ ἡνίοχον τὸν τεχνικῶς ἑστηκότα πρὸς τῇ ἄντυγι καὶ τῶν ἵππων τὸν μὲν ἀνακρουόμενόν τε καὶ ἀνασειράζον τα, τὸν δὲ τῇ μάστιγι πλήττοντα, καὶ τὸν μὲν κατ' ἰθυτενὲς ἄγοντα, τὸν δὲ πρὸς τὸν καμπτῆρα παρεγκλίνοντά τε καὶ παρεκνεύοντα. εἰ δέ τις ἐπαγ γελλόμενος κυβερνᾶν ἔπειτα ἰχθύος πῃ τῆς θαλάσσης παραφανέντος ἐπὶ τὸ ἄγκιστρον ἀπιδὼν τῇ ἁλιευτικῇ μολυβδαίνῃ κατὰ τοῦ ὕδατος καθήσει τὸν κάλαμον, οὗτος οὐ πάνυ μοι δοκεῖ ἀξίως ἀπὸ τῆς ἐπιστήμης παρονομάζε σθαι· ἀλλ' οὐδ' ὁ προασπίζων ἢ παρασπίζων, δέον ἐρρωμένως κατὰ τῶν ἀντιτεταγμένων τὸ δόρυ ὠθεῖν, εἰ τὰ τῶν πεσόντων ἀφαιροῖτο ψέλλια, τοῖς στρατιωτικοῖς καταλόγοις ἐμπρέψειε. κατὰ τὸν αὐτὸν τοίνυν λόγον οὐδ' εἴ τις γεωμετρεῖν ἢ ἀστρονομεῖν αἱροῖτο, ἔπειτα βασιλείαις αὐλαῖς προσχωρεῖν ἀγαπήσειε καὶ περὶ τοὺς ἐκεῖ θησαυροὺς ῥιψόφθαλμος γένοιτο, οὗτος ἄν ποτε γενναίως τῶν ἐπιστημῶν ἀντιλάβοιτο. Ἀλλ' ἴσως οὔπω ἔγνωκας ὁποῖον τῶν μαθημάτων τὸ μέγεθος καὶ ἡλίκον τὸ ὕψος καὶ ὅτι οὐ διὰ ῥᾳδίας ἡ πρὸς ἐκεῖνα ἄνοδος, ἀλλὰ δεῖ τὸν ἐν μεταλήψει τούτων γενησόμενον, ὥσπερ ἐν Ἄμμωνος κατιέναι μέλλοντα ἢ ἐς τὰ Μίθρου μυστήρια, πολλοῖς πρότερον προταλαιπωρῆσαι τοῖς λήμμασιν, ὥσπερ ἐκεῖ ταῖς κακώσεσι. σὺ δὲ ἄρα, ὥσπερ τὰς ἐπὶ τῶν αἰγιαλῶν ψηφῖδας ἀναιρήσεσθαι μέλλων, οὕτως ἐπὶ τὴν γεωμετρίαν ἀπεριμερίμνως χωρεῖς, καὶ οὐδὲν πρᾶγμα εἰ καὶ ἄλλοθί ποι βαδίζεις· θελῆσαι γὰρ δεῖ μόνον πρὸς τὴν κατάληψιν, καὶ κατείληπται ἡ ἀπόδειξις. τὸ δὲ Πυθαγορικὸν ἐκεῖνο ἴσως ἠγνόηκας ὅτι σχᾶμα καὶ βᾶμα, ἢ ὅτι δεῖ διὰ τῶν τοιούτων μαθημάτων κλιμακηδὸν ἀνιέναι πρὸς τὰς πάντῃ ἀύλους τῶν οὐσιῶν. εἰ δέ τις διὰ κλίμακος πρός τινα ὀροφὴν τῶν ὑψηλο τάτων ἀνιέναι βουλόμενος μὴ ἀμεταστρεπτὶ ἀναβαίνοι, ἀλλ' ἀντανελίττει τὸν πόδα καὶ ἀναλύει τῆς ἀνόδου τὰ μέτρα ὥσπερ τινὰ Πηνελόπης ἱστὸν ἀνυφαίνων, ἆρ' οὗτος ἀναβήσεται ἐφ' ὃ προὔθετο; πολλοῦ γε καὶ δεῖ· ἀλλὰ τοῦτο μὲν ἴσως ἔλαττον ὡς πρὸς τὸ σὸν πρᾶγμα. εἰ δέ τις γνῶναι τὰς ἀσωμάτους οὐσίας θελήσας μὴ προσχωροίη ταῖς ἐγγὺς ἀσωμά των φύσεσιν, ἀλλὰ ταῖς τῶν σωμάτων ἀντιλήψεσι συμπαχύνοι οἷον τὴν ψυχικὴν ἐνέργειαν, ἆρ' ἂν οὗτος γνοίη ποτὲ φύσιν ἀσώματον; Ἀλλ' ὦ μακάριε σύ, οὕτω πως τὰ μαθήματα οἴει κατορωρύχθαι, ὥστε μὴ σπεύδειν δι' ἀέρος ταῦτα ἑλεῖν, ἀλλὰ διὰ ὑπονόμων ὥσπερ οἱ φῶρες ποιεῖν εἰώθασι καὶ οἱ φρεωρυχεῖν ἐπαγγελλόμενοι; ἀλλὰ μὴ τοῦτο οἴου· ἀστρονομία γὰρ καὶ γεωμετρία καὶ μουσικὴ καὶ πολλῷ πρότερον ἀριθμη τικὴ καὶ ὅσαι ἀπὸ τούτων ἐρρύησαν τέχναι, συγκριθέντα πρὸς ἄλληλα καὶ φύσις γεγονότα μία τε καὶ διάφορος, ὑπὲρ νῶτον τοῦ οὐρανοῦ κάθηται. εἶτα οὐ δέδιας μὴ ἐκεῖσε βαδίζων τῷ μέσῳ καταναλωθῇς πυρί, καὶ ταῦτα οὐδέπω παντάρβην κτησάμενος; πῶς δὲ γεωμετρίας ἐρᾷς περὶ γῆν ἰλυσπώμενος καὶ χρηματίσασθαι σπεύδων καὶ τιμὴν τὴν ἐξ ἀνθρώπων ζητῶν; μή πού σε τὸ ὄνομα τῆς ἐπιστήμης παρακρούεται ψευδόμενον πρὸς τὴν σὴν ὑπόνοιαν καὶ ἀποδάσασθαί τι τῆς γῆς αἱρῇ καὶ ἀπομετρῆσαι σαυτῷ, ἵν' ἐντεῦθεν γεωμέτρης ὀνομασθείης; ἀλλ' οὐκ ἐντεῦθεν, ὦ βέλτιστε, τῇ γεωμετρίᾳ τὸ ὄνομα· ἢ ἐντεῦθεν μὲν ἴσως, οὐ περὶ τοῦτο δέ. παλαίτερον γὰρ ἀπὸ τοῦ συμβαίνοντος ἐν Αἰγύπτῳ ὠνόμασται· ἐκεῖσε γὰρ κατὰ καιρὸν τοῦ Νείλου ἐπαναβαίνοντος καὶ τὴν χώραν ἐπάρδοντος, εἶτ' αὖθις ὑπιόντος τε καὶ ἐλλείποντος, ἵνα μὴ τῶν κτήσεων σύγχυσις γένηται, καταγραφαὶ τοὺς ὅρους ἀφώριζον, ἀφ' ὧν τὰ σχήματα ἐφ' οἷς ἡ Αἰγυπτίων πραγματεία· ἐντεῦθεν δὲ